← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§34.6-35.30

辩证术的构成要素与课题及前提

亚历山大注释亚里士多德《论题篇》第一卷第四章开头关于考察辩证方法之构成的论述,阐明了课题、前提以及充裕获取推论的工具之间的范围与对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#1

" Πρῶτον οὖν θεωρητέον ἐκ τίνων ἡ μέθοδος." Εἰπὼν πρῶτον τὰ περὶ τῆς διαλεκτικῆς (ταῦτα δὲ ἦν ἡ πρόθεσις τῆς μεθόδου, ἡ πρὸς τὰς ἄλλας τὰς συλλογιστικὰς μεθόδους αὐτῆς διαφορά, τὸ χρήσιμον τὸ ἀπ’ αὐτῆς, ἡ τοῦ τέλους ἐπίκρισις) ἀκολούθως λοιπὸν λέγει περὶ τούτων ἐξ ὧν αὐτῇ τὸ εἶναι,1 καὶ ἐπὶ τὸν περὶ τούτων μέτεισι λόγον ζητῶν ἐν τίσιν αὐτῇ τὸ εἶναι, καὶ ἐκ τίνων συνέστηκε, καὶ περὶ τίνα χρὴ σπουδάζειν τὸν ἐσόμενον διαλεκτικόν, καὶ τίνα εἰδότες τε καὶ ποιεῖν δυνάμενοι ἐσόμεθα διαλεκτικοί. τὴν μὲν γὰρ κτῆσιν τῶν χρησίμων ἡ γνῶσις ἡμῖν παρέξει ἡ τοῦ ἐν τίσιν αὐτῇ τὸ εἶναι, τὴν δὲ χρῆσιν τούτων ἡ παράδοσις τῶν τόπων. πρῶτον οὖν φησι δεῖν θεωρῆσαι ἐκ τίνων ἐστὶν ἡ μέθοδος. ὃ προσθεὶς ἐπιφέρει εἰ δὴ λάβοιμεν πρὸς πόσα καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι, καὶ πῶς τούτων εὐπορήσομεν, ἔχοιμεν ἂν ἱκανῶς τὸ προκείμενον, τὸ θεωρῆσαι ἐκ τίνων ἡ μέθοδος. εἰ γὰρ μὴ περιληφθείη τισὶν εἴδεσι τὰ ἐξ ὧν καὶ ἐν οἷς ἡ μέθοδος, οὔτ’ ἂν μάθησις αὐτῶν οὔτε γνῶσις γενέσθαι δύναιτο· τὰ γὰρ καθ’ ἕκαστα ἄπειρα. εἴη δ’ ἂν τὸ λεγόμενον ‘εἰ εἰδείημεν ἐκ τίνων ἡ διαλεκτικὴ μέθοδος, καὶ ἐν τίσιν αὐτῇ τὸ εἶναι, καὶ μάθοιμεν πρὸς πόσα τε καὶ τίνα οἱ κατὰ ταύτην συλλογισμοὶ γίνονται καὶ ἐκ τίνων’. ἔστι δὲ τὸ μὲν πρὸς πόσα τε καὶ ποῖα [εἰρημένον] περὶ τῶν προβλημάτων,2 ὡς ἐρεῖ· περὶ γάρ τινος προκειμένου προβλήματος ὁ διαλεκτικὸς τὸν λόγον κινεῖ καὶ τὸν συλλογισμὸν ποιεῖται. δεῖ οὖν εἰδέναι πόσα τε καὶ τίνα ἐστὶ τὰ γένη τῶν προβλημάτων τῶν διαλεκτικῶν. τὸ δ’ ἐκ τίνων περὶ τῶν προτάσεων. οὐχ ἁπλῶς δὲ σημαίνοι ἂν τὸ ἐκ τίνων τὸ ὅτι ἐκ προτάσεων, ἀλλὰ λέγοι ἂν καὶ ἐπὶ τούτων τὸ ‘ἐκ πόσων καὶ τίνων’· οὐ γὰρ ἐκ πάσης προτάσεως ὁ διαλεκτικὸς συλλογισμός. ἂν οὖν εἰδῶμεν τά τε προβλήματα τὰ διαλεκτικὰ πόσα ἐστὶ καὶ ποῖα (πόσα μὲν τῷ γένει δῆλον ὅτι, ποῖα δὲ ἀντὶ τοῦ ‘τίνα’· οὐδέπω γὰρ οἶδε τίνα ἐστὶ τὰ γένη τῶν προβλημάτων ὁ μόνον εἰδὼς ὅτι τέσσαρα), εἰδῶμεν δὲ καὶ τὰς προτάσεις ἐξ ὧν οἱ πρὸς τὰ τοιαῦτα προβλήματα γίνονται συλλογισμοί (λόγους γὰρ λέγοι ἂν τοὺς συλλογισμούς, ἢ καὶ τὰς ἐπαγωγάς· καὶ γὰρ ὁ ἐπακτικὸς λόγος διαλεκτικός, ὡς ἐρεῖ), πρὸς δὲ τούτοις εἰ εἰδείημεν καὶ ταῦτα δι’ ὧν οἷόν τέ ἐστιν εὐπορεῖν τούτων (λέγοι δ’ ἂν τοῦτο ἤτοι καὶ περὶ τῶν προβλημάτων καὶ τῶν προτάσεων, ἐπεὶ μὴ πᾶν πρόβλημα διαλεκτικόν, ἀλλὰ τὸ τοιοῦτον οἷον ἐρεῖ προελθών· ἢ περὶ τῶν προτάσεων, δι’ ὧν οἱ συλλογισμοί, μόνον λέγει τὸ πῶς τούτων εὐπορήσομεν· ἐν γὰρ τῇ τῶν προτάσεων εὐπορίᾳ τὸ πλεῖστον τοῦ συλλογίζεσθαι· ἢ λέγοι ἂν τὸ καὶ πῶς τούτων εὐπορήσομεν περὶ τῶν διαλεκτικῶν λόγων, τοῦτ’ ἔστι τῶν τε συλλογισμῶν καὶ τῶν ἐπαγωγῶν), εἴημεν ἂν τεθεωρηκότες3 ἐκ τίνων ἡ μέθοδός ἐστιν ἡ διαλεκτική. ὅτι γὰρ τοῦτο λέγειν δοκεῖ διὰ τοῦ καὶ πῶς τούτων εὐπορήσομεν (τῶν γὰρ λόγων περὶ ὧν προείρηκεν, ἀλλ’ οὐ τῶν προβλημάτων τε καὶ τῶν προτάσεων), δηλοῖτο ἂν ἐκ τοῦ μετὰ τὸ εἰπεῖν αὐτὸν4 περὶ τε τῶν προβλημάτων τῶν διαλεκτικῶν καὶ τῶν προτάσεων καὶ τί ἐστιν ἑκάτερον αὐτῶν ἐπιδεῖξαι, ὅτι πᾶν τὸ διαλεκτικὸν πρόβλημα, ὁμοίως δὲ καὶ πρότασις, ἢ περί τινος τῶν “πρὸς αἵρεσιν ἢ φυγὴν” τὴν ἀναφορὰν ἐχόντων ἐστὶν ἢ περί τινος τῶν “πρὸς ἀλήθειαν καὶ γνῶσιν” ἢ περί τινος τῶν συνεργῶν πρός τι τούτων, λέγειν αὐτὸν “τὰ δὲ ὄργανα, δι’ ὧν εὐπορήσομεν τῶν συλλογισμῶν, ἐστὶ τέτταρα”. τοῦτο γὰρ εἰρηκέναι δοκεῖ ἀποδιδοὺς πρὸς τὸ καὶ πῶς τούτων εὐπορήσομεν· διὰ γὰρ τῶν ὀργάνων καὶ τῶν τόπων ἡ τούτων εὐπορία. ἢ καὶ ἡ τῶν προτάσεών τε καὶ τῶν προβλημάτων εὐπορία εἰς τὴν τῶν συλλογισμῶν εὐπορίαν συντελεῖ, ὡς ἐρεῖ καὶ αὐτὸς προελθών. δύναται δὲ τὸ πρῶτον οὖν θεωρητέον ἐκ τίνων ἐστὶν ἡ μέθοδος ἴσον τῷ ‘πρῶτον οὖν θεωρητέον ἐκ τίνων ἄν τις διαλεκτικὸς γένοιτο’· ὁ γὰρ εἰδὼς ἐν τίσι τῇ διαλεκτικῇ τὸ εἶναι οἶδε καὶ διὰ τίνων ἄν τις διαλεκτικὸς γένοιτο.

