- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:354.5-355.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《论题篇》127a3的论题,考察将风定义为“运动着的空气”这一例子,辨析该论题与前一论题的异同,并论证了基质与承受状态的非同质性以及属依赖于个别事物的存在样态。
" Πάλιν εἰ τὸ πάθος ἐκεῖνο, οὗ ἐστι πάθος, πάσχον1 φασὶν εἶναι." Τὸ λεγόμενόν ἐστιν· ἁμαρτάνειν φησὶν ὁμοίως τοῖς εἰρημένοις καὶ τοὺς τὸ πάθος λέγοντας εἶναι ἐκεῖνο, οὗ ἐστι πάθος, πάσχον· οἱ γὰρ τοῦτο ποιοῦντες πάλιν γένος τὸ πεπονθὸς τοῦ πάθους λέγουσι. καὶ δόξαι ἂν μὴ εἶναι οὗτος ὁ τόπος ἄλλος τοῦ πρὸ αὐτοῦ, τῷ τρόπῳ μόνῳ τῆς λήψεως τοῦ πρὸ αὐτοῦ διαφέρων. ἐπὶ μὲν γὰρ τοῦ προειρημένου ἁπλῶς ἦν γένος τὸ πεπονθὸς τοῦ πάθους, ἐνταῦθα δὲ πρόσκειται καὶ ὁ τρόπος τῆς λήψεως· οἱ γὰρ τὸ πάθος, οὗ ἐστι πάθος, ἐκεῖνο πεπονθὸς λέγοντες εἶναι καὶ οὕτως ὁριζόμενοι τοῦ πάθους τὸ πεπονθὸς λέγουσιν εἶναι γένος. εἰ γὰρ τὸ πνεῦμα πάθος ἐστὶ τοῦ ἀέρος, ὡς δοκεῖ γε αὐτῷ καὶ προελθὼν ἐρεῖ (λέγει δὲ τὸ πνεῦμα τὸν ἄνεμον), 〈ὁ〉 ὁριζόμενος 〈ἀέρα κινούμενον〉 τὸ πνεῦμα, οὗ ἐστι πάθος (ἔστι δὲ ἀέρος), τοῦτό φησι πάσχον εἶναι· τὸ γὰρ κινεῖσθαι πάσχειν· οὕτω δὲ τοῦ πάθους γίνεται γένος ἀποδιδοὺς τὸ πεπονθός. ὅτι δὲ πάθος τὸ πνεῦμα τοῦ ἀέρος, δείκνυσι διὰ τοῦ διαμένειν τὸν αὐτὸν κατ’ ἀριθμὸν ἀέρα καὶ σῴζεσθαι, ὅταν τε κινῆται καὶ ὅταν μή, ὥσπερ καὶ πρὸ ὀλίγου δεικνὺς ὅτι καὶ ἡ ἀθανασία τῆς ζωῆς πάθος ἐστὶν εἶπεν. ἢ οὐχ οἱ αὐτοὶ τόποι, οὐδὲ κατὰ τὴν λέξιν αὐτοῖς ἡ διαφορὰ μόνην, ὡς δοκεῖ, ἀλλ’ ἔστιν ὁ μὲν πρῶτος ὡς διαμαρτανόντων τῶν οὕτως ὁριζομένων καὶ δι’ ἄγνοιαν τὸ πάθος ἐν τῷ πεπονθότι τιθέντων· διὸ καὶ αὐτὸς οὕτως εἶπεν “ἐνίοτε δὲ διαμαρτάνουσι καὶ ὅσοι τὸ πάθος εἰς γένος τὸ πεπονθὸς τιθέασι”· διὸ καὶ ἠρκέσθη ἐπ’ ἐκείνου τοῦ τόπου τῷ δεῖξαι ὅτι ἡ ἀθανασία πάθος τῆς ζωῆς, δείξας ὃ ἠγνόησαν. ἐν δὲ τῷ δευτέρῳ ἔλαβεν ὡς