- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:345.17-346.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《论题篇》卷四第5章(125b28)中关于将单纯伴随者设定为属的错误。他考察了愤怒与痛苦、确信与假定的例子,根据时间上的先在性和可分离性,论证了它们不可能构成属种关系。
" Ἐνίοτε δὲ καὶ τὸ παρακολουθοῦν ὁπωσοῦν ὡς γένος τιθέασιν." Ἐπεὶ τὰ γένη τοῖς εἴδεσι παρακολουθεῖ, εἰ ἤδη τινὲς τὰ ὁπωσοῦν τισι παρακολουθοῦντα γένη αὐτῶν ἀποδιδόασιν, ἁμαρτάνουσιν· οὐ γὰρ τὸ ὁπωσοῦν παρακολουθοῦν τινι γένος. τῇ γοῦν ὀργῇ παρακολουθεῖ μὲν ἡ λύπη, οὐ μὴν ὡς γένος, ὡς οἴονταί τινες· οὐ γὰρ ἡ ὀργὴ λύπη, οὐδὲ διὰ τοῦτο ἔστιν ἡ λύπη ἡ μετὰ τῆς ὀργῆς οὖσα, διότι 〈ἡ〉 ὀργή1 ἐστιν, ἀλλὰ ἐπὶ τῇ λύπῃ 〈ἡ〉 ὀργή· προτέρα γὰρ ἡ λύπη γίνεται τῆς ὀργῆς· λυπηθεὶς γάρ τις ὡς ἠδικημένος ὀργίζεται. οὐ τοιοῦτον δὲ τὸ γένος ὡς προυπάρχειν χρόνῳ τοῦ εἴδους· οὐ γὰρ πρῶτον ζῷον γίνεται, εἶτα ἐκ τούτου ἄνθρωπος, ἀλλ’ ὁ ἄνθρωπος ἅμα καὶ ζῷόν ἐστι, καὶ τὸ ζῷον τὸ ἐν τῷ ἀνθρώπῳ ἔστι, διότι ἄνθρωπος ἔστι. τὸ δὲ ὥστε ἁπλῶς ἡ ὀργὴ οὐκ ἔστι λύπη εἶπεν ὡς ἴσον τῷ ‘ὥστε οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ τῆς ὀργῆς ἡ λύπη’· τὸ γὰρ ποιητικόν τινος καὶ προυπάρχον κατὰ χρόνον [ἐν τῷ αὐτῷ] οὐ γένος. καὶ οἱ τῆς πίστεως δὲ τὴν ὑπόληψιν γένος ἀποδιδόντες ὁμοίως ἁμαρτάνουσιν. ἀκολουθεῖ μὲν γὰρ τῇ πίστει ἡ ὑπόληψις· ἡ γὰρ πίστις ὑπόληψις· ἀδύνατον γὰρ χωρὶς ὑπολήψεως πίστιν γίνεσθαι. οὐ μὴν γένος οἷόν τε τῆς πίστεως τὴν ὑπόληψιν εἶναι· ὃ ἔδειξε πάνυ ἐντρεχῶς διὰ τοῦ ἐνδέχεσθαι τὴν αὐτὴν ὑπόληψιν ἔχοντα ποτὲ μὲν πιστεύειν ποτὲ δὲ οὔ. ὃ ἀδύνατον ἐπὶ τοῦ γένους· ἀδύνατον γὰρ τὸ αὐτὸ ζῷον ποτὲ μὲν ἄνθρωπον εἶναι ποτὲ δὲ μή, καὶ τὸ αὐτὸ χρῶμα ποτὲ μὲν λευκὸν εἶναι ποτὲ δὲ μή· μεταβάλλων γὰρ ὁ ἄνθρωπος οὐδὲ ζῷον ἔτι. ὥστε οὐδὲ ἡ ὑπόληψις ἡ αὐτὴ μένοι ἂν οὐ μετὰ πίστεως οὖσα τῇ ἐν πίστει· συναναιρεῖται γὰρ τὸ γένος ἑκάστῳ ἐν ᾧ ἐστιν ἀναιρουμένῳ. ἡ δὲ ὑπόληψις καὶ πρότερον ἦν χωρὶς πίστεως, καὶ πάλιν μεταβαλοῦσα ἐκ τοῦ πίστις εἶναι καὶ μηκέτι πίστις οὖσα ἔτι ὑπόληψις μένει· οὐ γὰρ κεκώλυταί τις τὴν αὐτὴν περί τινος ὑπόληψιν ἔχων ποτὲ μὲν πιστεύειν2 αὐτῇ ποτὲ δὲ μή, οἷον ὑπόληψιν ἔχων περὶ τῆς ψυχῆς ὅτι ἀθάνατος οὐ κεκώλυται πρότερον πιστεύων αὐτῇ ὕστερον διά τινας λόγους μηκέτι πιστεύειν. τὸ αὐτὸ δέ ἐστι τὸ νῦν ἐπὶ τῆς πίστεως καὶ τῆς ὑπολήψεως εἰρημένον τῷ ἐπὶ τῆς ὀργῆς τε καὶ λύπης εἰρημένῳ· καὶ γὰρ ἐπ’ ἐκείνων ἐνδέχεται τὸ τὴν αὐτὴν λύπην καὶ χωρὶς ὀργῆς εἶναι καὶ μετ’ ὀργῆς. ἂν δέ τις μὴ συγχωρῇ τὸ ἐνδέχεσθαι τὴν αὐτὴν ὑπόληψιν ἔχοντα ποτὲ μὲν πιστεύειν ποτὲ δὲ μὴ τῷ ἡγεῖσθαι πάντως τὸν ὑπολαμβάνοντα καὶ πιστεύειν, ὁμολογήσει διὰ τούτου ὅτι μὴ γένος ἡ ὑπόληψις τῆς πίστεως· γίνεται γὰρ ἐπ’ ἴσης ἥ τε πίστις καὶ ἡ ὑπόληψις, εἴ γε ἡ μὲν πίστις ὑπόληψις, πᾶς δὲ ὁ ὑπολαμβάνων πιστεύει· οὐκ ἐπ’ ἴσης δὲ τὸ γένος τῷ εἴδει.
