← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§341.27-343.7

关系项的三种存在样态与属种的一致

亚历山大考察了亚里士多德在《论题篇》卷四第四章(125a33)中提出的关于关系者的论题,将关系项归纳为三类——必然存在于关联对象中、可能存在于其中、以及不可能存在于其中者——并阐明属与种在这一存在样态上必须相一致的逻辑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.58#1

" Ἐπεὶ δὲ τῶν πρός τι λεγομένων τὰ μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ἢ περὶ ἐκεῖνά ἐστιν." Καὶ ἄλλον τινὰ τόπον παραδίδωσιν ἀπὸ τῶν πρός τι. ἔστι δὲ ὃ λέγει τοιοῦτον· τῶν πρός τι τὰ μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ἐστὶν ἢ περὶ ἐκεῖνα πρὸς ἃ λέγεται, ὡς ἡ σύνθεσις λεγομένη πρὸς τὸ συγκείμενον ἐξ ἀνάγκης ἐστὶν ἐν τῷ συγκειμένῳ πρὸς ὃ λέγεται· ὁμοίως καὶ ἡ συμμετρία· ἐν γὰρ τῷ συμμέτρῳ πρὸς ὃ λέγεται· ἀλλὰ καὶ ἡ μονὴ μένοντος οὖσα ἐξ ἀνάγκης ἐστὶν ἐν τῷ μένοντι. ἐπιζητήσαι δ’ ἄν τις περὶ τῆς ἕξεως, ὃ καὶ αὐτὸ παρέθετο, εἰ ἐξ ἀνάγκης ἐστὶν ἐν τούτῳ πρὸς ὃ λέγεται· λέγεται μὲν γὰρ ἡ ἕξις ἑκτοῦ, οὐκ ἔστι δὲ ἐν τῷ ἑκτῷ, ἀλλὰ ἢ ἐν ψυχῇ ἢ ἐν τῷ οὗ ἐστιν,1 εἰ μή τις λέγοι τὴν ἕξιν πρὸς τὸ ἔχον αὐτήν, οὐ πρὸς τὸ ἐχόμενον λέγεσθαι,2 ὃ καὶ πρὸ ὀλίγου αὐτὸς εἶπε. τὰ δὲ οὐκ ἀνάγκη μὲν ἐν ἐκείνοις εἶναι ἢ περὶ ἐκεῖνα πρὸς ἃ λέγεται, ἐνδέχεται μέντοι αὐτὰ εἶναι ἐν αὐτοῖς. τούτων ἐστὶν ἡ ἐπιστήμη· λέγεται μὲν γὰρ πρὸς τὸ ἐπιστητόν, οὐ μὴν ἔστιν ἐν τῷ ἐπιστητῷ 〈ἐξ ἀνάγκης〉, ἀλλ’ ἐξ ἀνάγκης μέν ἐστιν ἐν ψυχῇ, ἐνδέχεται δὲ αὐτὴν καὶ ἐν τῷ ἐπιστητῷ εἶναι, πρὸς ὃ λέγεται. τῇ γὰρ ψυχῇ ἔνεστιν ἐπιστήμη, 〈ἥ〉 γε κἂν αὑτῆς ἐπιστήμην ἔχοι· οὕτω γὰρ ἔσται ἡ ἐπιστήμη ἐν τῷ ἐπιστητῷ, αὕτη ἡ τῆς ψυχῆς, οὐ πᾶσα· οὐ γὰρ πᾶσα ἐπιστήμη ἐν τῷ ἐπιστητῷ. οὐδὲ γὰρ πᾶσα ἐπιστήμη ψυχὴν τὸ ἐπιστητὸν ἔχει· τὸ γὰρ τὰς τοῦ τριγώνου δύο γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι ἐπιστητὸν μέν, οὐ μὴν διὰ τοῦτο ψυχή ἐστιν. διὸ ἡ τούτου ἐπιστήμη οὐκ ἐν τῷ ἐπιστητῷ. ὅταν γὰρ αὐτὴ αὑτὴν μὴ ἐπίστηται, ἄλλο δέ τι ᾖ, τότε οὐκ ἔσται ἡ ἐπιστήμη ἐν τῷ ἐπιστητῷ· ἡ γὰρ ἐπιστήμη τῶν μουσικῶν λέγεται μὲν πρὸς τὰ ἐπιστητὰ ὧν ἐστιν, οὐ μὴν ἐν τούτοις ἐστίν, εἴ γε πᾶσα ἐπιστήμη ἐν ψυχῇ. ἴσως δὲ βέλτιον ἀντὶ τοῦ δυνατὸν γὰρ καὶ ἐν ἄλλῳ ὑπάρχειν τὴν αὐτὴν ταύτην γεγράφθαι ‘δυνατὸν γὰρ καὶ ἄλλου εἶναι τὴν αὐτὴν ταύτην’,3 τοῦτ’ ἔστι τὴν ἐπιστήμην· οὐ γὰρ μόνη ἡ ψυχὴ ἐπιστητόν. δύναται καὶ αὐτὸ τὸ δυνατὸν γὰρ καὶ ἐν ἄλλῳ ὑπάρχειν τὴν αὐτὴν ταύτην εἰρῆσθαι ὡς ἴσον τῷ ‘δυνατὸν γὰρ καὶ ἄλλῳ ὑπάρχειν’, τοῦτ’ ἔστι καὶ ἄλλου τινὸς εἶναι τὴν ἐπιστήμην καὶ ἄλλῳ τινὶ ὑπάρχειν τῶν ἐπιστητῶν καὶ μὴ ψυχῇ μόνῃ. τὰ δὲ ἁπλῶς ἀδύνατα ἐν ἐκείνοις εἶναι πρὸς ἃ λέγεται, ὡς ἔχει τὸ ἐναντίον· ἀδύνατον γὰρ αὐτὸ ἐν ἐκείνῳ εἶναι· εἴη γὰρ ἂν ἅμα τὰ ἐναντία. ἀλλ’ οὐδὲ τὸ διπλάσιον ἐν τῷ ἡμίσει· ὁμοίως οὐδὲ τὸ ὑπερέχον. οὔσης τοίνυν ἐν τοῖς πρός τι τοιαύτης διαφορᾶς εἴη ἂν τῶν μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ὄντων πρὸς ἃ λέγεται καὶ τὰ γένη τοιαῦτα,4 τῶν δὲ μὴ ἐξ ἀνάγκης μὲν ἐνδεχομένων δὲ ἐν ἐκείνοις καὶ τὰ γένη ὁμοίως ἐν ἐκείνοις, καὶ τῶν ἀδυνάτων εἶναι ἐν τοῖς πρὸς ἃ λέγεται καὶ τὰ γένη ὡσαύτως.

