← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§343.7-344.10

关系者与属的存在方式一致及其向偶性的适用

亚历山大通过各种例证(记忆与居留、情感与冲动或运动)阐明了这一论题:关系者与其属在相对于对方事物的存在方式上必须一致,并说明这一论题同样适用于偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.58#2

οἷον συμμετρίας ἰσότης· ἀμφότερα γὰρ ἐν τούτοις ἐστὶ πρὸς ἃ λέγεται· καὶ ἕξεως διάθεσις· καὶ γὰρ ταῦτα, ἐν οἷς ἐστι, πρὸς ταῦτα καὶ λέγεται. πάλιν ἐπιστήμης ὑπόληψις· οὐδέτερον γὰρ αὐτῶν ἐξ ἀνάγκης ἐν τούτῳ πρὸς ὃ λέγεται, ἐνδέχεται μέντοι ποτὲ ἑκάτερον αὐτῶν· ὁμοίως καὶ αἰσθήσεως ἀντίληψις. τὸ δέ γε διπλάσιον ὑπὸ τὸ πολλαπλάσιον καὶ ὑπὸ τὸ ὑπερέχον, καὶ τὸ ἐναντίον ὑπὸ τὸ ἕτερον, διότι ἐν τούτοις οὐδὲν οἷόν τε εἶναι ἐν τούτῳ πρὸς ὃ λέγεται. ἂν οὖν τι ᾖ γένος τινὸς ἀποδεδομένον, αὐτὸ μὲν ἐξ ἀνάγκης ὂν ἐν τῷ πρὸς ὃ λέγεται, πρὸς ὃ δὲ ἀπεδόθη μὴ οὕτως ἔχῃ, ἢ ἔμπαλιν, ἀνασκευάζοιτο ἂν καὶ δεικνύοιτο τὸ ἀποδοθὲν γένος οὐκ ὂν γένος· δεῖ γὰρ τὸ τοιοῦτον εἶδος εἰς τὸ τοιοῦτον καὶ ὅμοιον γένος τίθεσθαι. διὰ τοῦτο, ἐάν τις θῇ τῆς μνήμης γένος τὴν μονὴν λέγων εἶναι τὴν μνήμην μονὴν ἐπιστήμης, οὐχ ὑγιῶς ἀποδώσει τῷ τὴν μὲν μονὴν πρός τι οὖσαν ἐξ ἀνάγκης ἐν ἐκείνῳ εἶναι1 οὗ ἐστι μονή· ἐν γὰρ τῷ μένοντι ἡ μονή· ἡ δὲ μνήμη οὐκ ἐν ἐκείνῳ οὗ ἐστι μνήμη· πᾶσα γὰρ μνήμη ἐν ψυχῇ, οὐ πᾶσα δὲ μνήμη ψυχῆς. εἰ οὖν ἡ μνήμη μονὴ ἐπιστήμης, ἔσται ἐν τῇ ἐπιστήμῃ· ἐπεὶ γὰρ πᾶσα μονὴ ἐν ἐκείνῳ οὗ ἐστι μονή, καὶ ἡ τῆς ἐπιστήμης μονὴ εἴη ἂν ἐν τῇ ἐπιστήμῃ· τοῦτο δὲ ἄτοπον· οὐ γὰρ ἐν ἐπιστήμῃ ἡ μνήμη ἀλλ’ ἐν ψυχῇ. ἔδειξε δὲ πῶς ἀνάγκη, ἐν ᾧ τὸ γένος ἐστίν, εἶναι καὶ τὸ εἶδος· ἡ γὰρ προστιθεμένη διαφορὰ τῷ γένει οὐ μετατίθησιν αὐτό, ἀλλὰ ἔν τινι τοῦ κοινῶς λεγομένου ἐστὶ μηνύει·2 ἔστι δὲ τὸ εἶδος καὶ τὸ γένος μετὰ τῆς διαφορᾶς. οὕτω δ’ ἂν δεικνύοι τις ὅτι μηδὲ σωτηρία αἰσθήσεως ἡ μνήμη. ἡ μὲν γὰρ σωτηρία τῆς αἰσθήσεως ἐν αἰσθήσει· πᾶσα γὰρ σωτηρία ἐν ἐκείνῳ οὗ ἐστι σωτηρία· ἡ δὲ μνήμη οὐκ ἐν αἰσθήσει ἀλλ’ ἐν ψυχῇ· οὐ γὰρ αἴσθησις τὸ μνημονεῦον. ἀλλὰ καὶ ὅτι μή ἐστι τὸ πάθος ἐν γένει τῇ ὁρμῇ, ὡς οἱ ὁριζόμενοι αὐτὸ λέγουσιν ὁρμὴν ἄλογον, διὰ τούτου ἂν δεικνύοιτο τοῦ τόπου. εἰ γὰρ πᾶσα ὁρμὴ διωκτοῦ ἐστι καὶ πρὸς τοῦτο λέγεται, οὐκ ἔστι δὲ ἡ ὁρμὴ ἐν τῷ διωκτῷ ἀλλ’ ἐν ψυχῇ, οὐκ ἂν εἴη ἐν τῷ πρὸς ὃ λέγεται· τὸ δὲ πάθος πεπονθότος ὂν πάθος ἐξ ἀνάγκης ἐστὶν ἐν τῷ πεπονθότι πρὸς ὃ λέγεται. διὸ καὶ εὐλογώτερον κίνησιν αὐτὸ λέγειν· ὡς γὰρ τὸ πάθος ἐν τῷ πρὸς ὃ λέγεται, οὕτω καὶ ἡ κίνησις· ἐν γὰρ τῷ κινουμένῳ ἡ κίνησις, πρὸς ὃ καὶ λέγεται. λέγουσι δὲ κίνησιν τὸ τοῦ πάθους γένος ὁριζόμενοι τὸ πάθος κίνησιν κατὰ ψυχὴν ὑπὸ τοῦ ἡδέος ἢ λυπηροῦ. εἰ οὖν εἴη ἡ ὁρμὴ τοῦ ὁρμῶντος ὁρμή,3 εἴη ἂν καὶ αὐτὴ ἐν ἐκείνῳ πρὸς ὃ λέγεται. Λέγει δὲ τὸν εἰρημένον τόπον κοινὸν εἶναι καὶ πρὸς τὸ συμβεβηκός. κἂν γὰρ μὴ γένος μὲν συμβεβηκὸς δὲ τῆς μνήμης ἡ μονὴ ἀποδοθῇ, τὸ ἄτοπον ἀκολουθήσει· ὅτε γὰρ συμβέβηκεν ἡ μνήμη τῇ ἐπιστήμῃ, τότε ἐξ ἀνάγκης ἡ μνήμη ἐν τῇ ἐπιστήμῃ ἔσται, ὅπερ ἄτοπον λέγειν· πᾶσα γὰρ μνήμη καὶ ἀεὶ ἐν ψυχῇ.