εἰδότας ὅτι τὸ πάθος ἐν γένει τῷ πεπονθότι τίθενται τοὺς λέγοντας τὸ πνεῦμα ἀέρα κινούμενον· διὸ καὶ ἤλεγξε τούτους οὐ τῷ δεῖξαι τὸ πνεῦμα πάθος ὂν τοῦ ἀέρος, ἀλλὰ τῷ δεῖξαι μὴ οἷόν τε ὂν τὸ πεπονθὸς γένος εἶναι τοῦ ἰδίου πάθους τῷ τὸ αὐτὸ κατ’ ἀριθμὸν διαμένειν τὸ ὑποκείμενον τῷ πάθει καὶ μηκέτι ὄντος τοῦ πάθους· ὁ γὰρ ἀὴρ ὁ αὐτὸς κατ’ ἀριθμὸν μένει καίτοι τοῦ ἐν αὐτῷ πνεύματος γενομένου φθαρέντος· οὐ γὰρ συμφθείρεται τὸ πεπονθὸς τῷ πάθει. εἰπὼν δὲ ὥστε οὐκ ἔστιν ὅλως ἀὴρ τὸ πνεῦμα, ὡς αἰτίαν ἀποδιδοὺς ἐπήνεγκεν ἦν γὰρ ἂν καὶ μὴ κινουμένου τοῦ ἀέρος πνεῦμα, εἴπερ ὁ αὐτὸς ἀὴρ διαμένει ὅσπερ ἦν πνεῦμα. θείη δ’ ἄν τὸ τοιοῦτον, ἐπεὶ2 τὰ γένη οὔτε καθ’ αὑτά ἐστιν ὑφεστῶτά που οὔτε ἐστὶ ψιλὰ χωρὶς ὑπάρξεως νοήματα, ὡς ἱπποκένταυρος, ἀλλ’ ἔστιν ἡ ὑπόστασις αὐτῶν ἐν τούτοις ὧν κατηγορεῖται, καὶ ἀναιρουμένοις τοῖς ἐν οἷς ἐστι καὶ φθειρομένοις ἀνάγκη συμφθείρεσθαι καὶ τὸ ἐν ἐκείνοις ὂν τοῦ γένους. ἡ γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ ἡ ἐν Ἀλεξάνδρῳ φθείρεται φθειρομένου Ἀλεξάνδρου σήμερον· εἰ δὲ τοῦτο, ἐὰν πάντα τὰ ὑπὸ τὸ γένος φθαρῇ, οὐδὲ τὸ γένος τί ἐστιν. ἁπλῶς μὲν οὖν συμφθείρεται τοῦτο, ᾧ συμβέβηκεν εἶναι γένει, πάντων τῶν ὑπ’ αὐτὸ φθαρέντων· ὡς δὲ γένος φθείρεται, εἰ ἕν τι μόνον ἢ κατ’ ἀριθμὸν ἢ κατὰ εἶδος τῶν ὑπ’ αὐτὸ σώζοιτο. τὸ γὰρ ζῷον γένος ἐστίν, οὐχ ὅτι ἐστὶν οὐσία ἔμψυχος αἰσθητική, ἀλλ’ ὅτι ἡ τοιαύτη φύσις ἐν πλείοσίν ἐστι κατ’ εἶδος ἀλλήλων διαφέρουσιν· ὧν ἀναιρουμένων ἑνὸς δὲ μόνου σωζομένου οὐκέτ’ ἂν εἴη γένος ἡ οὐσία ἔμψυχος αἰσθητική, τοῦτ’ ἔστι τὸ ζῷον. τούτου οὖν τοίνυν οὕτως ἔχοντος, ἔστ’ ἂν τὸ ἀποδεδομένον γένος μὴ κατ’ οὐσίαν μόνον σώζηται ἀλλὰ καὶ κατὰ τὸ τοσούτων κατηγορεῖσθαι, τοῦτ’ ἔστιν ἐν τοσούτοις εἶναι, δεῖ κἀκεῖνα σώζεσθαι3 πάντα ἐν οἷς ἐστι.
