← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§32.5-34.5

推测性技术中功能与目的的区分

亚历山大就亚里士多德《论题篇》101b3–101b5的论述进行注解,分析了辩证术的效用及其本质,重点阐明了辩证术和医术等推测性技术中“功能”(ergon)与“目的”(telos)的区分,指出技术的完全掌握在于竭尽一切可能的有效手段,而非在于必然达成外在的结果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11

" Ἐξεταστικὴ γὰρ οὖσα πρὸς τὰς ἁπασῶν τῶν μεθόδων ἀρχὰς ὁδὸν ἔχει." Ὅτι μὲν μεθόδους καὶ τὰς ἐπιστήμας καὶ τὰς τέχνας λέγει, γνώριμον ἐποίησεν αὐτός· εἰπὼν γὰρ “ἔτι δὲ πρὸς τὰ πρῶτα τῶν περὶ ἑκάστην ἐπιστήμην” τὰς ἐπιστήμας μεταλαβὼν μεθόδους εἶπεν. ἐξεταστικὴ δὲ ἀντὶ τοῦ ‘ζητητικὴ καὶ ἐπιχειρηματική’.1

“因为[辩证术]既然是审查性的,便具有通向一切研究方法的诸本原之路。” 他在此所说的“方法”也指诸科学和诸技术,这一点他自己已经阐明;因为他在说了“此外,针对关于各门科学的最初本原”之后,变换用语,将科学称为“方法”。而“审查性的”则是代替“探求性的与驳难性的”。