例如,相等之于对称;因为两者都在它们所相对于被述说的那些事物之中;又如性状之于状态;因为这些也是相对于它们所在其中的那些事物而被述说的。再次,假定之于知识;因为它们中没有一个必然在它所相对于被述说的事物之中,然而它们各自有时可能[在其中];同样,把握之于感觉也是如此。然而双倍从属于倍数并从属于超出者,而相反者从属于他者,因为在这些之中,没有任何东西可能在它所相对于被述说的事物之中。因此,如果某物被指派为某物的属,而它自身必然在它所相对于被述说的事物之中,但它被指派给的那一事物却并非如此,或者反之,那么被指派的属就会被驳斥,并被表明不是属;因为这样的种必须被置于这样的同类之属中。由于这个原因,如果有人把居留设立为记忆的属,称记忆是知识的居留,那么他就不会健全地指派,因为居留作为关系者必然在它是其居留的事物之中(因为居留在居留者之中),而记忆却不在它是其记忆的事物之中;因为一切记忆都在灵魂之中,但并非一切记忆都是关于灵魂的。因此,如果记忆是知识的居留,它就将在知识之中;因为既然一切居留都在它是其居留的事物之中,知识的居留也将在知识之中;但这很荒谬;因为记忆不在知识之中,而是在灵魂之中。而且他指出了,种如何必然也在属所在的事物之中;因为加于属之上的种差并不转移属,而是表明属存在于通常所说者的某个特定事物之中;而种就是属加上种差。这样人们也可以表明,记忆也不是感觉的保持。因为感觉的保持在感觉之中(因为一切保持都在它是其保持的事物之中),而记忆不在感觉之中,而是在灵魂之中;因为进行记忆的并非感觉。而且,情感并不在作为属的冲动之中——正如那些下定义者所说的那样,称它是非理性的冲动——这一点也可以通过这一论题来表明。因为如果一切冲动都是关于所追求者的并且相对于所追求者而被述说,而冲动并不在所追求者之中而是在灵魂之中,那么它就不会在它所相对于被述说的事物之中;但情感既然是承受者的情感,就必然在它所相对于被述说的承受者之中。因此称其为运动更为合理;因为正如情感在它所相对于被述说的事物之中一样,运动也是如此;因为运动在它所相对于被述说的被运动者之中。他们把运动称为情感的属,将情感定义为由快适或痛苦引起的在灵魂中的运动。因此,如果冲动是冲动者的冲动,那么它自身也将在它所相对于被述说的事物之中。他又说,所提到的论题对于偶性也是通用的。因为即使居留不是作为属而是作为记忆的偶性被指派,荒谬的结果仍将随之而来;因为每当记忆作为偶性属于知识时,那时记忆就必然在知识之中,而这样说是荒谬的;因为一切记忆始终都在灵魂之中。

语法注3 条
  1. 4.58οὐχ ὑγιῶς ἀποδώσει τῷ τὴν μὲν μονὴν πρός τι οὖσαν ἐξ ἀνάγκης ἐν ἐκείνῳ εἶναι

    带与格定冠词的不定词短语 τῷ ... εἶναι 在此充当原因与格,表明该定义不健全的理由(“因为居留……必然在彼事物之中”)。

  2. 4.58ἀλλὰ ἔν τινι τοῦ κοινῶς λεγομένου ἐστὶ μηνύει

    语序倒装(hyperbaton)。置于句末的动词 μηνύει(告知、表明)以先行的陈述 ἔν τινι τοῦ κοινῶς λεγομένου ἐστί([属]存在于通常所说者的某个具体实例之中)作为其支配的宾语内容。

  3. 4.58εἰ οὖν εἴη ἡ ὁρμὴ τοῦ ὁρμῶντος ὁρμή

    由希求法构成的条件句,引入了一种替代性的构作解说:前文基于“冲动是相对于所追求者(διωκτόν)而言的”进行了反驳,而此处则设想如果把冲动看作是相对于“冲动的主体(ὁρμῶν)”而言的,则会有何种推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:343.7-344.10