“既然在被称为关系者中,有些是必然在那些事物之中或围绕那些事物,”他又提出了另一个取自关系者的论题。他所说的是这样的:在关系者中,有些是必然在它们所相对于被述说的那些事物之中,或围绕那些事物,正如结合相对于被结合者而被述说,必然在它所相对于被述说的被结合者之中;对称同样也是如此;因为它在它所相对于被述说的对称者之中;此外居留既然是居留者的[居留],也必然在居留者之中。但有人可能会就状态产生疑问——这本身也是他所引用的——即它是否必然在它所相对于被述说的事物之中;因为状态被称为被持有者的[状态],但它并不在被持有者之中,而是在灵魂之中,或在它所属的事物之中,除非有人说状态是相对于持有它者而言的,而不是相对于被持有者而言的,这也是他不久前自己所说过的。然而另一些事物并不必然在它们所相对于被述说的那些事物之中或围绕那些事物,但它们可能在它们之中。知识就属于这些事物;因为它是相对于可知者而被述说的,但并非必然在可知者之中,而是必然在灵魂之中,但它也可能在它所相对于被述说的可知者之中。因为在灵魂中存在着知识,而灵魂至少可以拥有关于其自身的知识;因为这样知识就将在可知者之中,即这属于灵魂的知识,但并非全部[知识];因为并非所有知识都在可知者之中。因为并非所有知识都把灵魂作为可知者;因为三角形的两内角等于两直角固然是可知的,但并不因此就是灵魂。因此关于这一点的知识并不在可知者之中。因为每当它不知道自身而是知道其他某物时,那时知识就不会在可知者之中;因为关于音乐事务的知识虽然相对于它所属的那些可知者而被述说,但并不在它们之中,如果一切知识都在灵魂之中的话。或许更好的是,不作“因为这同一者也可能存在于另一者之中”,而是写作“因为这同一者也可能属于另一者”,也就是知识;因为并非只有灵魂才是可知者。“因为这同一者也可能存在于另一者之中”这句说法本身也可以被解释为等同于“因为也可能属于另一者”,也就是知识也可以属于其他某物,并且属于可知者中的其他某物,而不仅仅属于灵魂。另一些事物则根本不可能在它们所相对于被述说的那些事物之中,正如相反者的情形那样;因为它不可能在彼者之中;否则相反者就会同时存在。双倍也不在半数之中;同样超出者也不在[被超出者之中]。因此,在关系者中既然存在这样的差别,那么在那些必然在它们所相对于被述说的事物之中的关系者中,其属也应当是这样的;在那些并非必然但可能在它们之中的关系者中,其属同样也会在它们之中;而在那些不可能在它们所相对于被述说的事物之中的关系者中,其属也将同样如此。

