← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§349.15-350.23

能力作为属的不当性与归入两个属的疑难

亚历山大首先通过三段论论证了由于能力是工具性的善且因外在目的而被选取,因此不能作为“因自身而值得选取之物”的属;其次讨论了把同时属于两个属的事物(如欺诈者同时属于抉择与能力)仅归入其一的错误,并考察了两个非从属性之属如何同时适用的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.64

" Καὶ εἴ τι τῶν δι’ αὑτὸ τιμίων ἢ αἱρετῶν εἰς δύναμιν ἢ τὸ δυνατὸν ἢ τὸ ποιητικὸν ἔθηκεν." Οὐ μόνον τὰ ψεκτὰ οὐ δεῖ ἐν γένει τῇ δυνάμει τιθέναι, ἀλλ’ οὐδὲ τὰ δι’ αὑτὰ [ἂν] αἱρετά τε καὶ τίμια· ἡ γὰρ δύναμις ὀργανικὸν ἀγαθόν, πᾶν δὲ τὸ τοιοῦτον δι’ ἄλλο αἱρετόν. πᾶν γὰρ τὸ ὀργανικὸν ἢ τὸ ποιητικὸν ἀγαθὸν δι’ ἄλλο αἱρετόν· διὰ γὰρ τὸ γινόμενον ὑπ’ αὐτοῦ. διὸ τῶν δι’ αὑτὰ αἱρετῶν τε καὶ τιμίων οὐκ ἂν εἴη γένος τὸ τοιοῦτον· πᾶσα γὰρ δύναμις καὶ πᾶν τὸ δυνατὸν ἢ τὸ ποιητικὸν δι’ ἄλλο αἱρετόν. διὰ τούτου ἔδειξεν ὅτι τῶν δι’ αὑτὰ αἱρετῶν μή ἐστι δύναμις γένος, διότι πᾶσα δύναμις δι’ ἄλλο αἱρετή. οὐ πάντως μὲν γὰρ τῶν δι’ αὑτὰ αἱρετῶν καὶ τὰ γένη δι’ αὑτὰ αἱρετά· τῆς γοῦν ἀρετῆς δι’ αὑτὴν αἱρετῆς οὔσης ἡ ἕξις γένος οὖσα οὐκ ἔστιν ἁπλῶς δι’ αὑτὴν αἱρετή, εἴ γε καὶ ἡ κακία ἕξις· ἀλλ’ ἔστι καὶ δι’ αὑτὴν αἱρετή· ὅσον γὰρ ἐν τῇ ἀρετῇ τῆς ἕξεώς ἐστι, τοιοῦτόν ἐστιν. ἐν δὲ τῇ δυνάμει οὐδέν ἐστι δι’ αὑτὸ αἱρετόν, εἴ γε πᾶσα δύναμις δι’ ἄλλο αἱρετή. ὁ συλλογισμὸς τοιοῦτος· πᾶσα δύναμις δι’ ἄλλο αἱρετή, οὐδὲν τῶν δι’ αὑτὸ αἱρετῶν δι’ ἄλλο αἱρετόν, οὐκ ἄρα τῶν δι’ αὑτὸ αἱρετῶν ἡ δύναμις.1 σαφῶς δὲ ἐδήλωσε πῶς ἐστιν ἀγαθὰ τὰ ὡς δυνάμεις· ὡς γὰρ ὄργανα καὶ δι’ ἄλλα. ἂν δή τις λέγῃ τὴν φρόνησιν δύναμιν ποιητικὴν τοῦ ὠφελίμου, οὗτος τὸ δι’ αὑτὸ αἱρετὸν ἐν γένει τῷ δι’ ἄλλο αἱρετῷ θήσεται.

“还要看他是否把任何因自身而受尊崇或值得选取之物归入能力、有能力者或生成性者之中。” 不仅不可把应受谴责之事归入作为属的能力之中,而且也不可[把]因自身而值得选取且受尊崇之物[归入其中];因为能力是工具性的善,而所有此类事物都是因他物而值得选取的。因为一切工具性的或生成性的善都是因他物而值得选取的,因其所生成之故。因此,此类事物不会是因自身而值得选取且受尊崇之物的属;因为每种能力以及每个有能力者或生成性者都是因他物而值得选取的。通过这一点,他表明了能力不是因自身而值得选取之物的属,因为每种能力都是因他物而值得选取的。因为因自身而值得选取之物的属并非完全也是因自身而值得选取的;无论如何,德性因自身而值得选取,作为其属的品性却并不单纯是因自身而值得选取的,假若恶习也是一种品性的话;然而它也是因自身而值得选取的,因为品性之中处于德性之内的部分是此类性质的。但在能力之中,则没有一件东西是因自身而值得选取的,假若每种能力都是因他物而值得选取的话。其三段论如下:每种能力都是因他物而值得选取的;因自身而值得选取之物中没有一件是因他物而值得选取的;因此,能力不是因自身而值得选取之物的[属]。他清楚地说明了作为能力的事物是如何作为善的;因为它们是作为工具并且因他物[而是善]的。因此,如果有人说实践智慧是有益之物的生成性能力,此人就是把因自身而值得选取之物置于因他物而值得选取之物的属中了。

