- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:339.9-340.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《论题篇》4.4(125a5)阐释了这一论题:若关系者的属与种在格上一致,但其逆转者的格却不一致,则所设定的属被推翻;他结合知识与判断、超出者与更大者的例证进行说明,并批判了斯特拉同的修正提议及其错误根源。
" Πάλιν εἰ ὁμοίως τὰ πρός τι κατὰ τὰς πτώσεις λεγόμενα μὴ ὁμοίως ἀντιστρέφει." Καὶ οὗτος ὁ τόπος ἐκ τῶν πρός τι. ἐπεὶ γὰρ πάντα δοκεῖ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεσθαι, ἂν μὴ πρὸς ὁμοίας πτώσεις πάλιν τὰ ἀντιστρέφοντα ἀντιστρέφῃ, οὐ γένος1 ἔσται τὸ ὡς γένος ἀποδεδομένον· κἂν γὰρ αὐτὸ καὶ τὸ ὡς εἶδος τεθὲν αὐτοῦ πρὸς ὁμοίας πτώσεις πρὸς ἄλληλα λέγηται,2 οὐδέπω γένος τὸ ἀποδοθέν, ἂν μὴ καὶ 〈τὰ〉 ἀντιστρέφοντα τῷ τε ὡς γένει ἀποδοθέντι καὶ τῷ ὡς εἴδει πρὸς ὁμοίας πάλιν πτώσεις λέγηται. πολλάκις μὲν οὖν ἀμφότερα ὁμοίως πρὸς τὰς πτώσεις ἀποδίδοται· τό τε γὰρ διπλάσιον τινὸς καὶ τὸ πολλαπλάσιον, ἀλλὰ [καὶ τὸ ὑπερέχον] καὶ τὸ μεῖζον· καὶ τὰ ἀντιστρέφοντα δὲ αὐτοῖς πρὸς τὰς αὐτάς· τό τε γὰρ ἔλαττον τινὸς ἔλαττον, [καὶ τὸ ὑπερεχόμενον τινὸς ὑπερέχεται.] καὶ τὸ πολλοστημόριον κατὰ ταὐτὰ τινός· ὁμοίως καὶ τὸ ἥμισυ. ἐπὶ δὲ ἐνίων πρὸς ἄλλην μὲν πτῶσιν τὸ γένος καὶ τὸ εἶδος, πρὸς ἄλλην δὲ τὰ ἀντιστρέφοντα αὐτοῖς, πλὴν πρὸς τὴν αὐτὴν ἀλλήλοις, ὡς 〈ἐπ’〉 ἐπιστήμης καὶ ὑπολήψεως· ἥ τε γὰρ ἐπιστήμη τινός, ἐπιστητοῦ γάρ, καὶ τὸ γένος αὐτῆς, ἡ ὑπόληψις, καὶ αὕτη τινός, εἴ γε ὑποληπτοῦ· τὰ δὲ ἀντιστρέφοντα αὐτοῖς πρὸς ἄλλας πτώσεις ἀντιστρέφει καὶ οὐ καθ’ ἃς ταῦτα, οὐ μὴν ἀλλὰ ἀλλήλοις τὰς αὐτάς· τό τε γὰρ ἐπιστητόν, ὃ πρὸς τὴν ἐπιστήμην ἀντιστρέφει, πρὸς