← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§340.18-341.26

依关联项数目与相关对立者检验属种关系

亚历山大注解了亚里士多德《论题篇》卷四第四章(125a14–125a25),阐释了根据属与种所关联的项数是否相等来驳斥属的论题(及其例外与局限),以及通过考察种与属的相关相反者之间是否具有属种关系来进行立破的论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.56

" Πάλιν εἰ μὴ πρὸς ἴσα1 τὸ γένος καὶ τὸ εἶδος λέγεται." Ἐπεὶ τῶν πρός τι τὰ μὲν πρὸς ἓν λέγεται τὰ δὲ πρὸς πλείω, πρὸς ἓν μὲν τὸ διπλάσιον, πρὸς γὰρ ἥμισυ μόνον, καὶ τὸ πολλαπλάσιον (καὶ γὰρ τοῦτο πρὸς ἕν, πρὸς γὰρ τὸ πολλοστημόριον), πρὸς πλείω δὲ τὸ ὑπερέχον (καὶ γὰρ τινὸς τὸ ὑπερέχον ὑπερέχει καὶ τινί), ἂν οὖν μὴ πρὸς ἴσα τὸ γένος καὶ τὸ εἶδος λέγηται, ἀλλὰ τὸ μὲν πρὸς πλείω τὸ δὲ πρὸς ἕν, οὐκ ἔσται γένος τὸ ἀποδοθέν. δοκεῖ γὰρ πρὸς ἴσα τὸ γένος καὶ τὸ εἶδος λέγεσθαι, ὡς ἐπὶ δωρεᾶς καὶ δόσεως· ἑκάτερον γὰρ αὐτῶν καὶ τινὶ καὶ τινός· διὸ οὐκ 〈ἂν〉 ἀναιροῖτο τὸ τὴν δόσιν γένος τῆς δωρεᾶς εἶναι· καὶ γὰρ λέγεται ἡ δωρεὰ δόσις ἀναπόδοτος. ἐὰν μὲν οὖν μὴ πρὸς ἴσα λέγωνται, ἀνασκευάσομεν τὸ ἀποδοθὲν γένος τῷ τόπῳ τούτῳ προσχρώμενοι. οἷον ἄν τεθῇ τῆς ὀργῆς γένος ἡ ὄρεξις, ἐπεὶ ἡ μὲν ὄρεξις πρὸς ἓν λέγεται (τινὸς γάρ), ἡ δὲ ὀργὴ καὶ τινὸς καὶ τινί, οὐκ ἂν εἴη γένος τῆς ὀργῆς ἡ ὄρεξις. ὁμοίως δείξομεν ὅτι τοῦ ἐπαίνου μή ἐστιν ὁ λόγος·2 ὁ μὲν γὰρ λόγος τινὸς μόνον, ὁ δὲ ἔπαινος τινός τε καὶ ἐπὶ τινί. μήποτε δέ, ὡς καὶ αὐτὸς λέγει, ὁ τόπος οὐκ ἔστιν ἀληθὴς ἀλλὰ πιθανὸς μόνον. ἔστι γὰρ ὁμολογουμένως ὄντα γένη τινῶν, ἃ οὐ πρὸς ἴσα αὐτοῖς λέγεται, ὥσπερ ἔχει ἡ ὑπεροχὴ καὶ τὸ πολλαπλάσιόν τε καὶ τὸ διπλάσιον· ταῦτα μὲν γὰρ πρὸς ἕν, ἡ δὲ ὑπεροχὴ γένος αὐτῶν οὖσα πρὸς δύο λέγεται· καὶ γὰρ τινὸς καὶ τινί. καὶ ἡ μὲν μίμησις τινὸς μόνον, γένος οὖσα τοῦ ζήλου, ὁ δὲ ζῆλος τινός τε καὶ ἐπὶ τινί. ἀλλὰ καὶ ὁ λόγος γένος ὢν τοῦ ἐπαίνου οὐ λέγεται πρὸς ἴσα, ὡς ἐρρήθη.

“再次,如果属与种不是相对于等量的事物被述说。” 既然在关系者中,有些是相对于一个事物被述说,有些则是相对于较多的事物——双倍相对于一个,即仅仅相对于一半,倍数也是(因为这也是相对于一个,即相对于几分之一),但超出者相对于较多的事物(因为超出者超出某物,并且依某物而超出)——因此,如果属与种不是相对于等量的事物被述说,而是一个相对于较多的事物,另一个相对于一个事物,所给出的项就不会是属。因为属与种似乎是相对于等量的事物被述说的,正如在馈赠与给予的情形中那样;因为它们两者各自既是对于某人的,也是某物的;因此给予是馈赠的属这一点不会被否定;因为馈赠被称为不求回报的给予。因此,如果它们不是相对于等量的事物被述说,我们将运用这一论题来驳斥所给出的属。例如,如果把欲求设定为愤怒的属,既然欲求是相对于一个事物被述说的(因为它是某物的欲求),而愤怒既是某物的又是对某人的,那么欲求就不会是愤怒的属。同样,我们将证明言语不是赞颂的属;因为言语仅是某物的,而赞颂既是对某人的又是因某事的。但或许正如他自己所言,这一论题并非真实,而只是具有说服力而已。因为存在一些公认是某些事物的属的事物,却并不与它们相对于等量的事物被述说,正如超出与倍数及双倍的情形一样;因为这些是相对于一个事物,而作为它们之属的超出则是相对于两个事物被述说的;因为它既是某物的又是依某物的。摹仿仅是某物的,却是热望的属,而热望既是对某人的又是因某事的。而且言语作为赞颂的属,如前所述,也不是相对于等量的事物被述说的。

