← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§362.25-364.21

基于比较对属的反驳及其在立论中的应用

亚历山大注解了亚里士多德《论题篇》卷四中源自“更多”与“同等”的第二个反驳性论题(若看似更像或同等看似属/种的事物不是,则看似更不像或同等者亦非),并阐明了这一比较性论题何以不同于第一个论题而亦可用于立论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.76

" Πάλιν εἰ τὸ μᾶλλον δοκοῦν ἢ ὁμοίως μή ἐστι γένος." Δεύτερος οὗτος τόπος ἀνασκευαστικὸς ἀπὸ τοῦ μᾶλλον· ὁ αὐτὸς δὲ καὶ ἀπὸ τοῦ ὁμοίως· δύο τινῶν γενῶν εἶναι δοκούντων 〈τινὸς〉 εἰ τὸ μᾶλλον δοκοῦν αὐτοῦ γένος εἶναι μή ἐστιν, οὐδ’ ἂν τὸ ἔλαττον δοκοῦν εἶναι εἴη·1 οὐδ’ ἂν τὸ ὁμοίως. χρήσιμον δέ φησιν εἶναι τὸν τόπον ἐφ’ ὧν πλείω τοῦ αὐτοῦ ἐν τῷ τί ἐστι κατηγορεῖται, οὐκ ἔχομεν δὲ ὡμολογημένον ποῖόν ἐστιν αὐτῶν γένος. οἷον τῆς ὀργῆς καὶ λύπη κατηγορεῖται ἐν τῷ τί ἐστι καὶ ὑπόληψις· λέγεται γὰρ ἡ ὀργὴ ποτὲ μὲν λύπη ποτὲ δὲ ὑπόληψις. ἐπεὶ τοίνυν ἀμφότερα μὲν τῆς ὀργῆς κατηγορεῖται, ἄδηλον δὲ πότερον αὐτῶν ἐστι γένος, ληπτέον τὸ δοκοῦν μᾶλλον αὐτῆς εἶναι γένος, καὶ δεικτέον ὅτι μή ἐστι τοῦτο· εἰ γὰρ μὴ τοῦτο, οὐδὲ τὸ λοιπὸν τὸ ἧττον γένος. εἰ γὰρ μᾶλλον ἡ λύπη δοκοῦσα αὐτῆς εἶναι γένος μή ἐστιν, ὡς ἐδείχθη πρὸ ὀλίγου, οὐδ’ ἂν ἡ ὑπόληψις αὐτῆς εἴη γένος. ἀλλὰ καὶ ὁμοίως ἂν ἀμφότερα δοκῇ αὐτῆς εἶναι γένη, ἂν τὸ ἕτερον δειχθῇ μὴ ὄν, οὐδ’ ἂν τὸ ἕτερον εἴη τὸ ὁμοίως τούτῳ δοκοῦν. ἀπὸ μὲν οὖν τοῦ μᾶλλον οὕτως, ὡς εἴρηται, δείξομεν τὸν χρόνον μὴ ὄντα ἐν γένει τῷ ἀριθμῷ· εἰ γὰρ μᾶλλον ὁ χρόνος κίνησις ἢ ἀριθμός (ἔνδοξον γὰρ συνεχοῦς συνεχὲς γένος εἶναι μᾶλλον), μή ἐστι δὲ κίνησις ὁ χρόνος, ὅτι πᾶσα μὲν κίνησις τινός τε καὶ πρός τι,2 ὁ δὲ χρόνος οὐ πρός τι. πάλιν ὅτι μὴ γένος τῆς ἐπιθυμίας ἡ λύπη, ἀναιρήσομεν· εἰ γὰρ μᾶλλον ἡ ἐπιθυμία ἔνδεια ἢ [ἡ] λύπη, μή ἐστι δὲ ἐν γένει τῇ ἐνδείᾳ, οὐδ’ ἂν λύπη εἴη. ὅτι δὲ μὴ ἡ ἔνδεια γένος αὐτῆς, δῆλον ἐκ τοῦ τὸ μὲν γένος μηδενὸς αἴτιον εἶναι τῶν εἰδῶν τὴν δὲ ἔνδειαν αἰτίαν εἶναι τῆς ἐπιθυμίας. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ παραδείγματος ἡ δεῖξις οὕτως ἂν προϊοι· εἰ ὁμοίως τῆς ὀργῆς καὶ ἡ λύπη καὶ ἡ ὑπόληψις ὀλιγωρίας γένος, οὐκ ἔστι δὲ αὐτῆς γένος ἡ ὑπόληψις, οὐδ’ ἂν ἡ λύπη εἴη. ὡσαύτως καὶ τῆς πραότητος εἰ 〈μᾶλλον〉 ἡ ἡμερότης ἢ ἡ ἐγκράτεια γένος δοκεῖ, μή ἐστι δὲ ἡ ἡμερότης, οὐδ’ ἂν ἡ ἐγκράτεια.

