← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§359.19-361.7

依主体内在性与同义性驳斥属的论题

亚历山大注解了亚里士多德《论题篇》127b1–127b8,阐释了用来驳斥以下主张的论题:属存在于作为主体的种之中、属与种不同义、以及将相反者中较善者置于较恶的属之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.71

" Ἔτι εἰ ἐν ὑποκειμένῳ τῷ εἴδει τὸ ἀποδοθὲν γένος λέγεται. " Ὅτι τὰ γένη καθ’ ὑποκειμένων λέγεται τῶν εἰδῶν, ἀλλ’ οὐκ ἐν ὑποκειμένοις αὐτοῖς ἐστι, δῆλον. ἂν δή τις γένος τινὸς ἀποδῷ τὸ ἐν ὑποκειμένῳ ὂν αὐτῷ, δῆλον ὡς ἀνασκευάσομεν αὐτὸ προσχρώμενοι τῷ προειρημένῳ· δείξομεν δὲ διὰ τοῦ ἐν ὑποκειμένῳ εἶναι, ἀναιροῦντες τὸ γένος ἐκ τοῦ ἐφαρμόζειν αὐτῷ τὸν τοῦ ἐν ὑποκειμένῳ λόγον.1 οὕτω δειχθήσεται τὸ λευκὸν γένος μὴ ὂν τῆς χιόνος (ἐν ὑποκειμένῳ γὰρ αὐτῇ) μηδὲ τὸ μέλαν τῆς πίττης μηδὲ ἡ ἐπιστήμη ἢ ἀρετὴ τῆς ψυχῆς.

“此外,如果所指派的属被说成是在作为主体的种之中。” 显而易见,属是述说于作为主体的种,而不是在作为主体的种之中。那么,如果有人把在某物之中的事物指派为该物的属,显而易见我们将借助前述的论点来驳斥它;我们将通过它在主体之中来表明这一点,借由将“在主体之中”的定义应用于它,来否定它是属。这样就将证明:白不是雪的属(因为它在作为主体的雪之中),黑也不是沥青的属,知识或德性也不是灵魂的属。

§4.72

"Σκοπεῖν δὲ καὶ εἰ μὴ συνώνυμον τὸ γένος τῷ εἴδει." Καθολικώτερον τοῦτο τοῦ προειρημένου· οὐ γὰρ μόνον οὐ συνώνυμον τὸ γένος τῷ εἴδει, ἂν ᾖ τὸ ἀποδοθὲν γένος ἐν ὑποκειμένῳ τῷ οὗ γένος ἀπεδόθη, ἀλλὰ καὶ ἀνάπαλιν, εἴ τις τὸ ὑποκείμενον ὡς γένος τοῦ ἐν ὑποκειμένῳ λέγοι· οὐδὲ γὰρ οὕτως συνώνυμον ἔσται τὸ γένος τῷ εἴδει. οὐκ εἰ παρακολουθεῖ δὲ τοῖς ἐν ὑποκειμένοις οὖσι τὸ μὴ συνωνύμως εἶναι τοῖς ἐν οἷς ἐστι, διὰ τοῦτο ἡγητέον2 τὸν αὐτὸν τόπον εἶναι τῷ ἀπὸ τῶν ἐν ὑποκειμένῳ τὸν ἀπὸ τῶν συνωνύμων· ἄλλος γὰρ λόγος τοῦ ἐν ὑποκειμένῳ καὶ ἄλλος τοῦ συνωνύμου. κατὰ μὲν οὖν τὸν ἐν ὑποκειμένῳ ἀναιροῖτ’ ἂν τὸ τὴν ποιότητα εἶναι πνεῦμά πως ἔχον ἢ ὕλην πως ἔχουσαν· οὐ γὰρ δύναται τὸ πνεῦμα ἢ ἡ ὕλη γένος εἶναι τῆς ποιότητος· ἐν ὑποκειμένοις γὰρ αὐτοῖς ἡ ποιότης. ἀλλὰ καὶ ὁ τὴν πυγμὴν λέγων εἶναι χεῖρά πως ἔχουσαν ἁμαρτάνει· οὐ γὰρ ἡ πυγμὴ χείρ, ἀλλ’ ἐν ὑποκειμένῳ τῇ χειρὶ ἡ πυγμή. εἴρηται δὲ δυνάμει τοῦτο ἐν τῷ “καὶ ὁ τὸ πάθος ἐν τῷ πεπονθότι ὡς γένος τιθείς”. κατὰ δὲ τὸ μὴ συνωνύμως δεικνύοιτ’ ἄν τὸ ἓν μὴ ὂν γένος τῶν ὄντων· ὁμωνύμως γὰρ τὸ ἓν καὶ τὸ ὂν κατηγορεῖται· οὐ γάρ, εἰ ὁμοίως ἓν καὶ ὂν ἡ οὐσία καὶ τὸ πρός τι ἤ τι τῶν ἄλλων γενῶν, ἤδη καὶ ἐν ὑποκειμένοις αὐτοῖς ἐστιν. ὁμοίως οὐδὲ ἄλλο τι τῶν ὁμωνύμως λεγομένων κατηγορεῖταί τινος συνωνύμως τῶν ὑπ’ αὐτό.