§4.57

"Ὁρᾶν δὲ καὶ εἰ τοῦ ἀντικειμένου τὸ ἀντικείμενον γένος." Ἔτι καὶ οὗτος ἀπὸ τῶν πρός τι. ἂν γὰρ τεθῇ τι γένος τινός, ἄμφω δὲ ᾖ πρός τι, ἀξιοῖ ἐπισκοπεῖν εἰ τοῦ ἀντικειμένου τῷ εἴδει (ἔστι δὲ ἀντικείμενον αὐτῷ πρὸς ὃ λέγεται) τὸ ἀντικείμενον τῷ γένει γένος ἐστίν. εἰ γὰρ μὴ τοῦτο, οὐδ’ ἂν τὸ ἀντικείμενον τοῦ ἀντικειμένου γένος εἴη· δοκεῖ γὰρ ἀεὶ τὸ ἀντικείμενον τῷ εἴδει ἐν τῷ ἀντικειμένῳ τῷ γένει εἶναι, ὅταν ᾖ τι αὐτῷ ἀντικείμενον· τὰ δὲ πρός τι ἔχει [τὰ] ἀντικείμενα ταῦτα πρὸς ἃ λέγεται. οἷον τοῦ διπλασίου γένος τὸ πολλαπλάσιον, ἐπεὶ καὶ τοῦ ἡμίσεος τὸ πολλοστημόριον, καὶ τῆς ἐπιστήμης ἡ ὑπόληψις, ἐπεὶ καὶ τοῦ ἐπιστητοῦ τὸ ὑποληπτόν. ἂν δὴ τεθῇ γένος ἐπιστήμης ἡ αἴσθησις, ἀναιρεῖν δυνησόμεθα προσχρώμενοι τῷ μηδὲ τοῦ ἀντικειμένου τῇ ἐπιστήμῃ, τοῦ ἐπιστητοῦ, γένος εἶναι τὸ ἀντικείμενον τῇ αἰσθήσει, τὸ αἰσθητόν·3 οὐ γὰρ γένος τοῦ ἐπιστητοῦ τὸ αἰσθητόν, ἐπεὶ πολλὰ νοητὰ ὄντα ἐπιστητά ἐστιν. δύναται δέ τις τῷ τόπῳ καὶ πρὸς κατασκευὴν χρήσασθαι· ἂν γὰρ δειχθῇ τὸ ἀντικείμενον τῷ ὡς γένει τεθέντι γένος ὂν τοῦ ἀντικειμένου τῷ εἴδει, καὶ τὸ ὑποτεθὲν ἔσται γένος.

“还要看相反者是否是相反者的属。” 再者,这一论题同样取自关系者。因为如果某物被设定为某物的属,而两者都是关系者,他要求考察对于种的相反者而言(而对它相反的就是它所相对于被述说的对象),对属相反者是否是它的属。因为如果不成立,那么相反者也不会是相反者的属;因为对于种的相反者似乎总是在对于属的相反者之中,只要有某种与其相反的事物;而关系者将它们所相对于被述说的那些事物作为相反者。例如,倍数是双倍的属,因为几分之一也是一半的属;判断是知识的属,因为被判断者也是可知者的属。如果把感觉设定为知识的属,我们将能够通过利用与感觉相反者(即感觉对象)根本不是与知识相反者(即可知者)的属这一事实来加以否定;因为感觉对象不是可知者的属,既然许多理知对象也是可知者。人们也可以将这一论题用于确立;因为如果对作为属设定的项相反者被表明是对种相反者的属,那么被假定的项也将是属。

语法注3 条
  1. 4.56πρὸς ἴσα

    ἴσα 是中性复数宾格,与介词 πρός 结合构成副词性短语,意为“相对于等量的事物(项/格补足语)”,指关系者所要求的补足语(支配格)的项数。

  2. 4.56ὅτι τοῦ ἐπαίνου μή ἐστιν ὁ λόγος

    在属格 τοῦ ἐπαίνου 下省略了表语名词 γένος(“言语不是赞颂的[属]”)。在引出从属句的 ὅτι 之后使用 μή 而非 οὐ,反映了对辩证假定或主张内容的间接陈述。

  3. 4.57προσχρώμενοι τῷ μηδὲ τοῦ ἀντικειμένου τῇ ἐπιστήμῃ, τοῦ ἐπιστητοῦ, γένος εἶναι τὸ ἀντικείμενον τῇ αἰσθήσει, τὸ αἰσθητόν

    προσχρώμενοι 支配带冠词的不定词与格短语 τῷ ... εἶναι,表示驳斥的依据(“利用……这一事实”)。否定词 μηδέ 置于句首否定不定词从句,否定了主语 τὸ αἰσθητόν 作为 τοῦ ἐπιστητοῦ 的属(γένος)这一关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:340.18-341.26