- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:344.11-345.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德《论题篇》卷四第5章(125b15),结合感觉、记忆、温和、勇敢和正义的定义实例,解释了将状态与现实活动混淆指定为属的错误,以及将基于假说伴随的潜能指定为属的错误。
" Πάλιν εἰ τὴν ἕξιν εἰς τὴν ἐνέργειαν ἔθηκεν ἢ τὴν ἐνέργειαν εἰς τὴν ἕξιν." Ὁ παραδιδόμενος τόπος τοιοῦτός ἐστιν· δοκεῖ τῶν μὲν ἕξεων ἕξις εἶναι γένος, τῶν δὲ ἐνεργειῶν ἐνέργεια· ἂν οὖν ἐναλλάττῃ τις καὶ ἢ τῆς ἕξεως ἐνέργειαν ἀποδῷ γένος ἢ τῆς ἐνεργείας ἕξιν, οὐχ ὑγιῶς ἀποδίδωσιν· διὸ ἀνασκευασθήσεται τὸ ἀποδοθὲν γένος. οὕτως ἁμαρτάνει ὁ τῆς αἰσθήσεως λέγων γένος τὴν κίνησιν· ἕξεως γὰρ ἐνέργειαν γένος ἀποδέδωκεν·1 ἔστι γὰρ ἡ μὲν αἴσθησις ἕξις, ἡ δὲ κίνησις ἐνέργεια. ἡ γὰρ κατὰ τὴν ἐνέργειαν αἴσθησις κίνησις, οὐχ ἁπλῶς. πάλιν ὁ λέγων τὴν μνήμην ἕξιν καθεκτικὴν τὴν ἐνέργειαν ἐν ἕξει γένει τίθησιν· ἡ γὰρ μνήμη ἐνέργεια, οὐχ ἕξις· ἡ γὰρ κατὰ τὸ μνημονεύειν ἐνέργεια γινομένη μνήμη κυρίως.2 οὕτω λέγουσιν οἱ ὁριζόμενοι αὐτὴν ἕξιν καθεκτικὴν ὑπολήψεως. Λέγει δὲ ἁμαρτάνειν καὶ τοὺς τὰς ἕξεις ἐν γένεσι τιθέντας ταῖς δυνάμεσι ταῖς παρακολουθούσαις αὐταῖς. εἰσὶ γάρ τινες δυνάμεις ἕξεσί τισι δοκοῦσαι παρακολουθεῖν, αἷς χρήσαιντ’ ἄν, εἰ ἐν τούτῳ γένοιντο πρὸς ὃ εἰσιν αἱ δυνάμεις χρήσιμοι· οὐ μὴν καὶ ἐν τῇ οὐσίᾳ εἰσὶν αὐτῶν· διὸ εἶεν ἂν ἐν αὐταῖς καθ’ ὑπόθεσιν. οἷον τῇ πραότητι ἕξει οὔσῃ παρακολουθεῖ ἐξ ὑποθέσεως τὸ δύνασθαι κρατεῖν ὀργῆς ἀμέτρου τε καὶ μὴ προσηκούσης, εἴ ποτε ἐμπέσοι· ἔστι μὲν γὰρ ἡ πραότης ἀοργησία τῆς τοιαύτης ὀργῆς, ἔχειν μέντοι δύναμιν τοιαύτην λέγοιτ’ ἂν ὥστε, κἂν ὀργισθῇ, κρατῆσαι τοῦ πάθους. ἐξ ὑποθέσεως οὖν ἡ δύναμις αὕτη τῇ πραότητι ἕπεται· εἰ γὰρ ὀργισθείη, κρατήσει. ἂν δή τις τῆς πραότητος γένος ἀποδῷ ἐγκράτειαν καὶ ὁρίσηται αὐτὴν ἐγκράτειαν ὀργῆς, οὐκ ὀρθῶς ἀποδίδωσιν· οὐ γὰρ τὸ ἐξ ὑποθέσεώς τινι ἀκολουθοῦν καὶ οὕτως, ὡς ἐθήκαμεν, εἴη ἂν καὶ γένος. τὸ μὲν γὰρ γένος ἀχώριστον· ἐπὶ δὲ τῆς πραότητος οὐκ ἀεὶ ἡ ἐγκράτεια τῆς ὀργῆς, ἀλλ’ ἐὰν ὀργισθῇ, τότε, ὅτε μηδὲ κυρίως πρᾶός τις. ὁμοίως ἁμαρτάνει καὶ ὁ λέγων τὴν ἀνδρείαν ἐγκράτειαν φόβων ἢ τὴν δικαιοσύνην ἐγκράτειαν κερδῶν. ἀνδρεῖος μὲν γὰρ κυρίως ὁ ἄφοβος, ὥσπερ καὶ πρᾶος ὁ ἀόργητος, οὓς ἀπαθεῖς εἶπε κατὰ τὰ τοιαῦτα πάθη·3 ὁ δὲ ἐγκρατὴς οὐ κατὰ ἀπάθειαν λέγεται ἀλλὰ κατὰ τὸ πάσχειν μὲν μὴ ἄγεσθαι δὲ ὑπὸ τῶν παθῶν. καὶ ἡ δικαιοσύνη δὲ ἐν ἀποχῇ μᾶλλον κερδῶν ἢ ἐν ἐγκρατείᾳ. εἰ οὖν τὸ μὲν γένος ἐν τῷ τί ἐστι, τὰ δὲ ἐξ ὑποθέσεως τίθεται αὐτοῖς ἕπεσθαι, οὐκ ἂν εἶεν αὐτῶν γένη.
