← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§346.28-348.2

种与属属于同一基体的判定

亚历山大解释了亚里士多德《论题篇》126a3中的论题,即种与属必须自然生成于同一底层事物之中;他以魂的不同部分所对应的情感(羞耻、恐惧、愤怒、痛苦)为例展开说明,并探讨了该规则向偶性及其主体的推广以及随之产生的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.61

" Ὁρᾶν δὲ καὶ εἰ ἔν τινι τῷ αὐτῷ ἄμφω πέφυκε γίνεσθαι." Δεῖν φησι γένους τινὸς ἀποδοθέντος καὶ τοῦτο ὁρᾶν, εἰ ἐν τῷ αὐτῷ πέφυκε γίνεσθαι τό τε ὡς εἶδος τεθὲν καὶ τὸ ἀποδοθὲν ὡς γένος αὐτοῦ·1 ἐν ᾧ γὰρ τὸ εἶδος, καὶ τὸ γένος. ἐν ᾧ γὰρ τὸ λευκόν, ἐν τούτῳ καὶ τὸ χρῶμα· ἄμφω γὰρ ἐν σώματι· καὶ ἐν ᾧ γραμματική, καὶ ἐπιστήμη· ἄμφω γὰρ ἐν ψυχῇ. ἂν οὖν τὸ ἀποδοθέν τινος γένος μὴ ἐν τῷ αὐτῷ γένηται ἐν ᾧ τὸ εἶδος ἀλλὰ ἐν ἄλλῳ, ἀνασκευασθήσεται κατὰ τὸν τόπον τοῦτον καὶ δειχθήσεται ὅτι μή ἐστι γένος. οἷον ἂν τῆς αἰσχύνης θῇ τις γένος τὸν φόβον ἢ τῆς ὀργῆς τὴν λύπην, οὐ καλῶς θήσεται, εἴ γε ἔστιν ἡ μὲν αἰσχύνη ἐν τῷ λογιστικῷ, ὁ δὲ φόβος ἐν τῷ θυμοειδεῖ, καὶ ἡ μὲν λύπη ἐν τῷ ἐπιθυμητικῷ (καὶ γὰρ ἡ ἡδονή, ἧς ἡ ἐπιθυμία, ἐν τούτῳ), ἡ δὲ ὀργὴ ἐν τῷ θυμοειδεῖ. ὁμοίως δειχθήσεται μηδὲ τῆς φιλίας ἡ βούλησις γένος, εἴ γε ἡ μὲν βούλησις ἐν τῷ λογιστικῷ, ἡ δὲ φιλία ἐν τῷ ἐπιθυμητικῷ. πῶς δὲ εἶπε τὴν αἰσχύνην ἐν τῷ λογιστικῷ, ἄξιον ζητεῖν, εἴ γε πάθος, τὰ δὲ πάθη ἐν τῷ παθητικῷ γίνεται.2 ἤτοι οὖν ἁπλούστερον καὶ κοινότερον κέχρηται τῷ παραδείγματι, ἢ διὰ τὴν αἰδῶ· δοκεῖ γὰρ ἡ αἰδὼς μετὰ λόγου τινὸς εἶναι. κἂν ᾖ δὲ ἡ μὲν αἰσχύνη ἐν τῷ ἐπιθυμητικῷ ὁ δὲ φόβος ἐν τῷ θυμικῷ, καὶ οὕτως οὐ γένος. ὅτι δὲ ἡ λύπη ἐν τῷ ἐπιθυμητικῷ, ἔδειξε διὰ τοῦ ἐναντίου εἰπὼν ἐν τούτῳ γὰρ καὶ ἡ ἡδονή. καὶ ἡ φιλία δὲ ὥσπερ φίλησις ἂν εἴη λεγομένη ὑπ’ αὐτοῦ. οὕτως οὐδὲ ἡ ἀνδρεία ἐπιστήμη· ἡ μὲν γὰρ ἐν τῷ ἀλόγῳ, ἡ δὲ ἐπιστήμη ἐν τῷ λογιστικῷ. Λέγει δὲ χρήσιμον τὸν τόπον τοῦτον εἶναι καὶ πρὸς τὸ συμβεβηκός· δοκεῖ γὰρ καὶ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν ἐν τῷ αὐτῷ εἶναι. τοῦτο δὲ ἐπὶ τούτων ἂν λέγοιτο ἐν οἷς καὶ τὰ ὑποκείμενα ἐν ἄλλοις πέφυκε γίνεσθαι.3 οὐ γὰρ δὴ τὸ σῶμα καὶ τὸ χρῶμα ἐν τῷ αὐτῷ * * * *· ἐν ᾧ δὲ ἡ ὀργή, ἐν τούτῳ καὶ ἡ ζέσις, ὃ συμβέβηκε τῇ ὀργῇ· ἀλλὰ καὶ ἐν ᾧ ἡ ἐπιφάνεια, ἐν τούτῳ καὶ τὸ χρῶμα, ὃ συμβέβηκε τῇ ἐπιφανείᾳ· καὶ ἐν ᾧ τὸ χρῶμα, ἐν τούτῳ καὶ τὸ ὁρᾶν, ὃ συμβέβηκε τῷ χρώματι. ὥστε οὐκ ἐπὶ τῶν ψυχικῶν μόνον ἕξεών τε καὶ παθῶν τὸ εἰρημένον λέγοιτ’ ἄν, ἀλλὰ καὶ ἐπὶ τούτων καθόλου ἃ καὶ αὐτὰ ἐν ἄλλοις πέφυκε γίνεσθαι. ὥστε, εἴ τι εἴη συμβεβηκός τινι ἀποδιδόμενον, ὃ οὐκ ἐν τῷ αὐτῷ, οὐκ ἂν εἴη συμβεβηκός. πῶς οὖν τοῖς αἰδουμένοις τὸ ἐρυθριᾶν συμβέβηκεν; οὐ γὰρ ἐν τῷ αὐτῷ· τὸ γὰρ ἐρυθριᾶν ἐν ἐπιφανείᾳ· ἢ τοῖς φοβουμένοις τὸ ὠχριᾶν;