§1.12

"Ἕξομεν δὲ τελέως τὴν μέθοδον, ὅταν ὁμοίως ἔχωμεν." Εἰπὼν τίς ἐστιν ὁ ἔνδοξος συλλογισμός, καὶ ὅτι ἡ διαλεκτικὴ περὶ τὸν τοιοῦτον συλλογισμόν, δείξας δὲ καὶ πρὸς πόσα καὶ τίνα χρήσιμός ἐστι, νῦν λέγει τί ἔργον ἐστὶ τῆς διαλεκτικῆς, καὶ πότε καὶ πῶς ἔχοντες τελείως ἔχομεν τὴν μέθοδον. δυνάμεις δὲ εἶπε τὴν ἰατρικὴν καὶ τὴν κυβερνητικήν τε καὶ διαλεκτικήν, ἤτοι ὅτι ἔνεστιν αὐταῖς καὶ εὖ καὶ κακῶς χρῆσθαι, ἢ μᾶλλον ὅτι στοχαστικαὶ οὖσαι οὐ κατὰ ὡρισμένα τινὰ προΐασιν, ἀλλὰ δεῖ καὶ οἰκείας συνέσεως αὐταῖς πρὸς τὸ ἁρμόσασθαί τε τὰ προσπίπτοντα καὶ τάξαι τὰ γινόμενά τε καὶ λεγόμενα ὥστε ταχθέντα χρήσιμα γενέσθαι. ἢ μᾶλλον δυνάμεις κοινότερον τὰς τέχνας, ὡσανεὶ ἕξεις ἔλεγεν αὐτάς, καὶ εἴη ἂν ‘τῶν τοιούτων τεχνῶν’, τοῦτ’ ἔστι τῶν στοχαστικῶν. φησὶ δὴ τότε ἡμᾶς τελείως ἕξειν αὐτήν, ὅταν τῶν ἐνδεχομένων εἰς τὸ προκείμενον ἐνδόξως ἐπιχειρηθῆναι μηδὲν παραλίπωμεν· οὐδὲ γὰρ τὸ πάντως εἰς ἀντίφασιν περιαγαγεῖν τὸν διαλεγόμενον ἔργον τοῦ διαλεκτικοῦ, ὥσπερ οὐδὲ τοῦ ῥήτορος τὸ πεῖσαι, ἀλλὰ καὶ τούτου τὸ μηδὲν τῶν εἰς πίστιν τοῦ προκειμένου πιθανῶν παραλιπεῖν. οὕτως δὲ ἔχει καὶ ἐπὶ ἰατρικῆς τε καὶ κυβερνητικῆς καὶ πασῶν τῶν στοχαστικῶν τεχνῶν. τοῦ τε γὰρ ἰατροῦ ἔργον τὸ πάντα τὰ ἐνδεχόμενα ποιῆσαι πρὸς τὸ σῶσαι, ἀλλ’ οὐ τὸ σῶσαι· εἰ γὰρ τοῦτό τις λέγοι ἔργον εἶναι τοῦ ἰατροῦ, καὶ ὁ ἀνίατρος ἰατρὸς ἔσται καὶ ὁ ἰατρὸς οὐκ ἰατρός· σῴζουσι γὰρ πολλάκις καὶ οἱ ἀνίατροί τινας κάμνοντας, εὐτυχῶς τινα προσενέγκαντες αὐτοῖς, καὶ οὐ σώζουσιν οἱ ἰατροί, ὅταν μεῖζον ᾖ τὸ πάθος τῆς ἰατρικῆς βοηθείας ἢ μὴ σημειώσει ὑποπεσεῖν ῥᾴδιον· ὁμοίως καὶ ἐπὶ κυβερνητικῆς. ὁ αὐτὸς δὴ λόγος καὶ ἐπὶ ῥητορικῆς τε καὶ διαλεκτικῆς· πολλάκις γὰρ τὸ μὴ εὐπορεῖν ἐπιχειρήματος ἢ πρὸς τὸ συλλογίζεσθαι τὸ προκείμενον ἢ πρὸς τὸ πεῖσαι τοὺς ἀκούοντας παρὰ τὴν τοῦ προβλήματος γίνεται φύσιν, ἀλλ’ οὐ παρὰ τὸν διαλεκτικὸν ἢ τὸν ῥήτορα. ἐπὶ γὰρ τῶν τοιούτων τεχνῶν οὐκ ἀπὸ τῶν ἐπιγινομένων τελῶν ἡ κρίσις, ὡς γίνεται ἐπὶ οἰκοδομικῆς τε καὶ ὑφαντικῆς καὶ τῶν ἄλλων τῶν ποιητικῶν τεχνῶν, ἐφ’ ὧν κατά τινας ὡρισμένας τε καὶ τεταγμένας ὁδοὺς ἡ κατ’ αὐτὰς ἐνέργεια γίνεται πᾶσι, καὶ οὐχ οἷόν τε καὶ ἀπὸ τύχης αὐτῶν τὸ ἔργον γενέσθαι· ἐν γὰρ ταύταις τέλος τὸ προκείμενον ἔργον τῷ ἕπεσθαι τὸ ἔργον τοῖς χάριν αὐτοῦ γινομένοις· διὸ τοῦ καλῶς καὶ τεχνικῶς γεγονέναι τὰ πρὸ αὐτοῦ σημεῖον τὸ ἔργον γίνεται. ἐν δὲ ταῖς στοχαστικαῖς τῶν τεχνῶν οὐ πάντως ἐπὶ γινομένοις τοῖς κατὰ τέχνην ἀπαντᾷ τὰ ὧν χάριν ἐκεῖνα γίνεται. αἴτιον δὲ τὸ ἐν ταύταις καὶ ἀπὸ τύχης τινὰ γίνεσθαι καὶ μὴ ὡρισμένα εἶναι δι’ ὧν τὰ ὑπ’ αὐτῶν γινόμενα γίνεται. διὸ οὐκ ἔστι τὸ γινόμενον ὑπὸ τῶν τεχνῶν τῶν τοιούτων τέλος τῶν τεχνῶν, ὥσπερ ἐν αἷς δι’ ὡρισμένων τινῶν γίνεταί τι καὶ χωρὶς τούτων οὐκ ἂν γένοιτο· ἐν ταύταις γὰρ τὸ ἔργον τέλος τε καὶ σημεῖον [ὄν], ὡς εἶπον, τοῦ πάντα κατὰ τὴν τέχνην γεγονέναι· οὐ γὰρ ἂν ἄλλως ἐγένετο. ἢ ἔργον μὲν ἐν πάσαις ταῖς τέχναις ἡ κατὰ τὴν ἕξιν τε καὶ τέχνην κατὰ τὰ οἰκεῖα ἐνέργεια γινομένη διὰ τῶν οἰκείων ὀργάνων· τέλος δέ, ἐν αἷς καὶ ποιᾶς ὕλης ἀλλ’ οὐ τῆς τυχούσης τινὸς χρεία, οὐ τὸ ἔργον μόνον ἀλλὰ τὸ μετὰ τοῦ ἔργου καὶ ταῦτα ἔχον.2 τοῦ γὰρ ἰατροῦ ἔργον μὲν τὸ ποιῆσαι πάντα τὰ ἐνδεχόμενα γενέσθαι κατὰ τὴν τέχνην πρὸς τὸ σωθῆναι τὸν κάμνοντα, τέλος δὲ τὸ σῶσαι, οὗ χάριν καὶ ταῦτα ποιεῖ, ὃ δεῖται καὶ ἄλλων τινῶν πρὸς τοῖς γινομένοις κατὰ τὴν ἰατρικήν. ἐπὶ μὲν γὰρ τῶν ὡρισμένων ὁμοίως καὶ τὸ τέλος ἐπ’ αὐτοῖς ὥσπερ καὶ τὸ ποιῆσαι κατὰ τὴν τέχνην· ἐπὶ δὲ τῶν στοχαστικῶν οὐκέτι τὸ τέλος ἐπὶ τοῖς τεχνίταις, ὡς οὐδὲ τὸ εὐδαιμονεῖν ἐπὶ τοῖς σπουδαίοις, εἰ μὴ μόνον τὸ καλὸν καὶ ἀγαθὸν εἶναι.