“再次,如果看似更像或同样看似[属的]事物不是属。” 这是源自“更多”的第二个反驳性论题;源自“同等”的论题也是同一个。当两事物看似[为某物的属]时,如果看似更像是它的属的事物不是属,那么看似更不像的事物也不会是;同样看似属的事物也不会是。他说,这一论题在同一个事物有多个谓词在“是什么”中被述说、而我们尚未就它们中哪一个是属达成一致意见的情形下是有用的。例如,对于愤怒,痛苦在“是什么”中被述说,设想也被述说;因为愤怒时而被称作痛苦,时而被称作设想。那么,既然两者都被述说于愤怒,而尚不清楚它们中哪一个是属,就应当选取看似更像是它的属的事物,并证明此者不是属;因为若此者不是,剩余的较劣者也不是属。因为正如不久前所证明的那样,如果看似更像是它的属的痛苦不是属,设想也不会是它的属。但同样,若两者看似同等地是它的属,只要其中一者被证明不是,与此同等看待的另一者也不会是。那么,依据“更多”,如上所述,我们将证明时间并不在作为属的数之中;因为若时间看似更像是运动而非数(因为连续之物的属宁可是连续的,这是符合普遍意见的),而时间并非运动(因为一切运动既属于某物又朝向某物,但时间并不朝向某物),[则时间亦非数]。再次,我们将破斥痛苦是欲求的属;因为若欲求看似更像是匮乏而非痛苦,但它并不在作为属的匮乏之中,它也不会是痛苦。而匮乏不是它的属,显而易见是由于属绝不是任何种的原因,而匮乏却是欲求的原因。同样在范例中,证明亦可如此进行:若痛苦与轻视之设想同等看似是愤怒的属,而设想不是其属,则痛苦也不会是。同样对于温和,如果看似温顺比自制更像是属,而温顺不是,则自制也不会是。

§4.77

"Ἡ αὐτὴ δὲ σκέψις καὶ ἐπὶ τοῦ εἴδους." Ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ εἴδους. εἰ γὰρ τὸ μᾶλλον δοκοῦν εἶδος εἶναι τοῦ ἀποδεδομένου γένους τινὸς μή ἐστιν εἶδος αὐτοῦ, οὐδὲ τοῦτο ἂν εἴη τὸ ἧττον ὂν ἐκείνου εἶδος τοῦ προκειμένου γένους· οἷον εἰ μᾶλλον εἶδος τῆς ἀρετῆς ἡ ἐγκράτεια ἢ ἡ πραότης, μή ἐστι δὲ ἡ ἐγκράτεια, οὐδ’ ἂν ἡ πραότης. ἀπὸ δὲ τοῦ ὁμοίου 〈οὕτως〉· εἰ ὁμοίως ἡ ἐγκράτεια καὶ ἡ καρτερία τῆς ἀρετῆς εἴδη, μή ἐστι δὲ τὸ ἕτερον, οὐδὲ τὸ ἕτερον. πρὸς μὲν οὖν ἀναίρεσίν τε καὶ ἀνασκευὴν χρηστέον τοῖς προειρημένοις δύο τόποις. πρὸς δὲ κατασκευὴν τὸ μὲν ἀμφότερα τὸ μᾶλλον ἐπιδέχεσθαι, τό τε ὡς γένος ἀποδοθὲν καὶ τὸ ὡς εἶδος, οὐ χρήσιμον· οὐ γὰρ πάντως τὸ ἕτερον τοῦ ἑτέρου γένος ἔσται, εἰ οὕτως ἔχει.3 ὥστε μόνον πρὸς ἀνασκευὴν ὁ πρῶτος ῥηθεὶς τῶν ἀπὸ τοῦ μᾶλλον τόπων χρήσιμος· οὐ γάρ, ἐπεὶ τὸ λευκὸν καὶ τὸ καλὸν τὸ μᾶλλον ἐπιδέχεται, ἤδη διὰ τοῦτο γένος τοῦ λευκοῦ τὸ καλόν. ὁ δὲ δεύτερος τόπος τῶν πρὸς ἀνασκευὴν ῥηθέντων, ἐν ᾧ σύγκρισις ἦν ἡ τῶν εἰδῶν καὶ ἡ τῶν γενῶν πρὸς ἄλληλα, χρήσιμος καὶ πρὸς κατασκευήν· εἰ γὰρ τὸ ἧττον δοκοῦν γένος εἶναί τινος δειχθείη γένος ὄν, καὶ τὸ μᾶλλον ἂν εἴη, καὶ εἰ τὸ ὁμοίως, καὶ τὸ ὁμοίως. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ εἴδους. εἰ γὰρ τῆς ἐγκρατείας μᾶλλον γένος ἡ δύναμις ἢ ἡ ἀρετή (δοκεῖ γὰρ ὁ ἐγκρατὴς κατὰ δύναμίν τινα ἀντέχειν πρὸς τὰς ἐπιθυμίας), ἧττον ἔσται ἡ ἀρετὴ γένος αὐτῆς· ἂν δὴ 〈ᾖ〉 ἡ ἀρετὴ γένος αὐτῆς, εἴη ἂν καὶ ἡ δύναμις· ἀρετὴ δὲ δοκεῖ εἶναι, διότι ἐστὶν ἕξις ἐπαινετή. πάλιν ἐπὶ τοῦ εἴδους, εἰ ἧττον δοκοῦσα ἐν γένει εἶναι τῇ ἀρετῇ ἡ ἐγκράτεια τῆς καρτερίας εἶδος αὐτῆς ἐστιν, εἴη ἂν καὶ ἡ καρτερία. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ὁμοίως, ἄν τε ἐπὶ τῶν γενῶν ἄν τε ἐπὶ τῶν εἰδῶν τὸ ὅμοιον λαμβάνηται.

