- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:357.14-359.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大基于亚里士多德《论题篇》第四卷第一章,探讨了如何驳斥将根本不属于任何属的事物(如最下种)设立为属的错误,并论证了将伴随一切事物者(如存在与“一”等超越概念)指派为属或种差的荒谬性。
" Ἔτι εἰ ὅλως τὸ ἀποδοθὲν μηδενός ἐστι γένος, δῆλον ὡς οὐδὲ τοῦ λεχθέντος." Ἐπεὶ τό τινος γένος καὶ γένος ἐστίν, εἴ τι ἀποδοθέν τινος ὡς γένος μηδὲ ὅλως εἴη γένος, οὐδ’ ἂν τούτου οὗ ἀπεδόθη γένος εἴη· τοιαῦτα δέ ἐστι τὰ ἄτομα εἴδη. πῶς δὲ οἷόν τε γνωρίζειν ὅτι μὴ οἷόν τε γένος τι εἶναι, αὐτὸς διδάσκει. εἰ γὰρ πάντα τὰ μετέχοντα τοῦ ὡς γένους ἀποδοθέντος καὶ τὸν ὁρισμὸν αὐτοῦ ἐπιδεχόμενα μηδὲν ἀλλήλων διαφέρει κατ’ εἶδος, οὐχ οἷόν τε γένος τοῦτο εἶναι. οἷον τὰ τοῦ ζῴου μετέχοντα καὶ τὸν ὁρισμὸν ἐπιδεχόμενα αὐτοῦ εἴδει ἀλλήλων διαφέρει· διὸ τὸ ζῷον γένος· ὁμοίως τὰ τοῦ ὀρνέου, ἀλλὰ καὶ τὰ τοῦ χρώματος, καὶ ὅλως ἐπὶ πάντων τῶν γενῶν. τὰ δὲ τοῦ ἀνθρώπου μετέχοντα οὐδὲν κατὰ τὸ εἶδος ἀλλήλων διαφέρει, οὐδὲ τὰ τοῦ ὀρνέου,1 οὐδὲ τὰ τοῦ ἵππου, οὐδὲ τὰ τοῦ λευκοῦ· διὸ ταῦτα ἀδύνατον εἶναι γένη. ἂν δή τις γένος τινὸς τοιοῦτον ἀποδῷ, δῆλον ὡς ἀνασκευάσομεν αὐτὸ τῷ τόπῳ τούτῳ χρώμενοι. οὐ γάρ ἐστι λευκοῦ διαφορά, ὡς τινες λέγουσι, τὸ ἔμψυχον καὶ τὸ ἄψυχον, ἀλλὰ τῶν λελευκωμένων μόνων, χιόνος, ἂν οὕτω τύχῃ, καὶ κύκνου. ταῖς γὰρ προειρημέναις διαφοραῖς καὶ τὸ μέλαν διαφέρειν δύναται, ὡς πίσσα καὶ κόραξ· ἀδύνατον δὲ τῶν ἐναντίων τὰς αὐτὰς εἶναι διαφοράς. οὐδ’ εἴ τις τὸν ἄνθρωπον γένος λέγοι σπουδαίου καὶ φαύλου ἢ σιμοῦ καὶ γρυποῦ ἢ ἀνδρὸς καὶ γυναικός· πάντα γὰρ ταῦτα ἀδιάφορα κατ’ εἶδος· τῶν γὰρ εἰρημένων οὐδὲν ἀνθρώπου καθ’ ὃ ἄνθρωπός ἐστι διαφορὰν δηλοῖ ἀλλὰ συμβεβηκότα τινὰ καὶ συμπτώματα καὶ πάθη. δεῖ δὲ τοῦ λευκοῦ τοῦ μὴ ὁμωνύμως λεγομένου ἀλλὰ τοῦ ἐν χρώματι ἀκούειν.
