- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:348.3-349.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大依据亚里士多德《论题篇》卷四,阐释了驳斥不当属项的方法:包括种仅在某种程度上分有属、以部分作为整体的属,以及将作为善的“能力”设定为应受谴责之物或恶的属的情形。
" Πάλιν εἰ κατά τι τὸ εἶδος τοῦ εἰρημένου γένους μετέχει." Οὐχ ὁμοίως, εἴ τι τοῦ γένους μετέχει καὶ τοῦ συμβεβηκότος·1 τοῦ μὲν γὰρ συμβεβηκότος οἷόν τέ τι καὶ κατά τι μετέχειν, ὡς τοῦ λευκοῦ τὸ σῶμα, ὁμοίως καὶ τὸν ἄνθρωπον· τοῦ δὲ γένους ἀδύνατον· ὁ γὰρ ἄνθρωπος οὐ κατά τι τῶν αὑτοῦ τοῦ ζῴου μετέχει· οὐ γάρ ἐστι κατά τι ζῷον ὁ ἄνθρωπος, οὐδὲ ἡ γραμματικὴ κατά τι ἐπιστήμη. ἐὰν οὖν γένος τινὸς ἀποδοθῇ τι, οὗ κατά τι μετέχει τὸ ἀποδοθὲν ἐν γένει αὐτῷ, ἀναιρήσομεν αὐτό. οὕτως, ἂν τοῦ ζῴου γένος τὸ αἰσθητόν τις ἀποδῷ, ἐπεὶ τὸ ζῷον κατά τι τῶν αὑτοῦ αἰσθητόν, οὐκ αὐτοῦ γένος ἂν εἴη· ὁμοίως κἂν τὸ ὁρατόν· κατὰ γὰρ τὸ σῶμα καὶ κατὰ τὴν ἐπιφάνειαν αἰσθητόν τε καὶ ὁρατόν· οὐ γὰρ καὶ κατὰ τὴν ψυχήν. Ἁμαρτάνουσι δέ τινες καὶ οἱ τοῦ ὅλου τὸ μέρος γένος ἀποδιδόντες·2 τὸ μὲν γὰρ μέρος τοῦ ὅλου οὐ κατηγορεῖται, τὸ δὲ γένος δῆλον ὅτι κατηγορεῖται. οὕτως ποιοῦσιν οἱ τὸ ζῷον ὁριζόμενοι σῶμα ἔμψυχον· ὡς γὰρ ἐν γένει τῷ σώματι τιθέασι τὸ ζῷον, ὃ μέρος ἐστὶν αὐτοῦ. τοιοῦτον καὶ τὸ λέγειν τὸν πηλὸν εἶναι γῆν ὑγρῷ πεφυρμένην.
“再者,种是否在某种程度上分有了所述的属。” 某物分有属与分有偶性,情况并不相同;因为对于偶性,某物也有可能在某种程度上分有,正如身体分有白,人同样也分有白那样;但对于属,这是不可能的。因为人并非就其自身的某个部分而言分有动物;因为人并非在某种程度上是动物,语法也并非在某种程度上是知识。因此,如果某物被指派为某物的属,而置于该属之下的东西只是在某种程度上分有它,我们就要推翻它。这样,如果有人把可感知的指派为动物的属,既然动物只是就其自身某部分而言是可感知的,它就不会是其属;即便指派可见的,也是一样;因为它是就身体和表面而言是可感知的和可见的,而并非就灵魂而言也是如此。此外,那些把整体的部分指派为属的人也犯了错误;因为部分并不表述整体,而属显然是表述的。那些把动物定义为有灵魂的身体的人就是这样做的;因为他们把动物置于作为属的身体之中,而身体是动物的一个部分。说泥土是混合了湿气的土,也属于此类情形。
"Ὁρᾶν δὲ καὶ εἴ τι τῶν ψεκτῶν ἢ φευκτῶν εἰς δύναμιν ἢ τὸ δυνατὸν ἔθηκεν." Ἐπειδὴ δοκεῖ πᾶσα δύναμις ἡ κατὰ τὸ πεφυκέναι λεγομένη ἀγαθὸν εἶναι, τόπον τινὰ καὶ ἀπὸ τούτου πρὸς τὴν τῶν γενῶν ἀνασκευὴν χρήσιμον παραδίδωσιν. εἰ γάρ τις τῶν ψεκτῶν τινος καὶ φευκτῶν γένος δύναμιν ἀποδοίη, ἀνασκευάσομεν αὐτό· οὐ γὰρ οἷόν τε κακοῦ γένος ἀγαθὸν εἶναι· οἷον ἄν τις τὸν κλέπτην ἢ σοφιστὴν ἢ διάβολον ὁριζόμενος λέγῃ τὸν μὲν διάβολον τὸν δυνάμενον διαβάλλειν καὶ ἐχθροὺς ποιεῖν τοὺς φίλους, τὸν δὲ κλέπτην τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια ὑφαιρεῖσθαι, τὸν δὲ σοφιστὴν τὸν δυνάμενον ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι. οὐδεὶς