- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:353.4-354.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在《论题篇》卷四第5章(126b34)中论述的把承受状态置于承受基质这一属之中的错误,亚历山大考察了将不死定义为生命的例子,并根据基质保持同一而承受状态发生变化的论据,论证了基质绝不可能是承受状态的属。
" Ἐνίοτε δὲ διαμαρτάνουσι καὶ τὸ πάθος εἰς γένος τὸ πεπονθὸς τιθέντες." Ἁμαρτάνειν φησί τινας καὶ ἐν τῷ τὸ πάθος τινὸς ὡς εἶδος αὐτοῦ λαμβάνειν καὶ κατηγορεῖν αὐτοῦ ὡς γένος τὸ πεπονθὸς αὐτό, ὡς εἰ τοῦ χρώματος γένος τὸ σῶμα λέγοι τις· πάθος γὰρ σώματος τὸ χρῶμα· διὸ οὐδενὸς αὐτοῦ τὸ σῶμα.1 διὰ τοῦτο οὐδὲ τῆς ἐπιστήμης καὶ τῆς ὑπολήψεως ἢ τῆς ἐπιθυμίας ἢ τῆς λύπης ἢ τῆς ὀργῆς γένος ἡ ψυχή. τοῦτο δὲ ποιεῖν φησι τοὺς τὴν ἀθανασίαν ὁριζομένους ζωὴν ἀίδιον· τῆς γὰρ ἀθανασίας γένος ἀποδιδόασι τὴν ζωήν· ἔστι δὲ πάθος ἢ σύμπτωμά τι ἡ ἀθανασία τῆς ζωῆς. ὅτι δὲ πάθος τι καὶ σύμπτωμα ζωῆς ἡ ἀθανασία, ἔδειξεν ἐπὶ ὑποθέσει τῇ ἐκ θνητοῦ ἀθάνατον γίνεσθαι. οὐ γὰρ μεταλήψει ἄλλης ζωῆς ἀθάνατον ἔσται τὸ τέως θνητὸν ἀλλ’ ὡς συμπτώματί τινι καὶ πάθει· ἡ γὰρ αὐτὴ ζωὴ παθοῦσα ἀθανασία ἔσται. εἰ δὲ παθοῦσα ἡ ζωὴ ἀθανασία γίνεται, εἴη ἂν πάθος τῆς ζωῆς ἡ ἀθανασία. εἰ οὖν τοῦ πάθους τοῦ ἰδίου τὸ πεπονθὸς οὐκ ἔστι γένος (σύμπτωμα γάρ τι καὶ συμβεβηκὸς τὸ πάθος τοῦ πεπονθότος ἀλλ’ οὐκ εἶδος), οὐδὲ ἂν τῆς ἀθανασίας γένος εἴη ἡ ζωή· οὐδὲ γὰρ γλυκύτητος τὸ σῶμα γένος οὐδὲ ἡδονῆς ἢ λύπης ἡ ψυχή. ἀλλὰ καὶ εἰ μὴ συγχωροίη τις πάθος ζωῆς εἶναι τὴν ἀθανασίαν, ὁ μὲν εἰρημένος τόπος ὑγιής, τὸ παράδειγμα δ’ ἂν τὴν αἰτίαν ἔχοι. καὶ εἰ μὴ πάθος δὲ ἡ ἀθανασία τῆς ζωῆς, διαφορὰ ἂν αὐτῆς εἴη· εἴδη μὲν γὰρ ζῴου λογικοῦ ἄνθρωπος καὶ θεός, διαφορὰ δὲ αὐτοῖς κατὰ τὸ θνητὸν καὶ ἀθάνατον. ἀλλ’ εἰ ἀθανασία διαφορὰ ζωῆς, οὐδ’ οὕτως αὐτῆς γένος ἡ ζωή· προείρηται γὰρ ἁμαρτάνειν καὶ τοὺς τὴν διαφορὰν ἐν εἴδει τιθέντας. σημεῖον δὲ ποιεῖται τοῦ πάθος ἀλλὰ μὴ εἶδος εἶναι τὸ τεθὲν ἐν τῷ γένει τὸ μένον τὸ αὐτὸ κατὰ τὸ ὑποκείμενον καὶ τὸν ἀριθμὸν τὸ ἀποδοθὲν γένος πάθος τι προσλαβὸν ἢ κατὰ πάθος μεταβάλλον γίνεσθαι τοιοῦτον,2 ὃ οὐχ οἷόν τε ἐπὶ τῶν γενῶν γίνεσθαι· οὐ γάρ, ἂν ὑπόθηταί τις τὸν ἄνθρωπον εἰς ἵππον μεταβάλλειν, τὸ αὐτὸ 〈τὸ〉 ζῷον τὸ ἐν τῷ ἀνθρώπῳ μεῖναν κατ’ ἀριθμὸν ἵππος ἂν γένοιτο κατά τι πάθος μεταβάλλον.