“再次,考察他是否把状态置于现实活动之中,或者把现实活动置于状态之中。” 所传授的论题是这样的:状态的属看来是状态,而现实活动的属是现实活动;因此,如果有人调换它们,或者把现实活动指派为状态的属,或者把状态指派为现实活动的属,他就不是健全地指派;因此所指派的属将被驳斥。这样,说运动是感觉的属的人就犯了错误;因为他把现实活动指派为了状态的属;因为感觉是状态,而运动是现实活动。因为现实活动中的感觉固然是运动,但并非无条件地[是运动]。再次,说记忆是保持性状态的人,是把现实活动置于作为属的状态之中;因为记忆是现实活动,而非状态;因为随着回忆而发生的现实活动才是严格意义上的记忆。那些将记忆定义为对假定的保持性状态的人就是这样说的。他又说,那些把状态置于伴随它们的作为属的潜能之中的人也犯了错误。因为某些状态看来伴随着某些潜能,如果人们处于潜能所适用的情境中,人们就可以使用这些潜能;然而它们并不在状态的本质之中;因此它们是基于假说而存在于状态之中的。例如,对于作为状态的温和,基于假说伴随着能够克制过度且不当的愤怒——如果愤怒有时发生的话;因为温和固然是对这种愤怒的无怒,但仍可说具有这样一种潜能,以至于即使发怒,也能克制这一情感。因此,基于假说,这一潜能跟随温和;因为如果发怒,他就会克制。如果有人把自制指派为温和的属,并将其定义为对愤怒的自制,他就没有正确地指派;因为基于假说且按我们所设定的方式伴随某物的东西,是不可能同时成为属的。因为属是不可分离的;但在温和的情形中,对愤怒的自制并非始终存在,而是在如果发怒时、在一个人甚至严格说来并不是温和者的那个时刻才存在。同样,称勇敢是对恐惧的自制,或者称正义是对利益的自制的人,也犯了错误。因为严格意义上的勇敢者是无惧者,正如温和者是无怒者一样,[亚里士多德]称他们对于这类情感是无情态的;但自制者不是按无情态被述说的,而是按承受情感但不受情感驱使被述说的。正义也更多在于放弃利益,而不在于自制。因此,如果属存在于“是什么”之中,而这些被设定为基于假说跟随它们,那么它们就不可能是它们的属。
- 4.59ἕξεως γὰρ ἐνέργειαν γένος ἀποδέδωκεν
属格 ἕξεως 并非修饰 ἐνέργειαν 的领属属格,而是修饰表语名词 γένος 的属格,意为“他把现实活动指派为了状态的属”。
- 4.59ἡ γὰρ κατὰ τὸ μνημονεύειν ἐνέργεια γινομένη μνήμη κυρίως
此句省略了系动词 ἐστί。分词 γινομένη 修饰 ἐνέργεια,以 ἡ ... ἐνέργεια γινομένη 为主语,μνήμη κυρίως 为表语:“因为伴随着回忆而发生的现实活动才是严格意义上的记忆”。
- 4.59οὓς ἀπαθεῖς εἶπε κατὰ τὰ τοιαῦτα πάθη
动词 εἶπε 的主语为第三人称单数,指代亚里士多德。关系代词 οὕς 指代前述的勇敢者与温和者,与述语宾格 ἀπαθεῖς 构成双重宾格结构(“他称他们是无情态的”)。