“此外,如果所指派的事物根本不是任何东西的属,显而易见它也不是所言之物的属。” 既然作为某物的属的事物也是属,那么如果指派为某物的属的某种事物根本就不是属,它也就不会是它被指派为其属的那个事物的属;而最下种就是这样的事物。至于如何能够认识到某种事物不可能成为属,他自己作了解说。因为如果分有那被指派为属的事物并接受其定义的所有事物彼此之间在种上毫无差别,那么这事物就不可能成为属。例如,分有动物并接受其定义的事物在种上彼此相异;因此动物是属;鸟的事物同样如此,颜色的事物也是如此,而且一般而言在所有的属上都是如此。另一方面,分有人的事物彼此之间在种上毫无差别,鸟的事物、马的事物以及白的事物也是如此;因此这些事物不可能是属。那么,如果有人把某物的属指派为这样的一种事物,显而易见我们将运用这一论题来驳斥它。因为正如某些人所言,有灵魂和无灵魂并非白之种差,而仅是变白之物(譬如雪与天鹅)的种差。因为借由上述种差,黑的事物也能产生差别,例如沥青与乌鸦;但相反之物不可能具有相同的种差。如果有人说人是善者与恶者的属,或是塌鼻者与鹰钩鼻者的属,或是男人与女人的属,[情况也是如此];因为所有这些事物在种上都是无差别的;因为所言诸物中没有任何一个表明人作为人而言的种差,而是表明某些偶性、伴随状态和承受状态。不过,必须将“白”理解为非同名异义地言说的白,而是处于颜色之中的白。
"Πάλιν εἰ τὸ πᾶσιν ἀκολουθοῦν ἢ γένος ἢ διαφορὰν εἶπεν." Εἴ τις τὸ πᾶσιν ἀκολουθοῦν γένος τινὸς ἀποδοίη τῷ ἀκολουθεῖν αὐτῷ, οὐχ ὑγιῶς ἀποδίδωσιν· οὐ γάρ, εἰ τὸ γένος ἀκολουθεῖ τοῖς ὧν ἐστι γένος, τῷ μὲν ἀνθρώπῳ τὸ ζῷον τῷ δὲ λευκῷ τὸ χρῶμα καὶ τῇ γραμμῇ τὸ ποσόν, ἤδη καὶ τὸ ἀκολουθοῦν τισι γένος ἐστὶν αὐτῶν πάντως. ἂν δή τις τὸ πᾶσιν ἀκολουθοῦν γένος τινὸς ἢ διαφορὰν λέγῃ, οὐκ ὀρθῶς. ἐπεὶ γὰρ πλείω τὰ πᾶσιν ἀκολουθοῦντα, τὸ ἀποδοθὲν αὐτῶν ὡς γένος καὶ τῶν ἄλλων ἂν εἴη γένος τῶν πᾶσιν ἑπομένων τῷ καὶ τούτοις ἕπεσθαι καὶ κατηγορεῖσθαι αὐτῶν ὁμοίως. οἷον ὁ τὸ ὂν γένος τῶν ὄντων τινὸς εἰπὼν τῷ ἕπεσθαι αὐτῷ λέγοι ἂν αὐτὸ γένος καὶ τοῦ ἑνός· καὶ γὰρ καὶ τοῦτο ὄν, καὶ κατηγορεῖται αὐτοῦ τὸ ὄν· ἀλλ’ ἔστι καὶ αὐτὸ πάλιν τῶν πᾶσι παρακολουθούντων τοῖς οὖσι· κατ’ ἴσων ἄρα ἔσται τὸ γένος καὶ τὸ εἶδος. τῷ δὲ κατ’ οὐδενὸς γὰρ τὸ γένος ἀλλ’ ἢ κατὰ τῶν εἰδῶν κατηγορεῖται προσθετέον τὸ ‘συνωνύμως’.2 ἢ τὸ κατ’ οὐδενὸς γὰρ τὸ γένος ἀλλ’ ἢ κατὰ τῶν εἰδῶν κατηγορεῖται εἴρηκεν ὡς ἀκολουθοῦν τοῖς λέγουσι τό τισιν ἑπόμενον γένος αὐτῶν εἶναι τὸ ὧν κατηγορεῖται τὸ κείμενον γένος εἶναι, καὶ ὡς εἰδῶν αὐτῶν κατηγορεῖσθαι ἤδη. οὕτως καὶ τὸ ὂν τοῦ ἑνὸς εἴη ἂν ὡς εἴδους [αὐτοῦ] κατηγορούμενον. αὐτὸ δὲ κατηγορηθήσεται, ἂν ᾖ τις εἷς αὐτοῦ λόγος. προσθετέον δὲ ὅτι καὶ τὸ ἓν ἔσται τοῦ ὄντος γένος, ἂν πάλιν τοῦτο τῷ πᾶσιν ἕπεσθαι γένος τις πάντων ἀποδῷ· κατηγορούμενον γὰρ καὶ τούτου εἴη ἂν καὶ τούτου γένος· ὥστε τὸ αὐτὸ αὐτοῦ καὶ εἶδος καὶ γένος. Εἰ δὲ τὸ πᾶσιν ἑπόμενον διαφοράν τις ἀπέδωκέ τινος γένους, οἷον τὸ ἓν ἢ τὸ ὂν εἰ διαφορὰν τινος θείη τις, συμβήσεται τούτῳ πάλιν ἢ ἐπ’ ἴσης τὸ γένος καὶ τὴν διαφορὰν λέγειν ἢ ἐπὶ πλέον τὴν διαφορὰν λέγειν· ἐπ’ ἴσης μέν, εἰ καὶ τὸ γένος, οὗ τὴν τοιαύτην διαφορὰν ἀποδέδωκεν, εἴη τῶν πᾶσιν ἑπομένων· οἷον εἰ τὸ μὲν ὂν γένος τὸ δὲ ἓν διαφοράν τις λέγοι τοῦ ὄντος ὡς διαιρουμένου τοῦ ὄντος τῷ ἑνὶ καὶ τῷ πλήθει (καὶ γὰρ τὸ πλῆθος ὄν τι), ἐπ’ ἴσης τὴν διαφορὰν ποιήσει· πάλιν εἰ τὸ γένος μὴ τῶν πᾶσιν ἑπομένων εἴη, ἔσται [γὰρ] αὐτοῦ ἐπὶ πλέον ἡ διαφορὰ οὖσά γε τῶν πᾶσι τοῖς οὖσιν ἑπομένων. οὕτω δειχθήσεται μηδὲ τὸ γένος ὂν τῶν πάντων· ἔσται γὰρ καὶ τοῦ ἑνὸς γένος ἢ ἐπ’ ἴσης ὄντος αὐτῷ ἢ καὶ ἐπὶ πλέον, εἴ γε τὸ μὲν ἓν καὶ κατὰ τοῦ ἐννοήματος, τὸ δὲ τὶ κατὰ μόνων σωμάτων καὶ ἀσωμάτων,3 τὸ δὲ ἐννόημα μηδέτερον τούτων κατὰ τοὺς ταῦτα λέγοντας. οὕτως ἁμαρτάνοι ἂν ὁ τοῦ ὄντος διαφορὰν τὸ δοξαστὸν ἀποδούς· ἐπὶ πλέον γὰρ τοῦ ὄντος τὸ δοξαστόν, εἴ γε δοξαστὸν καὶ τὸ μὴ ὄν.