“有时他们也会因为把承受状态置于承受者这一属中而彻底犯错。” 他说,某些人之所以犯错,还在于把某物的承受状态当作它的种来选取,并把承受该状态的事物本身作为属来述说它,正如有人把物体说成是颜色的属一样;因为颜色是物体的承受状态;因此物体绝不是它[任何颜色]的属。正因如此,灵魂也不是知识和信念、或欲望、或痛苦、或愤怒的属。他说,那些将不死定义为永恒生命的人就犯了这种错误;因为他们将生命指派为不死的属;而不死乃是生命的一种承受状态或偶性。至于不死是生命的一种承受状态和偶性,他依据从会死者变成不死者这一假设作出了证明。因为此前会死之物并不是通过分有另一种生命而成为不死的,而是作为通过某种偶性和承受状态而成为不死的;因为同一生命承受了该状态后将成为不死。如果生命承受了该状态后成为不死,那么不死就将是生命的一种承受状态。因此,如果承受者不是其固有承受状态的属(因为承受状态是承受者的某种偶性和附随性质,而不是种),那么生命也不会是不死的属;因为物体同样不是甜味的属,灵魂也不是快乐或痛苦的属。然而,即使有人不承认不死是生命的承受状态,所论述的论题依然是健全的,而受指责的只是这个例证。此外,即使不死不是生命的承受状态,它也会是它的种差;因为理性动物的种是人与神,它们的种差在于能死与不死。但如果不死是生命的种差,生命即便如此也不是它的属;因为此前已经说过,把种差置于种之中的人也是犯错的。他将下述情况作为置于属中的事物是承受状态而非种的标志:所指派的属在基质和数目上保持同一,通过获得某种承受状态或依据承受状态而变化,从而变成此类事物,而这在属的情形中是不可能发生的;因为即便有人假设人变化为马,在人当中的动物也不可能在数目上保持同一,通过依某种承受状态发生变化而成为马。
- 4.67διὸ οὐδενὸς αὐτοῦ τὸ σῶμα
省略了述部名词 γένος(属)。αὐτοῦ 是中性单数属格,指代前文的 τὸ χρῶμα(颜色)。全句意为“因此物体绝不是它[颜色]的任何一种的属”。
- 4.67σημεῖον δὲ ποιεῖται τοῦ πάθος ἀλλὰ μὴ εἶδος εἶναι τὸ τεθὲν ἐν τῷ γένει τὸ μένον τὸ αὐτὸ κατὰ τὸ ὑποκείμενον καὶ τὸν ἀριθμὸν τὸ ἀποδοθὲν γένος πάθος τι προσλαβὸν ἢ κατὰ πάθος μεταβάλλον γίνεσθαι τοιοῦτον
全句句法骨架为:动词 ποιεῖται 带有说明标志内容的属格动名词短语 τοῦ ... εἶναι(……是承受状态而非种的),而其直接宾语则是对格不定词短语 τὸ ... γίνεσθαι τοιοῦτον(……成为此类事物)。在该对格不定词结构中,τὸ ἀποδοθὲν γένος 是主语对格,分词 μένον、προσλαβόν 和 μεταβάλλον 均作其同格修饰语。