τὴν δοτικὴν πτῶσιν ἀντιστρέφει (ἐπιστήμῃ γὰρ ἐπιστητόν), καὶ τὸ ὑποληπτὸν πρὸς τὴν ὑπόληψιν ἀντιστρέφον ὁμοίως καὶ αὐτὸ οὐ τινός ἐστιν ὑποληπτὸν ἀλλὰ τινί, τῇ ὑπολήψει. ὅταν οὖν μὴ ὁμοίως ἔχῃ τὰ ἀντιστρέφοντα, ἀναιρεθήσεται τὸ τεθὲν ὡς γένος. ἄν γάρ τις θῇ τοῦ μείζονος γένος τὸ ὑπερέχον, ἐπεὶ τὰ ἀντιστρέφοντα αὐτοῖς οὐ πρὸς ὁμοίας λέγεται πτώσεις (τὸ μὲν γὰρ ἔλαττον τινός, μείζονος γάρ, τὸ δὲ ὑπερεχόμενον τινί, ὑπερέχοντι γάρ), ἀναιροῖτ’ ἂν τὸ εἶναι τὸ ὑπερέχον γένος τοῦ μείζονος. ὁ μέντοι Στράτων προστίθησί τινα τῷ τόπῳ τούτῳ καὶ ἄλλον· εἰ αὐτὰ μὲν πρὸς ὁμοίας πτώσεις λέγοιτο, τό τε ἀποδοθὲν γένος καὶ τὸ εἶδος, τῶν δὲ πρὸς ἃ ταῦτα λέγεται τὸ μὲν ἀντιστρέφοι τὸ δὲ μή, οὔ φησι τὸ τεθὲν ἔσεσθαι γένος. καὶ παραδείγματι χρῆται τοῦ τόπου τῇ τε ἐλλείψει καὶ τῇ ἐνδείᾳ· εἰ γάρ τις γένος τῆς ἐλλείψεως τὴν ἔνδειαν λέγει, ἐπεὶ ἑκάτερον μὲν αὐτῶν πρὸς τὴν αὐτὴν ἀποδίδοται πτῶσιν (ἥ τε γὰρ ἔλλειψις τινός, τῆς ὑπεροχῆς γάρ, καὶ ἡ ἔνδεια ὁμοίως τινός, τοῦ γὰρ ἱκανοῦ), οὐκέτι δὲ ἀμφότερα, πρὸς ἃ ἑκάτερον αὐτῶν λέγεται, ἀντιστρέφει (ἡ μὲν γὰρ ὑπεροχὴ καὶ αὐτὴ τινός, ἐλλείψεως γάρ· τὸ δὲ ἱκανὸν οὐκέτι ἀντιστρέφει· οὐ γὰρ λέγεται τὸ ἱκανὸν ἐνδείας ἱκανόν), ὥστε οὐκ ἂν εἴη ἡ ἔνδεια τῆς ἐλλείψεως γένος. ἀλλ’ οὗτος μὲν καινοτομῆσαι βουληθεὶς ὀλίγον ἀναιρεῖ μεῖζόν τι· τὸ γὰρ πάντα 〈τὰ〉 πρός τι πρὸς ἀντιστρέφοντα λέγεσθαι κινεῖ. αἴτιον δὲ αὐτῷ τῆς πλάνης τὸ μὴ δεόντως λαβεῖν τὴν ἔνδειαν πρὸς τὸ ἱκανὸν λέγεσθαι·3 καὶ γὰρ ἡ ἔνδεια ἐνδέοντός ἐστιν ἔνδεια καὶ πρὸς τοῦτο λέγεται πρός τι.
