- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:350.24-353.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《论题篇》卷四第5章(126b13)中关于在定义中颠倒属与种差的错误。他以惊愕与确信的定义为例,详细阐述了混淆属与种差将导致无灵魂的性质自身承受该性质等荒谬结论以及无穷后退的论证。
" Ἔτι ἐνίοτε ἀνάπαλιν τὸ μὲν γένος ὡς διαφορὰν ἀποδιδόασιν." Ὅτι μὲν οὐ δεῖ τὸ εἶδος ἐν γένει τῇ διαφορᾷ τιθέναι, φθάνει διὰ τῶν πρώτων δεδεῖχθαι· τὸ μὲν γὰρ γένος ἐν τῷ τί ἐστιν, “οὐδεμία δὲ διαφορὰ σημαίνει τί ἐστιν”, ὡς εἶπεν, “ἀλλὰ μᾶλλον ποιόν τι”. νῦν δὲ οὐχ ἁπλῶς λέγει περὶ τῶν ὡς ἐν γένει τῇ διαφορᾷ τιθέντων ἀλλὰ καὶ τὸ γένος ὡς διαφορὰν τοῦ προκειμένου λαμβανόντων· ἐὰν γὰρ ὁριζόμενός τις τὸ μὲν γένος ὡς διαφορὰν αὐτοῦ ἀποδιδῷ τὴν δὲ διαφορὰν ὡς γένος, δῆλον ὡς ἁμαρτάνει, καὶ δῆλον ὅτι ἀναιρήσομεν τὸ τοιοῦτον ὡς οὐκ ὂν γένος χρώμενοι τῷ τόπῳ τούτῳ. ποιοῦσι δὲ τοῦτο οἱ τὴν ἔκπληξιν ὁριζόμενοι ὑπερβολὴν θαυμασιότητος. ὁ γὰρ οὕτως ὁριζόμενος γένος μὲν τὴν ὑπερβολὴν λαμβάνει τῆς ἐκπλήξεως, οὐκ ὀρθῶς· οὐ γάρ ἐστι γένος τῆς ἐκπλήξεως ἡ ὑπερβολὴ ἀλλ’ ἡ θαυμασιότης, ἡ δὲ ὑπερβολὴ διαφορά· τῶν γὰρ θαυμαζόντων οἱ μὲν καθ’ ὑπερβολὴν θαυμάζουσιν, ὡς οἱ ἐκπεπληγμένοι, οἱ δὲ μετρίως· τὸ δὲ θαυμάζειν καθ’ ὑπερβολήν ἐστι τὸ ἐκπλήττεσθαι. οὐ γένος οὖν τὸ ἀποδοθέν. ὅμοιον ἁμάρτημα καὶ τὸ τὴν πίστιν ἀποδοῦναι σφοδρότητα ὑπολήψεως· καὶ γὰρ ἐνταῦθα ὁ οὕτως ὁριζόμενος γένος μὲν λαμβάνει τὴν σφοδρότητα διαφορὰν δὲ τὴν ὑπόληψιν· ἔχει δὲ ἔμπαλιν· τῆς γὰρ ὑπολήψεως γένους οὔσης ἡ σφοδρότης ἐστὶ διαφορά· τῶν γὰρ ὑπολήψεων αἱ μέν εἰσι σφοδραὶ αἱ δὲ μέτριοι· αὗται γὰρ ὑπολήψεως διαφοραί· καὶ ἔστιν ἡ πίστις ὑπόληψις σφοδρά. ὅτι δὲ μὴ γένη μήτε ἡ ὑπερβολὴ μήτε ἡ σφοδρότης τῶν εἰρημένων, δείκνυσι καὶ οὕτως· ἐπεὶ ἡ ὑπερβολὴ καὶ ἡ σφοδρότης ἐν ἐκείνοις εἰσὶν ὧν εἰσι (πᾶσα γὰρ σφοδρότης ἐν ἐκείνῳ οὗ ἐστι σφοδρότης, οἷον ἡ τοῦ πνεύματος ἐν τῷ πνεύματι καὶ ἡ τοῦ βέλους ἐν τῷ βέλει· ὁμοίως καὶ ἡ ὑπερβολή· ἡ γὰρ τοῦ λευκοῦ ὑπερβολὴ ἐν τῷ λευκῷ καὶ ἡ τοῦ γλυκέος ἐν τῷ γλυκεῖ· ἡ γάρ τινος σφοδρότης ἐν ἐκείνῳ ἐστὶν οὗ ἐστι σφοδρότης, καὶ ἡ τινος ὑπερβολὴ ὁμοίως ἐν ἐκείνῳ οὗ ἐστιν ὑπερβολή· ἐν γὰρ τῷ ὑπερβάλλοντι ἡ ὑπερβολή· ὁμοίως δὲ καὶ ἡ σφοδρότης ἐν ἐκείνῳ· ὥστε ἡ ὑπερβολὴ τῆς θαυμασιότητος ἐν τῇ θαυμασιότητι ἔσται· ὁμοίως καὶ ἡ σφοδρότης τῆς ὑπολήψεως ἐν τῇ ὑπολήψει ἔσται), ἐπεὶ οὖν ἐστιν ἡ μὲν ἔκπληξις ὑπερβολή (γένος γὰρ αὐτῆς τοῦτο) ἡ δὲ πίστις σφοδρότης, ἔσται καὶ ἡ μὲν ἔκπληξις ἐν τῇ θαυμασιότητι, ἡ δὲ πίστις ἐν τῇ ὑπολήψει.1 εἰ δὲ τοῦτο, ἐν ᾧ δέ ἐστιν〈ἡ〉 θαυμασιότης, τοῦτο θαυμάζει, καὶ ἐν ᾧ ἡ πίστις, τοῦτο πιστεύει, ἐκπλαγήσεται ἡ θαυμασιότης καὶ πιστεύσει ἡ πίστις ἄψυχα ὄντα· ποιότητες γὰρ [καὶ] ταῦτα τῆς ψυχῆς. τοῦτο δὲ ἀδύνατον· οὔτ’ ἄρα ἡ ὑπερβολὴ γένος τῆς ἐκπλήξεως οὔτε ἡ σφοδρότης τῆς πίστεως. Ἔτι, φησί, τῷ οὕτως ἀποδιδόντι συμβήσεται σφοδρότητα σφοδρὰν λέγειν καὶ ὑπερβολὴν ὑπερβάλλουσαν, τοῦτ’ ἔστι σφοδρότητα σφοδρότητος καὶ ὑπερβολὴν ὑπερβολῆς. ὃ δείκνυσιν οὕτως· ἐπεὶ ἔστι τις πίστις σφοδρά (διαφορὰ γὰρ πίστεως, καὶ εἰσὶν αὐτῶν αἱ μὲν σφοδραὶ αἱ δὲ οὐ σφοδραί), ἔστι δὲ καὶ καθόλου ἡ πίστις σφοδρότης, εἰ γένος αὐτῆς ἡ σφοδρότης, ἔσται [ἡ σφοδρότης] τις σφοδρὰ σφοδρότης. ὁμοίως καὶ ἐπεὶ ἔκπληξίς τίς ἐστιν ὑπερβάλλουσα (εἰσὶ γὰρ τοιαῦταί τινες ἐκπλήξεις), καθόλου δὲ ἡ ἔκπληξις * * * * *, ἔσται ὑπερβολὴ ὑπερβάλλουσα. οὐ δοκεῖ δὲ οὐδέτερον τούτων οἷόν τε εἶναι, ὥσπερ οὐδὲ ἡ ἐπιστήμη