- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:355.27-357.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论证了若基质留存而状态消灭则基质不可能成为承受状态的属,并通过气息与空气、波浪与水、声音与空气的例子予以证实。进而,他根据属即使脱离种差也必须真确述说于种这一标准,展开了推翻将雪定义为水、将泥定义为土以及恩培多克勒对葡萄酒之定义的论证。
κἂν γὰρ σώζηται ἡ οὐσία ἔμψυχος αἰσθητικὴ ἡ ἐν τῷ λογικῷ, δεῖ καὶ τὸ λογικὸν ζῷον εἶναι· ἀναιρεθέντος γὰρ τοῦ λογικοῦ ζῴου ἀνάγκη καὶ τὸ ἐν τούτῳ ζῷον ἐφθάρθαι· ὁμοίως κἂν τὸ ἐν Ἀλεξάνδρῳ σῴζηται, δεῖ καὶ Ἀλέξανδρον εἶναι. τούτου τοίνυν οὕτως ἔχοντος, ἂν τὸ ἀποδεδομένον γένος τινὸς φθαρέντος τούτου, οὗ ἀπεδόθη γένος εἶναι,1 ἴσον μένῃ κατ’ ἀριθμὸν καὶ μηδὲν αὐτοῦ συναναιρῆται φθειρομένῳ τῷ εἴδει, οὐκ ἂν εἴη γένος οὗ ἀπεδόθη, ἀλλ’, ὡς λέγει, σύμπτωμά τι καὶ πάθος. εἰ οὖν ὁ ἀὴρ ἴσος μένει οὐ κατ’ οὐσίαν μόνον ἀλλὰ καὶ κατ’ ἀριθμὸν καὶ κατὰ μέγεθος καὶ μηκέτι κινούμενος, τοῦτ’ ἔστι μὴ ὄντος τοῦ πνεύματος, οὐκ ἂν εἴη γένος τοῦ πνεύματος· φθειρομένῳ γὰρ ἂν τῷ πνεύματι συνεφθείρετο καὶ ὁ ἐν αὐτῷ ἀήρ, ὥσπερ καὶ τῷ ἀνθρώπῳ τὸ ἐν αὐτῷ ζῷον. εἰ δὲ φθειρομένῳ τῷ ἐν ᾧ τὸ γένος συμφθείρεται καὶ τὸ ἐν αὐτῷ τοῦ γένους ὄν, δῆλον ὅτι καὶ μένοντος τοῦ ἐν αὐτῷ γένους μένοι ἂν καὶ αὐτό· καὶ τοῦ ἀέρος δὴ τοῦ αὐτοῦ κατ’ ἀριθμὸν μένοντος τοῦ ὄντος ἐν τῷ πνεύματι μένοι ἂν καὶ τὸ πνεῦμα. οὕτω δὲ καὶ μὴ κινουμένου τοῦ ἀέρος τὸ πνεῦμα σῴζοιτ’ ἄν. οὐκέτι μέντοι καὶ ἡ ἐν τῷ πνεύματι κίνησις σῴζεται φθαρέντος τοῦ πνεύματος· διὸ εὐλογώτερον τὸ πνεῦμα ἐν γένει τῇ κινήσει τιθέναι ἢ ἐν τῷ ἀέρι. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ κύματός τε καὶ ὕδατος· καὶ γὰρ ἐπ’ ἐκείνων τὸ ἐν τῷ κύματι ὂν ὕδωρ σῴζεται φθαρέντος τοῦ κύματος· ὥστε οὐ τοῦ κύματος τὸ ὕδωρ γένος. διὰ τοῦτο οὐδὲ τῆς φωνῆς ὁ ἀὴρ κατὰ τὸ ὑποκείμενον, ὅτι μένει καὶ φθαρείσης τῆς φωνῆς. Εἰπὼν δὲ καὶ δείξας διὰ βραχέων τοῦτο (οὐ γὰρ ἦν καιρὸν ἡ περὶ τούτων ἀκριβολογία) προστίθησι καὶ ἄλλην τινὰ ἐπιχείρησιν συντείνουσαν εἰς τὸ αὐτό. εἰ γὰρ καὶ ἐπὶ τοῦ πνεύματος δεῖ συγχωρεῖν ὅτι ἐστὶν ἀὴρ κινούμενος καὶ οὐ μᾶλλον κίνησις ἀέρος, ἐπεὶ ἐν τῇ συνηθείᾳ καθομολογεῖται τὸ πνεῦμα ἀέρα εἶναι καὶ δοκεῖ κατὰ τοῦ πνεύματος ὁ ἀὴρ κατηγορούμενος ἀληθεύεσθαι (γένος μὲν γὰρ οὐκ ἂν εἴη ὁ ἀὴρ τοῦ πνεύματος διὰ τὰ εἰρημένα, οὐδὲν μέντοι κωλύσει κατηγορεῖν αὐτοῦ τὸν ἀέρα), ἀλλ’ οὐκ ἐπὶ πάντων2 τῶν οὕτως ἀποδεδομένων γενῶν τὸ τοιοῦτον συγχωρητέον τοῖς τὸ πάθος ἐν γένει τῷ πεπονθότι τιθεῖσιν, ἀλλ’ ἐπὶ τούτων μόνων ἐφ’ ὅσων δύναται τὸ ἀποδοθὲν γένος ἁπλῶς καὶ καθ’ αὐτὸ λαμβανόμενον ἀληθεύεσθαι καὶ κατὰ τοῦ ἀποδοθέντος εἴδους χωρὶς τοῦ ὑποκειμένου πάθους αὐτῷ. ἀεὶ γὰρ τὸ γένος κατὰ τοῦ εἴδους ἀληθεύεται ἅτε ἐν τῷ τί ἐστι κατηγορούμενον αὐτοῦ· ἂν δή τι μετὰ μὲν τῶν διαφορῶν λεγόμενον ὡς ὁρισμὸς ἀληθεύηται κατὰ τοῦ ἀποδοθέντος εἴδους, αὐτὸ δὲ τὸ ὡς γένος ἀποδοθὲν χωρὶς τῶν διαφορῶν λαμβανόμενον μηκέτι ἀληθεύηται κατ’ αὐτοῦ, οὐκ ἂν οὐδὲ γένος αὐτοῦ εἴη. οὕτω δειχθήσεται ὅτι μηδὲ τῆς χιόνος γένος ἐστὶ τὸ ὕδωρ, ὡς οἱ λέγοντες τὴν χιόνα ὕδωρ εἶναι πεπηγὸς οἴονται, μηδὲ τοῦ πηλοῦ ἡ γῆ, ὡς οἱ φάσκοντες τὸν πηλὸν εἶναι γῆν ὑγρῷ φυραθεῖσαν· οὔτε γὰρ κατὰ τῆς χιόνος ἁπλῶς ἀληθῶς τὸ ὕδωρ κατηγορεῖται (οὐ γάρ ἐστιν ἡ χιὼν ὕδωρ) οὔτε τοῦ πηλοῦ ἡ γῆ· οὐδὲ γὰρ ὁ πηλὸς γῆ ὥσπερ ὁ ἵππος ζῷον. ἀναιροῖτο δ’ ἂν καὶ τὸ ὑπὸ Ἐμπεδοκλέους περὶ τοῦ οἴνου λεγόμενον, ὅτι σαπὲν ἐν ξύλῳ ὕδωρ· οὐ γάρ ἐστιν ὁ οἶνος ὕδωρ, ἐν ᾧ ὡς γένει ἔθηκεν αὐτὸν ὁ οὕτως ἀποδούς.