“再次,如果关系者在格的方面被同样述说,却没有以同样方式逆转。” 这一论题也是取自关系者。因为既然所有关系者似乎都是相对于逆转者被述说的,如果逆转者反过来没有相对于相似的格逆转,那么作为属被给出的项就不会是属;因为即使它与被设定为它的种的项彼此相对于相似的格被述说,只要对作为属被给出的项以及对作为种被给出的项而言的逆转者,没有反过来相对于相似的格被述说,所给出的项就还不是属。因此,常常两者在格的方面被同样给出;因为双倍是属于某物的,倍数也是,更大者亦然;而对它们逆转的项也是相对于相同的格;因为更小者是属于某物的更小者,几分之一同样也是属于某物的,一半亦然。但在某些情况下,属与种是相对于一个格,而对它们逆转的项则是相对于另一个格,只不过它们彼此相对于相同的格,正如在知识与判断的情形中那样;因为知识是属于某物的,即属于可知者的,而它的属——判断,本身也是属于某物的,既然是属于被判断者的;而对它们逆转的项则是相对于其他格逆转,并不是按照这些项所依据的格,然而彼此之间是按照相同的格;因为对知识逆转的可知者是相对于与格逆转(因为它是对于知识可知),而对判断逆转的被判断者同样本身不是属于某物而是对于某物,即对于判断。因此,当逆转者不具有相似的情形时,被设定为属的项将被否定。因为如果有人把超出者设定为更大者的属,既然对它们逆转的项不是相对于相似的格被述说(因为更小者是属于某物的,即属于更大者的,而被超出者是对于某物的,即对于超出者的),那么超出者是更大者的属这一点就会被否定。然而斯特拉同在这一论题之外又补充了另一个:如果被给出的属和种本身是相对于相似的格被述说,但它们所相对于被述说的那些项中,一个逆转而另一个不逆转,他便说所设定的项不会是属。他使用匮乏与不足作为该论题的例证:因为如果有人说不足是匮乏的属,既然它们两者各自是相对于相同的格被给出(因为匮乏是属于某物的,即属于超出的,而不足同样是属于某物的,即属于充足者的),但它们各自所相对于被述说的事物不再都逆转(因为超出本身也是属于某物的,即属于匮乏的;而充足者不再逆转;因为充足者不被称为不足的充足者),所以不足就不会是匮乏的属。但他想要稍作创新,却否定了某个更大的原则;因为他动摇了所有关系者都是相对于逆转者被述说的这一原理。而造成他迷误的原因,是他不当地把不足当成了相对于充足者被述说;因为不足实则是不足者的不足,并且是相对于这一项作为关系者被述说的。
- 4.55ὁ μέντοι Στράτων προστίθησί τινα τῷ τόπῳ τούτῳ καὶ ἄλλον· εἰ αὐτὰ μὲν πρὸς ὁμοίας πτώσεις λέγοιτο, τό τε ἀποδοθὲν γένος καὶ τὸ εἶδος, τῶν δὲ πρὸς ἃ ταῦτα λέγεται τὸ μὲν ἀντιστρέφοι τὸ δὲ μή, οὔ φησι τὸ τεθὲν ἔσεσθαι γένος
句子结构中,主动词 προστίθησι 支配宾语 τινα καὶ ἄλλον [τόπον],冒号后的条件句(εἰ ... λέγοιτο ... ἀντιστρέφοι ...)及其间接引语归结(οὔ φησι τὸ τεθὲν ἔσεσθαι γένος)同格解释这一补充论题的具体内容。条件从句中的 τῶν δὲ πρὸς ἃ ταῦτα λέγεται 作部分属格,统辖后文的 τὸ μὲν ... τὸ δὲ μή。
- 4.55ἂν μὴ καὶ 〈τὰ〉 ἀντιστρέφοντα τῷ τε ὡς γένει ἀποδοθέντι καὶ τῷ ὡς εἴδει πρὸς ὁμοίας πάλιν πτώσεις λέγηται
与格短语 τῷ τε ὡς γένει ἀποδοθέντι καὶ τῷ ὡς εἴδει 依附于分词 ἀντιστρέφοντα 作间接宾语,意为“对作为属被给出的项以及对作为种被给出的项而言的逆转者”。补出的带冠词分词 〈τὰ〉 ἀντιστρέφοντα 是从句主语,谓语动词为 λέγηται。
- 4.55αἴτιον δὲ αὐτῷ τῆς πλάνης τὸ μὴ δεόντως λαβεῖν τὴν ἔνδειαν πρὸς τὸ ἱκανὸν λέγεσθαι
αἴτιον 为表语名词,省略了系动词 ἐστί。句子的语法主语是带定冠词的不定式短语 τὸ μὴ δεόντως λαβεῖν,其中动词 λαβεῖν 意为“假定/理解”,支配宾格加不定式结构 τὴν ἔνδειαν πρὸς τὸ ἱκανὸν λέγεσθαι 作为宾语从句。αὐτῷ 是关系与格(“对他而言”)。