语法注4 条
  1. 4.58τὸ γὰρ τὰς τοῦ τριγώνου δύο γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι ἐπιστητὸν μέν, οὐ μὴν διὰ τοῦτο ψυχή ἐστιν

    带冠词不定式从句 τὸ ... εἶναι 整体充当后续两个并列分句的主语:在前半句中作省略系词的 ἐπιστητόν 的主语,在后半句中作 διὰ τοῦτο ψυχή ἐστιν 的主语。该结构表明几何命题本身固然是可知对象,但并不因此就是灵魂。

  2. 4.58εἰ μή τις λέγοι τὴν ἕξιν πρὸς τὸ ἔχον αὐτήν, οὐ πρὸς τὸ ἐχόμενον λέγεσθαι

    条件连词 εἰ 后接希求法动词 λέγοι 构成潜在假定句,该动词支配宾格不定式结构(主语为 τὴν ἕξιν,不定式为 λέγεσθαι)。针对状态(ἕξις)并不存在于被持有者之中的难点,引入了一种替代性的构拟:将状态的相关项视为“持有者”而非“被持有者”。

  3. 4.58ἴσως δὲ βέλτιον ἀντὶ τοῦ δυνατὸν γὰρ καὶ ἐν ἄλλῳ ὑπάρχειν τὴν αὐτὴν ταύτην γεγράφθαι ‘δυνατὸν γὰρ καὶ ἄλλου εἶναι τὴν αὐτὴν ταύτην’

    非人称结构 βέλτιον [ἂν εἴη] 支配完成时被动不定式 γεγράφθαι,将引文 ἀντὶ τοῦ ... 与建议的读法 ‘δυνατὸν...’ 进行对比。该结构讨论了文本的异读或句法理解,通过将介词短语 ἐν ἄλλῳ 改换为属格 ἄλλου,以表明知识也可以是“关于另一对象的”,而不只是“在另一者之中”。

  4. 4.58οὔσης τοίνυν ἐν τοῖς πρός τι τοιαύτης διαφορᾶς εἴη ἂν τῶν μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ὄντων πρὸς ἃ λέγεται καὶ τὰ γένη τοιαῦτα

    句首的独立属格 οὔσης ... διαφορᾶς 交代前提,主句则是由潜在希求法 εἴη ἄν 所统摄的三重并列结构(τῶν μὲν ... τῶν δὲ ... καὶ τῶν ...)。其中的属格(如 τῶν ... ὄντων)充当所属或关联属格,表达“在……这类事物中,其属亦当具有相应样态”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:341.27-343.7