αὐτὴ ἐπιστῆμον οὐδὲ ἡ κίνησις κινούμενον· οὔτε γὰρ κινήσεως κίνησις, ἀλλὰ κινουμένου, οὔτε ἡ ἐπιστήμη ἐπιστητόν ἐστιν οὐδὲ ἐπιστάμενον. ἀλλὰ τοῦ ἐπιστήμονος ἐπιστήμη, οὔτε ἡ ὑπερβολὴ ὑπερβολῆς, ἀλλὰ τοῦ ὑπερβάλλοντος· ὁμοίως οὐδὲ ἡ σφοδρότης σφοδρότητος. πάντα γὰρ τὰ τοιαῦτα ἄλλων ἐστὶ καὶ ἐν ἄλλοις, καὶ οὐδέν ἐστιν αὐτῶν αὐτὸ ἐφ’ ἑαυτοῦ· οὐδὲν δὲ δοκεῖ τῶν ἔν τισιν ὄντων [δ] ἐκεῖνα αὐτὸ ἑαυτῷ ἐπιφέρειν.2 οἷον ἡ ἐπιστήμη τῷ μὲν ἔχοντι αὐτὴν ἐπιφέρει τὸ εἶναι ἐπιστήμονα, αὐτὴ δὲ ἑαυτῇ οὔ· οὐ γάρ ἐστιν ἐπιστήμων ἡ ἐπιστήμη· ὁμοίως δὲ καὶ ἡ κίνησις παρέχει τὸ ἔχον αὐτὴν κινούμενον, αὐτὴ δὲ οὐ κινεῖται. οὕτω καὶ ἡ ὑπερβολὴ τῷ μὲν ἔχοντι αὐτὴν ἐπιφέρει τὸ εἶναι ὑπερβάλλοντι, αὐτὴ δὲ οὐκ ἔστιν οὔτε ὑπερβάλλουσα οὔτε ὑπερβάλλον· ὁ αὐτὸς καὶ ἐπὶ σφοδρότητος λόγος. καὶ γὰρ ἂν ἑαυτοῖς ἐπιφέρῃ ταῦτα ἃ ἐπιφέρει τούτοις ἐν οἷς ἐστιν, εἰς ἄπειρον προελεύσεται, ὡς ἐν Φυσικῇ ἀκροάσει δέδεικται. εἰ γὰρ τῆς σφοδρότητος σφοδρότης ἐστί, κἀκείνης πάλιν τῆς σφοδρότητος ἔσται σφοδρότης, καὶ τοῦτ’ εἰς ἄπειρον· ὁμοίως καὶ εἰ τῆς ὑπερβολῆς ὑπερβολή, ἔσται καὶ τῆς ὑπερβολῆς 〈ἐκείνης πάλιν ἄλλη〉 ὑπερβολή, καὶ τοῦτο εἰς ἄπειρον.
“此外,有时他们反过来把属作为种差指派。” 不可把种置于作为属的种差之中,这一点早先已通过前面的论题得到了证明;因为属是在“是什么”的范畴内,而正如他所说,“没有任何种差表示是什么,而是宁可表示某种性质”。但现在他所说的不仅单纯是指那些把某物置于作为属的种差之中的人,而且也指那些把所论事项的属作为种差来选取的人;因为如果有人在下定义时,把它的属作为其种差来指派,而把种差作为属,显然他犯了错误,并且显然我们将使用这一论题,以其不是属为由反驳此类事物。而那些将惊愕定义为惊异的过度的人正犯了这种错误。因为这样下定义的人把过度作为惊愕的属来选取,这是不正确的;因为惊愕的属不是过度而是惊异,过度则是种差;因为在惊异的人中,有些人过度地惊异,如同那些陷入惊愕的人,有些人则适度地惊异;而过度地惊异就是陷入惊愕。因此,所指派的并不是属。将确信指派为主见的强烈也是类似的错误;因为在这里,这样下定义的人也是把强烈作为属来选取,而把主见作为种差;但实情正相反;因为在主见是属的情况下,强烈是种差;因为在主见中,有些是强烈的,有些是适度的;因为这些是主见的种差;而确信乃是强烈的主见。