“因此,首先必须考察该方法由哪些要素构成。” 在首先阐述了关于辩证术的事项(这些事项乃是该方法的意图、它与其他推论性方法的差异、由它而来的效用以及关于其目的的判定)之后,他接下来相应地论及构成其存在的基础之物,并转入关于这些内容的讨论,探讨它的存在在于何物、由何物构成、将成为辩证术士的人应当潜心钻研何种事物,以及通过知晓并能够施行何种事物我们将成为辩证术士。因为,知晓它的存在在于何物将为我们提供对有用手段的获取,而论题[场所]的传授则提供这些手段的运用。因此他说,首先必须考察该方法由哪些要素构成。在补充了这一点之后,他接着提出:“因此,如果我们掌握了论证关涉多少以及何种事物、由哪些要素构成,以及我们将如何充裕地获得这些要素,我们便已充分达成了所设定的目标,即考察该方法由哪些要素构成。”因为,如果该方法所由构成以及所关涉的要素不被某些形式[种]所涵盖,对它们的学习与认识便都不可能产生;因为个别事物是无限的。而所说的话意思当是:“如果我们知晓辩证方法由何构成、其存在在于何物,并且领会依此方法而来的推论关涉多少以及何种事物,又由何构成”。其中,“关涉多少以及何种”乃是关于课题而言的(正如他将要说的那样);因为辩证术士乃是就某个设定的课题展开论辩并进行推论。因此,必须知晓辩证课题的属有多少、是何种。而“由哪些要素构成”则是关于前提而言的。并且“由哪些要素构成”并非单单意指由前提构成,而是就这些前提而言也会说“由多少以及何种前提构成”;因为辩证推论并非由任何前提出发。因此,如果我们知晓辩证课题有多少以及是何种(显然是指在属上有多少,而“何种”代替“哪些”;因为仅仅知道它们有四种的人,尚未知晓课题的属是哪些),并且知晓针对此类课题的推论由哪些前提构成(因为他可能将推论、或者连同归纳一起称为“论证”;因为正如他将要说的那样,归纳性论证也是辩证的),此外,如果我们还知晓凭借哪些途径能够充裕地获得这些要素(他说这一点,可能既关涉课题也关涉前提,因为并非所有课题都是辩证的,而是他在后文中将要说明的那类课题;或者他仅仅就推论所由产生的前提而言说“我们将如何充裕地获得这些”,因为推论的最大部分就在于前提的充裕;或者他可能就辩证论证,即推论和归纳两者而言说“以及我们将如何充裕地获得这些”),我们便已完全考察了辩证方法由何构成。因为,他通过“以及我们将如何充裕地获得这些”似乎意指这一点(即指他先前所说的论证,而非指课题和前提),这从下述事实便可明了:在他论述了辩证课题与前提并指明它们各自是什么(即每一个辩证课题以及前提要么关涉具有‘指向选择或回避’之指涉的事物,要么关涉‘指向真理与认识’的事物,要么关涉对这些事物之一有所助益的事物)之后,他说道“借以使我们充裕地获得推论的工具共有四种”。因为他似乎是针对“以及我们将如何充裕地获得这些”而说了这番话;因为对这些的充裕获取正是通过工具和论题而实现的。或者,前提与课题的充裕获取也有助于推论的充裕获取,正如他自己随后也将说到的那样。“因此,首先必须考察该方法由哪些要素构成”也可以等同于“因此,首先必须考察人通过何种要素能够成为辩证术士”;因为知晓辩证术的存在在于何物的人,也知晓通过何种途径人能够成为辩证术士。