“再次,如果他们说承受状态乃是它作为其承受状态的那个事物在承受着。” 所说的是:他说,那些声称承受状态乃是它作为其承受状态的那个事物在承受着的人,也与前述之人同样犯了错;因为这样做的人又是把承受者说成是承受状态的属。这个论题看起来可能与前一个论题并无二致,仅在选取方式上不同于前一个论题。因为在前面所说的论题中,承受者仅仅直接是承受状态的属,而在这里则附加了选取的方式;因为那些把承受状态说成是它作为其承受状态的那个事物承受了状态并如此下定义的人,乃是把承受者说成是承受状态的属。因为如果气息是空气的一种承受状态,正如他本人所认为并且在后文中也将说明的那样(他所说的气息是指风),那么把气息定义为“运动着的空气”的人,就是说〔气息〕乃是它作为其承受状态的这个事物(即空气)在承受着;因为被运动就是承受;这样他就成了把承受者指派为承受状态的属。至于气息是空气的一种承受状态,他通过在空气运动和不运动时在数目上同一的空气都持续存在并得以保全来证明,正如他不久前证明不死也是生命的一种承受状态时所说的那样。或者,这两个论题并非同一,它们之间的差异也不像看起来那样仅在于措辞,而是第一个论题针对的是那些如此下定义的人完全犯错、并且由于无知而将承受状态置于承受者之中;因此他本人也这样说:“有时那些把承受状态置于承受者这一属中的人也会彻底犯错”;因此在那个论题中,他仅满足于指出不死是生命的承受状态,指出了他们所无知之处。但在第二个论题中,他把那些将气息说成是运动着的空气的人,视为知晓自己正将承受状态置于承受者这一属中;因此他驳斥这些人,并不是通过指出气息是空气的一种承受状态,而是通过指出由于即使承受状态已不复存在,承受状态的基质仍在数目上保持同一,承受者不可能成为其自身承受状态的属;因为即使在空气中产生的气息已经消灭,空气在数目上仍保持同一;因为承受者并不随承受状态一同消灭。他在说了“因此气息根本不是空气”之后,作为给出原因补充道:“因为即使空气不运动也会有气息,如果曾是气息的同一空气持续存在的话”。他之所以会提出这样的主张,是因为属既非在某处独立实存,亦非如半人马那样毫无实在性的纯粹思想,而是它们的实现在于它们所述说的事物之中,并且当它们所存在于其中的事物被取消并消灭时,在这些事物之中的属的部分也必然一同消灭。因为亚历山大体内的有灵魂的感觉实体,在亚历山大今日消灭时也随之消灭;如果是这样,当属于该属的所有事物都消灭时,属本身也就不复存在。因此,端而言之,当属于它之下的所有事物消灭时,具有属这一属性的事物本身也就一同消灭;但如果属于它之下的事物仅在数目上或种上有一者得以保全,它作为属而言就被消灭了。因为动物之所以是属,不是因为它是有灵魂的感觉实体,而是因为这种本性存在于种上彼此相异的多数事物之中;当这些事物被取消而仅留存一者时,有灵魂的感觉实体(即动物)就不再是属了。因此,既然情况如此,只要所指派的属不仅在实体上得以保全,而且在作为述说这么多事物、即存在于这么多事物之中这一点上也得以保全,那么它所存在于其中的所有那些事物就都必须得以保全。
- 4.68τὸ πάθος λέγοντας εἶναι ἐκεῖνο, οὗ ἐστι πάθος, πάσχον
在动词 λέγοντας 支配的“宾格加不定式”结构中,τὸ πάθος 充当不定式 εἶναι 的逻辑主语,而 ἐκεῖνο ... πάσχον 则作为宾格表语。关系从句 οὗ ἐστι πάθος 修饰先行词 ἐκεῖνο,分词 πάσχον 与 ἐκεῖνο 性数格一致,作表语说明该事物正处于承受状态之中。
- 4.68θείη δ’ ἄν τὸ τοιοῦτον, ἐπεὶ ...
主句动词 θείη ἄν(带 ἄν 的希求法,表潜在,“[亚里士多德]会提出此类主张”)统摄由表示原因的连词 ἐπεὶ 引导的长句。在 ἐπεὶ 引导的从句内部,通过 οὔτε ... οὔτε ... ἀλλ' ... 的对照结构界定了属的实存方式,而修饰分词短语(ἀναιρουμένοις ... καὶ φθειρομένοις)则充当主导动词短语 ἀνάγκη συμφθείρεσθαι 的前提条件。
- 4.68ἔστ’ ἂν τὸ ἀποδεδομένον γένος ... δεῖ κἀκεῖνα σῴζεσθαι
ἔστ’ ἄν 即 ἔστε ἄν,支配虚拟式 σῴζηται,构成表示时间与条件(“只要……/在此期间”)的从句,与主句中的无人称动词 δεῖ(“必须……”)相呼应。它表达了只要所指派的属不仅在实体意义上、而且在其述说多数个别事物的关系中得以保全,那么它所存在于其中的所有事物也必然一并得以保全这一逻辑结论。