“再次,如果他说伴随一切事物者或者是属或者是种差。” 如果有人把伴随一切事物者指派为某物的属,由于它伴随该物,那么他就指派得不健全;因为并非由于属伴随它是其属的那些事物——动物伴随人,颜色伴随白,量伴随线——,伴随某些事物者就由此在任何情况下都是它们的属。那么,如果有人把伴随一切事物者称为某物的属或种差,这是不正确的。因为伴随一切事物者有多个,其中被指派为属的那一个,由于也伴随其它伴随一切事物者并同样地述说于它们,因而也将成为其它伴随一切事物者的属。例如,由于存在伴随存在者中的某物而称其为该物的属的人,也会说它是“一”的属;因为这也是存在,并且存在述说于它;但“一”自身又属于伴随所有存在者之列;因此属与种的外延将相等。对于“因为属除了种之外绝不述说于任何事物”这一表述,必须加上“同义地”一词。或者,[亚里士多德]说“因为属除了种之外绝不述说于任何事物”,是作为对那些主张伴随某些事物者是其属的人的推论而言的,即所设定的事物是它所述说于其上的那些事物的属,并且已经述说于作为种的它们。这样一来,存在也将述说于作为种的“一”。而若它有某个单一的定义,它自身将被述说。此外还应补充的是,如果有人因为“一”伴随一切事物而将其指派为一切事物的属,“一”也将成为存在的属;因为既然它也述说于存在,它也将是存在的属;从而同一事物将既是其自身的种,又是其自身的属。另一方面,如果有人把伴随一切事物者指派为某个属的种差——例如有人把“一”或存在置为某物的种差——,那么对他来说,同样会得出或者将属与种差说成外延相等,或者将种差说成外延更广的结果。外延相等的情况在于:他为其指派了这种种差的属本身也属于伴随一切事物者;例如,如果有人说存在是属,而“一”是存在的种差,理由是存在被“一”和多数所划分(因为多数也是某种存在),他就将使种差与属外延相等;反之,如果属不属于伴随一切事物者,那么种差既然至少属于伴随所有存在者之列,其外延就会比属更广。这样就将证明该属甚至不是一切事物的〔属〕;因为它也将成为“一”的属,而“一”要么与它外延相等,要么甚至外延更广,倘若“一”甚至能述说于意念对象,而“某物”仅能述说于物体与非物体,且根据持这些论调的人,意念对象两者皆非的话。这样,把可被意见者指派为存在的种差的人就会犯错;因为可被意见者的外延比存在更广,倘若非存在也是可被意见者的话。
- 4.69οὐδὲ τὰ τοῦ ὀρνέου
在紧接的前文中,“鸟”(τὸ ὄρνεον)曾与动物和颜色并列,作为具有下属物种的“属”之例被提及;而在此处,它却带有否定连词 οὐδέ,与“分有人的事物”并列,被当作不具种差之物的例子。尽管语境上看似存在张力,但在句法上仍严格将 οὐδὲ τὰ τοῦ ὀρνέου 作为并列主语处理,解释为“鸟的事物[在种上也互不相异]”。
- 4.70τῷ δὲ κατ’ οὐδενὸς γὰρ τὸ γένος ἀλλ’ ἢ κατὰ τῶν εἰδῶν κατηγορεῖται προσθετέον τὸ ‘συνωνύμως’
τῷ ... κατηγορεῖται 为引语从句,以与格形式作非人称动词性形容词 προσθετέον(“应当补充……”)的补足语。引语中的 γάρ 是被引述命题本身所包含的连词。
- 4.70εἴ γε τὸ μὲν ἓν καὶ κατὰ τοῦ ἐννοήματος, τὸ δὲ τὶ κατὰ μόνων σωμάτων καὶ ἀσωμάτων
在由 εἴ γε 引导的条件从句中,谓语动词 κατηγορεῖται 在前后两肢中均被省略(即“倘若‘一’也[述说]于意念对象,而‘某物’仅[述说]于物体与非物体”)。