§4.65

"Ἢ εἴ τι τῶν ἐν δυσὶ γένεσιν ἢ πλείοσιν εἰς θάτερον ἔθηκεν." Εἴ τινα ἐν δύο γένεσιν ὄντα ἅμα θείη τις ἐν τῷ ἑτέρῳ μόνῳ, οὐδὲ οὕτως ἂν καλῶς εἴη τὸ γένος ἀποδιδούς. ἔστι δέ τινα τὰ ἐν δύο γένεσιν ἅμα, ὡς ὁ φέναξ καὶ ὁ διάβολος· ἑκάτερος γὰρ τούτων καὶ [ἐν] τῷ προαιρεῖσθαι τὰ τοιαῦτα καὶ [ἐν] τῷ δύνασθαι τοιοῦτος· οὔτε γὰρ ὁ μόνον προαίρεσιν ἀπατῶντος ἢ διαβάλλοντος ἔχων φέναξ καὶ διάβολος οὔθ’ ὁ μόνον δύναμιν ἔχων ἑκατέρου τούτων. ἂν δή τις ἢ ἐν δυνάμει τῶνδέ τινων ἢ ἐν προαιρέσει τιθῇ τούτων ἑκάτερον, οὐκ ἀποδώσει οὐδετέρου τὸ γένος· οὔτε γὰρ ὁ ἐν προαιρέσει μόνῃ τούτων ὢν ἤδη τοιοῦτος, οὔτε εἰ ἐν δυνάμει τις μόνῃ τούτων τιθείη τοὺς τοιούτους, ὑγιὲς διὰ τὸν προειρημένον τόπον. ταὐτὸν καὶ ἐπὶ τοῦ κλέπτου καὶ ἐπὶ τῶν προειρημένων λέγοιτ’ ἄν. ζητῆσαι δ’ ἄν τις εἰ οἷόν τε ἐν δύο τισὶ γένεσιν εἶναι μὴ ὑπαλλήλοις οὖσιν ἢ μὴ ὑπὸ ταὐτόν τε καὶ ἓν γένος ἀμφοτέρων ὄντων τῶν γενῶν. οὐ δοκεῖ δὲ οὔτε ὑπάλληλα εἶναι ἥ τε προαίρεσις καὶ ἡ δύναμις οὔτε ὑφ’ ἕν τι, εἰ μή τις ἄμφω ὑπὸ τὴν ποιότητα εἶναι λέγοι. ἢ κοινόν τι γένος ἐξ ἀμφοτέρων συγκείμενον ἀνώνυμον·2 πολλὰ δὲ γένη ἑνὶ ὀνόματι ἀνώνυμα.

“或者他是否把处在两个或更多个属之中的任何事物归入了二者之一。” 如果有人把同时处于两个属之中的某些事物仅归入二者之一,即使这样他也不会妥当地指派其属。而确实存在同时处于两个属之中的某些事物,例如欺诈者与诽谤者;因为他们中的每一个人,无论就抉择做这类事而言,还是就有能力做这类事而言,都是这样的人;因为单单具有欺瞒者或诽谤者之抉择的人既非欺诈者也非诽谤者,单单具有这二者各自之能力的人也并非如此。因此,如果有人把他们中的每一个人要么置于做这些事的某种能力中,要么置于抉择中,他就未能指派任何一者的属;因为仅处于对这些事的抉择中的人并非已经是这样的人,而如果有人把这样的人仅置于做这些事的能力中,由于前面提到的论题,这同样不是健全的。对于窃贼以及前面提到的人,也可以说同样的话。然而有人可能会探究,某物是否可能处于互不相属、或者两属并不在同一个单一的属之下的两个属之中。但抉择与能力似乎既不是互为从属的,也不是处于单一事物之下的,除非有人说二者都属于质;或者[可以说],由二者合成的某种共通之属是没有名称的;而很多属在一名单称之下都是无名的。

语法注2 条
  1. 4.64οὐκ ἄρα τῶν δι’ αὑτὸ αἱρετῶν ἡ δύναμις

    这是三段论的结论部分,主语是 ἡ δύναμις,省略了表语补足成分 γένος(以及系动词 ἐστί)。属格短语 τῶν δι’ αὑτὸ αἱρετῶν 依附于省略的 γένος,作宾格性属格或领属属格,即“因此,能力不是因自身而值得选取之物的[属]”。

  2. 4.65ἢ κοινόν τι γένος ἐξ ἀμφοτέρων συγκείμενον ἀνώνυμον

    句首的连词 ἤ 引出了对前一从句(εἰ μή τις ἄμφω ὑπὸ τὴν ποιότητα εἶναι λέγοι)的另一种替代解决办法(析取)。这是一个省略了主要动词(如 λέγοι ἄν τις 或 ἐστί)的名词性短语结构,表达“或者[可以说]由二者合成的某种共通之属是没有名称的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:349.15-350.23