“还要看两者是否自然地生成于同一个事物之中。” 他说,在某个属被指派之后,也必须看这一点:作为种设定的东西与作为其属指派的东西,是否两者自然地生成于同一个事物之中;因为种在何处,属也在何处。因为白在何处,颜色也就在何处;因为两者都在物体之中;语法在何处,知识也就在何处;因为两者都在灵魂之中。因此,如果指派给某物的属并非与种生成于同一个事物之中,而是生成于另一事物之中,它就会依据这个论题被驳倒,并被证明不是属。例如,如果有人把恐惧设定为羞耻的属,或者把痛苦设定为愤怒的属,他就设定得不恰当,如果羞耻确实在理知部分,而恐惧在激越部分,痛苦在欲望部分(因为欲望所向的快乐也在这一部分中),而愤怒在激越部分的话。同样地,如果意志确实在理知部分,而友爱在欲望部分,也可以证明意志不是友爱的属。但是,如果羞耻确是一种情感,而情感产生于受动的部分,他怎么说羞耻是在理知部分呢,这是值得探究的。那么,要么是他比较简略且通俗地使用了这个例子,要么是因为羞愧之情;因为羞愧似乎伴随着某种理性。即使羞耻在欲望部分,而恐惧在激越部分,即便如此它也不是属。至于痛苦在欲望部分,他是通过其对立面来说明的,他说“因为快乐也在此之中”。而友爱在他那里大概也是如同亲爱之情那样被谈论的。依此类推,勇敢也不是知识;因为勇敢在非理性部分,而知识在理知部分。 他说,这个论题对于偶性也是有用的;因为偶性与它所附着的事物似乎都在同一个事物之中。但这大概是就那些其底层主体自身也自然地生成于其他事物之中的情形而言的。因为物体和颜色确实不是在同一个事物之中[……];但愤怒在何处,在那里也有沸腾,沸腾是愤怒的偶性;而且不仅如此,表面在何处,颜色也在何处,颜色是表面的偶性;颜色在何处,看见也在何处,看见是颜色的偶性。因此,所说的话不仅适用于灵魂的品质和情感,而且普遍地适用于那些自身也自然生成于其他事物之中的东西。所以,如果被指派给某物的某种偶性不在同一个事物之中,它就不会是偶性。那么,对于感到羞耻的人来说,脸红怎么会是偶性呢?因为它们不在同一个事物之中;因为脸红是在表面之中的;或者对于恐惧的人来说,脸色苍白又怎么会是偶性呢?

语法注3 条
  1. 4.61Δεῖν φησι γένους τινὸς ἀποδοθέντος καὶ τοῦτο ὁρᾶν, εἰ ἐν τῷ αὐτῷ πέφυκε γίνεσθαι τό τε ὡς εἶδος τεθὲν καὶ τὸ ἀποδοθὲν ὡς γένος αὐτοῦ

    由 φησί 引出的宾格加不定式结构,不定式 δεῖν 为无人称用法。γένους τινὸς ἀποδοθέντος 为属格独立结构(表时间或条件)。由 δεῖν 统辖的不定式 ὁρᾶν 以 καὶ τοῦτο 为宾语,后者先行指示由 εἰ 引出的间接疑问从句。

  2. 4.61πῶς δὲ εἶπε τὴν αἰσχύνην ἐν τῷ λογιστικῷ, ἄξιον ζητεῖν, εἴ γε πάθος, τὰ δὲ πάθη ἐν τῷ παθητικῷ γίνεται.

    倒装句,间接疑问从句 πῶς δὲ εἶπε τὴν αἰσχύνην ἐν τῷ λογιστικῷ 充当主句谓语 ἄξιον ζητεῖν(值得探究)的逻辑主语。随后的条件从句 εἴ γε πάθος 省略了主语和系动词(即 ἡ αἰσχύνη ἐστί),意为“如果[羞耻]确实是一种情感”,并与后面的 τὰ δὲ πάθη 形成对比呼应。

  3. 4.61τοῦτο δὲ ἐπὶ τούτων ἂν λέγοιτο ἐν οἷς καὶ τὰ ὑποκείμενα ἐν ἄλλοις πέφυκε γίνεσθαι.

    带有 ἄν 的愿望语气表潜在(ἄν λέγοιτο)。τούτων 是关系从句 ἐν οἷς... 的中性复数先行词,句意为:“这大概适用于那些基体自身也自然生成于其他事物之中的情形”。καί 为加强语气的副词,修饰 τὰ ὑποκείμενα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:346.28-348.2