至于过度和强烈都不是上述事物的属,他还如下表明:由于过度和强烈都在它们所归属的那些事物之中(因为每一种强烈都在它是其强烈的事物之中,例如风的强烈在风中,箭的强烈在箭中;过度同样如此;因为白色的过度在白物中,甜味的过度在甜物中;因为某物的强烈在它是其强烈的事物之中,某物的过度同样也在它是其过度的事物之中;因为过度在过度者之中,强烈同样也在那事物之中;所以惊异的过度将存在于惊异之中;主见的强烈也同样将存在于主见之中)——既然惊愕是过度(因为这被当作它的属),而确信是强烈,那么惊愕也将在惊异之中,确信也将在主见之中。而如果这样,且具有惊异的事物产生惊异,具有确信的事物持有确信,那么惊异将会陷入惊愕,确信将会持有确信,尽管它们是无灵魂之物;因为这些是灵魂的性质。但这绝不可能;因此,过度既不是惊愕的属,强烈也不是确信的属。此外他说,对于这样指派的人,将会导致说出强烈的强烈和过度的过度,即强烈的强烈与过度的过度。对此他如下证明:既然存在某种强烈确信(因为这是确信的种差,并且在它们中有些是强烈的,有些则不是强烈的),并且如果强烈是确信的属,则确信普遍地是强烈,那么就将存在某种强烈的强烈。同样,既然存在某种过度的惊愕(因为存在某些此类惊愕),并且惊愕普遍地是*****,那么就将存在过度的过度。但这二者似乎都是不可能的,正如知识本身不是有知识的,运动本身不是被运动的一样;因为不存在运动的运动,而只存在被运动者的运动,知识既非可知之物也非认知者,而是认知者的知识,过度也不是过度的过度,而是过度者的过度;同样强烈也不是强烈的强烈。因为所有此类事物都属于他物且存在于他物之中,它们中没有任何一个是其自身的自存之物;而且在某些事物之中的事物,似乎没有一个会把自身赋予那些事物的东西赋予自身。例如,知识赋予具有它的人成为有知识者,但并不赋予自身;因为知识本身并非有知识者;同样运动也使得具有它的事物成为被运动者,但自身并不运动。同样,过度也赋予具有它的人成为过度者,但自身既非过度的也非过度者;关于强烈的道理也是如此。因为如果它们把它们赋予其所在之物的东西也赋予自身,就会进行到无限,正如在《物理学》中所证明的那样。因为如果存在强烈的强烈,那么对那种强烈又将存在强烈,并且这将进行到无限;同样,如果存在过度的过度,那么对那种过度又将存在另一种过度,并且这也将进行到无限。
- 4.66ἐπεὶ ἡ ὑπερβολὴ καὶ ἡ σφοδρότης ἐν ἐκείνοις εἰσὶν ὧν εἰσι ... ἐπεὶ οὖν ἐστιν ἡ μὲν ἔκπληξις ὑπερβολή ... ἔσται καὶ ἡ μὲν ἔκπληξις ἐν τῇ θαυμασιότητι, ἡ δὲ πίστις ἐν τῇ ὑπολήψει.
长因果句结构。由 ἐπεὶ ἡ ὑπερβολὴ... 引入的大前提在经过长篇插入性的例证说明(πᾶσα γὰρ σφοδρότης... ἐν τῇ ὑπολήψει ἔσται)后,伴随着小前提的引入由 ἐπεὶ οὖν ἐστιν ἡ μὲν ἔκπληξις... 重新提起,最终落实到主句 ἔσται καὶ ἡ μὲν ἔκπληξις...。
- 4.66οὐδὲν δὲ δοκεῖ τῶν ἔν τισιν ὄντων [δ] ἐκεῖνα αὐτὸ ἑαυτῷ ἐπιφέρειν
主语是 οὐδὲν ... τῶν ἔν τισιν ὄντων(“在某些事物之中的事物没有一个……”)。ἐκεῖνα 作为先行词指代“它赋予其所在之物的那些性质”(紧接后文的例证以及随后的 καὶ γὰρ ἂν ἑαυτοῖς ἐπιφέρῃ ταῦτα ἃ ἐπιφέρει τούτοις ἐν οἷς ἐστιν 证实了这一结构),支配不定词短语 αὐτὸ ἑαυτῷ ἐπιφέρειν。