γὰρ τούτων τοιοῦτός ἐστι τῷ δύνασθαι ἀλλὰ τῷ προαιρεῖσθαι τοιαῦτα· πᾶς γὰρ φαῦλος κατὰ τὴν προαίρεσιν τοιοῦτος· δύναμιν μὲν γὰρ καὶ οἱ ἀγαθοὶ ἔχουσι τοῦ τὰ φαῦλα δρᾶν, ἀλλ’ οὐ δρῶσιν αὐτὰ τῷ μὴ προαιρεῖσθαι. κοινότερον δὲ εἶπε καὶ τοὺς θεοὺς τὰ κακὰ δύνασθαι. [ὥστε οὐδενὸς ψεκτοῦ εἴη ἂν γένος ἡ δύναμις.] Ἔτι πᾶσα μὲν δύναμις ἀγαθόν· καὶ γὰρ ἡ τῶν κακῶν δύναμις ἀγαθόν, οὐ μόνον καθ’ ὃ ἡ αὐτὴ καὶ τῶν ἀγαθῶν ἐστι (τῶν γὰρ ἀντικειμένων ἡ αὐτὴ δύναμις), ἀλλὰ καὶ ὅτι ἀγαθός ἐστιν ὁ δυνάμενος τὰ κακὰ μὴ προαιρούμενος δέ· τὸ γὰρ μὴ δύνασθαι τὰ κακὰ καὶ τῶν ἀψύχων. ἀλλὰ μὴν οὐδὲν ἀγαθὸν κακοῦ γένος. ἂν γὰρ αὐτὸ κατὰ τοῦ κακοῦ κατηγορῆται, καὶ ἔστιν ἐν αὐτῷ· οὐχ οἷόν τε 〈δὲ〉 τοῦτο ἀγαθὸν εἶναι· ὥστε οὐδὲ τὸ ὅλον· καὶ γὰρ εἰ τὸ μὲν εἶδος ψεκτόν, καὶ τὸ γένος ψεκτὸν ἔσται, καὶ ἀγαθόν, εἰ ἐκεῖνο ἀγαθόν. εἰπὼν δὲ οἷον τὸν σοφιστὴν ἢ διάβολον ἢ κλέπτην μόνον τοῦ κλέπτου παράδειγμα ἐπήνεγκε, συνάψας τοῖς προειρημένοις τὸ τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια κλέπτειν·3 διὸ καὶ ἀσαφεστέρα ἡ λέξις εἶναι δοκεῖ. ἔνεστι δὲ ἀπὸ τοῦ κλέπτου καὶ ἐπὶ τοὺς ἄλλους κατ’ οἰκειότητα τὴν δύναμιν μεταφέρειν.
“还要看他是否把任何应受谴责或应予避免的事物归入能力或有能力者之中。” 既然依自然本性而言的每种能力似乎都是某种善,他由此也提供了一个有助于驳倒属的论题。因为如果有人把能力指派为任何应受谴责和应予避免之物的属,我们就要推翻它;因为恶的属不可能是善;例如,如果有人在定义窃贼、智者或诽谤者时说,诽谤者是能够诽谤并使朋友反目成仇的人,窃贼是能够暗中盗取他人财物的人,智者是能够凭表面的智慧赚钱的人。因为这些人没有一个是由于有能力而是这样的人,而是由于抉择做这类事才是这样的人;因为每个卑劣者都是因其抉择而成为这样的人;因为善良者也具有做卑劣之事的能力,但由于不作此抉择而不去做它们。他还比较通俗地说诸神也能够做恶事。[因此,能力不会是任何应受谴责之物的属。]此外,每种能力都是善;因为即便对恶事的能力也是善,不仅在于该能力与对善事的能力是同一的(因为对立面的能力是同一的),而且在于能够做恶事却不作此抉择的人是善良的;因为不能做恶事也属于无生命之物。然而,绝没有任何善是恶的属。因为如果它依恶而被表述,它也会存在于恶之中;而这不可能是善;因此整体也就不可能是善;因为如果种是应受谴责的,属也将是应受谴责的,而如果那是善,属也将是善。但他说了“例如智者、诽谤者或窃贼”之后,却只提出了关于窃贼的例子,把“能够暗中盗取他人财物的人”附在前面提到的人后面;因此文句显得较为晦涩。但是,依其相通性,完全可以从窃贼把这种能力类推到其余的人身上。
- 4.62Οὐχ ὁμοίως, εἴ τι τοῦ γένους μετέχει καὶ τοῦ συμβεβηκότος
省略主句动词 ἔχει 的结构。εἰ 引导的从句并列了分有属与分有偶性两种情形,意为“某物分有属与分有偶性,情况并不相同”。
- 4.62Ἁμαρτάνουσι δέ τινες καὶ οἱ τοῦ ὅλου τὸ μέρος γένος ἀποδιδόντες
在谓语动词 Ἁμαρτάνουσι 之后,名词化分词短语 οἱ ... ἀποδιδόντες 作主语,τινες 作同格修饰或作为主句主语引出附加说明(“有些人也犯了错误,即那些把整体的部分指派为属的人”)。
- 4.63συνάψας τοῖς προειρημένοις τὸ τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια κλέπτειν
分词 συνάψας 接与格 τοῖς προειρημένοις(“与前面提到的人/语词”),并带有一个冠词化的引用短语作直接宾语:τὸ τὸν δυνάμενον ... κλέπτειν(“‘能够暗中盗取他人财物的人’这一表述”)。