“对种亦有同样的考察。” 同样的道理亦适用于种。因为如果看似更像是某给定属的种的事物不是它的种,那么在作为那所提之属的种方面较劣的这一事物也不会是其种;例如,若自制看似比温和更像是德性的种,而自制不是,温和也不会是。而从“同等”出发[则是如此]:若自制与隐忍同等是德性的种,而其中一者不是,另一者也不是。因此,为了反驳与破斥,应当使用上述两个论题。但为了立论,被作为属给定的事物与被作为种给定的事物两者都容许“更多”这一点并无用处;因为即便如此,绝非必然一者就是另一者的属。所以源自“更多”的论题中最初所述的那个仅对反驳有用;因为并非由于白与美都容许“更多”,便已因此断定美是白的属。但在为反驳所述的诸论题中,第二个论题——其中包含了诸种之间以及诸属之间的相互比较——对于立论也是有用的;因为若看似更不像某物的属的事物被证明是属,看似更像的事物也会是,而若同等看似属的事物如此,同等者亦会是。同样的道理亦适用于种。因为如果能力看似比德性更像是自制的属(因为自制者似乎是依照某种能力而抵御诸欲望),德性就较不像是它的属;那么若德性是它的属,能力也会是;而它看似是德性,乃是因为它是一种值得称赞的品性。再次就种而言,如果看似比隐忍更不处于作为属的德性之中的自制是德性的种,隐忍也会是。同样的道理亦适用于“同等”,无论同等性是就诸属还是就诸种而言被取用。

语法注3 条
  1. 4.76δύο τινῶν γενῶν εἶναι δοκούντων 〈τινὸς〉 εἰ τὸ μᾶλλον δοκοῦν αὐτοῦ γένος εἶναι μή ἐστιν, οὐδ’ ἂν τὸ ἔλαττον δοκοῦν εἶναι εἴη

    句首的 δύο τινῶν γενῶν εἶναι δοκούντων 为属格绝对结构,为随后的条件句 εἰ τὸ μᾶλλον... εἴη 全文确立前提背景。条件从句(εἰ)的主语是定语性分词短语 τὸ μᾶλλον δοκοῦν αὐτοῦ γένος εἶναι,主句则通过带 ἄν 的希求式(οὐδ’ ἂν ... εἴη)构成潜在语气相呼应。

  2. 4.76ὅτι πᾶσα μὲν κίνησις τινός τε καὶ πρός τι, ὁ δὲ χρόνος οὐ πρός τι

    此 ὅτι 从句充当原因副词从句,用以说明紧邻的前一否定断言 μή ἐστι δὲ κίνησις ὁ χρόνος(“时间并非运动”)的依据。在论证结构中,它构成了否定运动假设的小前提。

  3. 4.77οὐ γὰρ πάντως τὸ ἕτερον τοῦ ἑτέρου γένος ἔσται, εἰ οὕτως ἔχει

    οὐ πάντως 表示部分否定(“绝非必定”或“未必在所有情况下”)。它表明即便两者都容许“更多”,也绝非必然推导出其中一者必定是另一者的属这一逻辑限制。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:362.25-364.21