语法注4 条
  1. 1.13ἐξ ὧν αὐτῇ τὸ εἶναι

    与格 αὐτῇ 与实质化不定词 τὸ εἶναι 构成具有所有性质的表达,意指“由之产生其存在的事物”或“其存在所系之构成要素”。

  2. 1.13τὸ μὲν πρὸς πόσα τε καὶ ποῖα [εἰρημένον] περὶ τῶν προβλημάτων

    方括号内的分词 εἰρημένον 为校勘者或传抄中补入的述谓成分;即使省略,前置定冠词短语 τὸ μὲν πρὸς πόσα... 作为主语,与介词短语 περὶ τῶν προβλημάτων 共同构成表语结构(“关涉课题”)。

  3. 1.13ἂν οὖν εἰδῶμεν ... εἰδῶμεν δὲ ... πρὸς δὲ τούτοις εἰ εἰδείημεν ... εἴημεν ἂν τεθεωρηκότες

    这是一个由多个条件从句构成的长句结构:前两个从句采用 ἄν 与虚拟式(ἂν εἰδῶμεν ... εἰδῶμεν δέ),第三个从句转用 εἰ 与无望/潜能祈愿式(εἰ εἰδείημεν),最终归结至主句带有完成时分词的潜能祈愿式结果句(εἴημεν ἂν τεθεωρηκότες)。

  4. 1.13δηλοῖτο ἂν ἐκ τοῦ ... λέγειν αὐτὸν

    主句潜能祈愿式 δηλοῖτο ἄν 由表示论据的前置词短语 ἐκ τοῦ ... λέγειν αὐτόν(带有宾格不定词结构的实质化不定词属格)予以承接,其中还嵌套了表示时间的介词短语 μετὰ τὸ εἰπεῖν ... ἐπιδεῖξαι ὅτι...。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:34.6-35.30