“还应当考察属是否与种不同义。” 这比前述的论点更为普遍。因为不仅在所指派的属处于被指派为其属的事物之中时,属与种不同义,而且反过来,如果有人把主体说成是在主体之中的事物的属,情况也是如此;因为即便这样,属也不会与种同义。然而,并不是由于“与它们所在的事物不同义”伴随着在主体之中的事物,就因此必须认为源自“在主体之中”的论题与源自“同义之物”的论题是同一个;因为“在主体之中”的定义是一回事,而“同义之物”的定义是另一回事。因此,根据源自“在主体之中”的论题,那种认为性质是“具有某种状态的气”或“具有某种状态的质料”的说法将被否定;因为气或质料不可能是性质的属;因为性质在作为主体的它们之中。而且,说拳头是“具有某种状态的手”的人也犯了错误;因为拳头不是手,而是拳头在作为主体的手之中。这一点在“把受动状态作为属置于承受状态者之中”这句话中已被潜在地言及。另一方面,根据不同义,将证明“一”不是存在者的属;因为“一”与“存在”是同名异义地被述说的;因为并非由于实体、关系概念或其它属中的任何一个同样是“一”和“存在”,它们就由此也在作为主体的它们之中。同样地,任何其它同名异义地言说的事物,也都不会同义地述说于其下的任何事物。

§4.73

"Ἔτι ὅταν ὄντος καὶ τῷ εἴδει καὶ τῷ γένει ἐναντίου3 τὸ βέλτιον τῶν ἐναντίων εἰς τὸ χεῖρον γένος θῇ." Ὁ τόπος τοιοῦτος· ἂν ᾖ καὶ τῷ εἴδει τῷ τιθεμένῳ καὶ τῷ γένει τῷ ἀποδιδομένῳ αὐτοῦ ἐναντία τινά, ἐπεὶ τῶν ἐναντίων τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον, δεῖ σκοπεῖν εἰ τὸ βέλτιον τῶν ἐναντίων ἐν γένει τῷ χείρονι τῶν ἐναντίων κεῖται· δεήσει γὰρ καὶ τὸ καταλειπόμενον τὸ χεῖρον ἐν γένει τῷ βελτίονι εἶναι, ἐπειδὴ κεῖται ὅτι τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ. ἔσται οὖν τὸ μὲν βέλτιον γένος τοῦ χείρονος, τὸ δὲ χεῖρον τοῦ βελτίονος. δοκεῖ δὲ τὰ ὑπὸ τὰ βελτίω γένη εἴδη βελτίω εἶναι τῶν ὑπὸ τὰ χείρω· τὰ γὰρ ὑπὸ τὴν ἀρετὴν βελτίω τῶν ὑπὸ τὴν κακίαν. ἂν δὴ τὴν ἀδικίαν τις ἀρετὴν λέγῃ, οὗτος ἐρεῖ τὴν δικαιοσύνην κακίαν, ὡς Θρασύμαχος ὁ παρὰ τῷ Πλάτωνι τὴν ἀδικίαν εὐβουλίαν θέμενος τὴν δικαιοσύνην κακοβουλίαν ἠναγκάσθη λέγειν. καὶ εἰ ἡ ἀργία αἱρετόν, τὸ ἐργάζεσθαι φευκτόν, καὶ εἰ ἡ ἡδονὴ κακόν, ἡ λύπη ἀγαθόν.

“此外,当种与属皆有相反者时,若将相反者中较善者置于较恶的属中。” 该论题如下:如果所设定的种与其所指派的属皆有某些相反者,既然相反者中一者较善而另一者较恶,就必须考察相反者中较善者是否被置于相反者中较恶的属之中;因为剩下的较恶者也必然处于较善的属之中,因为已经设定相反者在相反者之中。因此,较善的属将成为较恶者的属,而较恶的属将成为较善者的属。但从属于较善之属的种,似乎比从属于较恶之属的种更为良善;因为从属于德性的事物优于从属于恶德的事物。那么,如果有人说不正义是德性,此人就会说正义是恶德,正如柏拉图著作中的色拉叙马霍斯,把不正义设定为良谋之后,就被迫说正义是劣谋。而且,如果懈怠是值得选择的,劳作就是应当回避的;如果快乐是恶,痛苦就是善。

语法注3 条
  1. 4.71ἀναιροῦντες τὸ γένος ἐκ τοῦ ἐφαρμόζειν αὐτῷ τὸν τοῦ ἐν ὑποκειμένῳ λόγον

    介词短语 ἐκ τοῦ ἐφαρμόζειν 中的定冠词不定式作介词属格,表示分词 ἀναιροῦντες(否定/取消)的依据或手段。由 ἐφαρμόζειν 支配的与格补足语 αὐτῷ 在语境中指“被指派为属的事物”(τὸ ἀποδοθὲν γένος),意为“通过将‘在主体之中’的定义应用于它”。

  2. 4.72οὐκ εἰ παρακολουθεῖ δὲ τοῖς ἐν ὑποκειμένοις οὖσι τὸ μὴ συνωνύμως εἶναι τοῖς ἐν οἷς ἐστι, διὰ τοῦτο ἡγητέον

    句首的否定词 οὐκ 并非否定条件从句(εἰ παρακολουθεῖ...)本身,而是否定其后由动词性形容词构成的短语 διὰ τοῦτο ἡγητέον εἶναι...(形成“并非因为……就因此必须认为……”的否定句式)。条件从句的主语是带有中性定冠词的不定式短语 τὸ μὴ συνωνύμως εἶναι...。

  3. 4.73ὄντος καὶ τῷ εἴδει καὶ τῷ γένει ἐναντίου

    这在由 ὅταν 引导的从句中构成属格独立结构(ὄντος ... ἐναντίου)。与格成分 καὶ τῷ εἴδει καὶ τῷ γένει 为领有与格,意为“当种与属皆有相反者存在时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:359.19-361.7