“有时他们也把以任何方式伴随的东西作为属来设定。” 既然属伴随种,如果现在某些人把以任何方式伴随某些东西的东西指派为它们的属,他们就犯了错误;因为以任何方式伴随某物的东西并不是属。无论如何,痛苦伴随愤怒,然而并不像某些人认为的那样作为属伴随;因为愤怒不是痛苦,伴随愤怒的痛苦也不是因为愤怒存在而存在,而是在痛苦之后[基于痛苦]有愤怒;因为痛苦先于愤怒而产生;因为某人发怒是由于作为受冤屈者而感到了痛苦。但属并不是在时间上先于种存在的那种东西;因为并不是动物先产生,然后人再由此产生,而是人同时也是动物,而在人里面的动物之所以存在,是因为人存在。而[亚里士多德]说“以至于无条件地愤怒不是痛苦”,等于说“以至于痛苦不在愤怒的本质之中”;因为产生某物且在时间上[在同一物中]先在的东西不是属。那些把假定指派为确信的属的人也同样犯了错误。因为假定跟随确信;因为确信是假定;因为没有假定就不可能产生确信。然而假定不可能成为确信的属;他通过具有相同假定的人有时确信而有时不确信是可能的这一点,极其巧妙地证明了这一点。这在属的情形中是不可能的;因为同一个动物有时是人而有时不是人是不可能的,同一种颜色有时是白色而有时不是白色也是不可能的;因为人一旦发生转变,甚至连动物也不再是了。因此,假定在不伴随确信时,也不可能与处于确信之中的假定保持同一;因为属随着它所在的每一事物的消灭而一同消灭。然而假定以前可以在没有确信的情况下存在,并且在从是确信转变过来且不再是确信之后,又依然保持为假定;因为具有关于某事的相同假定的人,有时确信它而有时不确信是不受妨碍的;例如具有关于灵魂不朽的假定的人,先前确信它,而后来由于某些论据就不再确信,是不受妨碍的。现在就确信和假定所说的,与就愤怒和痛苦所说的是相同的;因为在那些情形中,同样的痛苦既可能没有愤怒而存在,也可能伴随愤怒而存在。但是,如果有人由于认为凡假定者毫无例外地都必定确信,从而不承认具有相同假定的人有时确信而有时不确信是可能的,他通过这一点就会承认假定不是确信的属;因为如果确信是假定,而且每个假定的人都确信,确信和假定就变得外延相等了;但属与种并不是外延相等的。
- 4.60οὐδὲ διὰ τοῦτο ἔστιν ἡ λύπη ἡ μετὰ τῆς ὀργῆς οὖσα, διότι 〈ἡ〉 ὀργή ἐστιν, ἀλλὰ ἐπὶ τῇ λύπῃ 〈ἡ〉 ὀργή
前半部分的否定从句 οὐδὲ διὰ τοῦτο... διότι... 否定了本体论上的因果依赖(“伴随愤怒的痛苦并不是因为愤怒存在而存在”)。后半部分的 ἀλλὰ ἐπὶ τῇ λύπῃ 〈ἡ〉 ὀργή 是省略了动词(ἔστι)的对照结构,介词 ἐπί 接与格表示时间或逻辑上的继起(“在痛苦之后”或“基于痛苦”)。
- 4.60ἂν δέ τις μὴ συγχωρῇ τὸ ἐνδέχεσθαι ... τῷ ἡγεῖσθαι πάντως τὸν ὑπολαμβάνοντα καὶ πιστεύειν
带有定冠词与格的不定词短语 τῷ ἡγεῖσθαι 作为原因与格,表达了主导动词 μὴ συγχωρῇ(“不承认”)的理由或依据。不定词 ἡγεῖσθαι 的逻辑主语是 τις,并统领一个宾格加不定词的间接陈述句 πάντως τὸν ὑπολαμβάνοντα καὶ πιστεύειν(“凡假定者毫无例外地都必定确信”)。