而且因为如果在理性者之中的有灵魂的感觉实体得以保全,理性动物也必须存在;因为当理性动物被取消时,在它之中的动物也必然已经消灭;同样,如果在亚历山大之中的事物得以保全,亚历山大也必须存在。因此,既然情况如此,如果某物的所指派的属,在该事物(即它被指派为其属的事物)消灭之后,在数目上保持等同,并且在该种消灭时其自身没有任何部分随同一并被取消,那么它就不会是它被指派为其属的那个事物的属,而是正如他所说的,乃是某种偶性与承受状态。那么,如果空气不仅在实体上,而且在数目和大小上也保持相等,并且在不再运动时(即气息不存在时)也是如此,它就不会是气息的属;因为在气息消灭时,其中的空气本来也会随之一同消灭,正如在人消灭时其中的动物也随之一同消灭一样。但如果在其中有属的事物消灭时,在它之中的属于属的部分也随之一同消灭,那么显而易见,在其中的属留存时,该事物本身也会留存;并且,当在气息之中的空气在数目上保持同一而留存时,气息也会留存。这样一来,即使空气不运动,气息也会得以保全。然而,在气息之中的运动在气息消灭时就不再得以保全了;因此,把气息置于运动这一属之中,比置于空气之中更为合理。同样的论述也适用于波浪与水;因为在它们的情况中,当波浪消灭时,波浪之中的水也得以保全;因此水不是波浪的属。由于这个原因,就基质而言,空气也不是声音的[属],因为它在声音消灭之后依然留存。在简要说明并证明了这一点之后(因为关于这些事情的精确考究并非适时),他又补充了另一个有助于得出相同结论的论证。因为即使在气息的情况下应当承认它是“运动着的空气”而非“空气的运动” ——因为在日常用法中普遍承认气息是空气,而且空气被述说于气息看起来是真确的(因为根据前述理由,空气虽不会是气息的属,但却丝毫不妨碍将空气述说于它)——,但对于那些把承受状态置于承受者这一属中的人,绝不可在所有如此指派的属上都承认这一点,而只能在所指派的属若端然且就其自身被取用时、即使脱离了底层承受状态也能够真确地述说于所指派的种的那些情况上予以承认。因为属总是作为在“是什么”中述说于种的事物而真确地述说于种;因此,如果有某种事物连同种差一起被说出时作为定义而真确地述说于所指派的种,但作为属被指派的那个事物自身若脱离种差而被取用时就不再真确地述说于它,那么它也就不会是它的属。这样就将证明:水既不是雪的属(正如那些说雪是凝固之水的人所认为的那样),土也不是泥的[属](正如那些主张泥是与潮气揉合之土的人那样);因为水既不能端然真确地述说于雪(因为雪并不是水),土也不能述说于泥;因为泥并不像马是动物那样是土。恩培多克勒关于葡萄酒所说的“在木中腐烂的水”这一说法也将被推翻;因为葡萄酒并不是水,而如此指派的人却把葡萄酒置于水中作为其属。
- 4.68φθαρέντος τούτου, οὗ ἀπεδόθη γένος εἶναι
在此结构中,独立属格结构 φθαρέντος τούτου 的先行词 τούτου 带有一个关系分句 οὗ ἀπεδόθη γένος εἶναι。此外,随后的 φθειρομένῳ τῷ εἴδει 是受复合动词 συναναιρῆται 的前缀 συν- 支配的与格分词结构(“随同消灭中的种一起”)。
- 4.68εἰ γὰρ καὶ ... ἀλλ’ οὐκ ἐπὶ πάντων
这是一个长句结构,其中表让步的条件从句 εἰ γὰρ καί(“因为即使……”)由接续主句的 ἀλλά(“但是……”)引入主句。从句内部由于插入了原因说明(ἐπεί ...)和括号内的补充论述(γένος μὲν γὰρ ...),导致主干谓语动词 συγχωρητέον 的出现大幅推迟,其核心骨架为“即使在气息上应当承认……,但绝不可在所有属上都承认……”。