“而当我们处于同样状态时,我们将完全掌握这种方法。” 在阐明了何为有声望的推论、辩证术是关涉这种推论的,并且指明了它对多少事物以及对何种事物是有用的之后,他现在说明辩证术的功能[功用]是什么,以及在何时、处于何种状态下我们能够完全掌握这种方法。他把医术、航海术和辩证术称为“潜能[能力]”,要么是因为可以善用也可以恶用它们,要么更是因为它们既然属于推测性的,便不依照某些确定的规则推进,而是需要自身固有的领悟力[判断力],以便适应偶然降临的事态,并对所发生之事和所说之辞加以安排,从而使这些被安排的事物发挥作用。或者更确切地说,他是以更一般的意义将诸技术称为“能力”,如同将它们称为品质[习性]一样,其意思当是“属于此类技术的”,也就是推测性技术的。他说,当我们针对所设定的课题,在合乎声望地进行驳难时,没有遗漏任何可能之举,那时我们便将完全掌握它;因为在任何情况下都把对话者逼入矛盾境地,这并不是辩证术士的功能,正如同说服听众并非修辞学家的功能一样,而修辞学家的功能也是不遗漏任何有助于确立对所设定课题之确信的劝导手段。在医术、航海术以及所有推测性技术中也是如此。因为医生的功能乃是为拯救病人而做一切可能做的事,而非[必然]拯救;因为若有人说这[拯救]是医生的功能,那么非医生也会成为医生,而医生反而不成其为医生了;因为非医生往往也能通过侥幸施用某种手段而救活某些病患,而医生在病情超过医术援助能力或不易通过症状诊断时则无法救活;航海术中亦是如此。同样的道理也适用于修辞术和辩证术;因为往往由于论题本身的性质,而非由于辩证术士或修辞学家自身的过失,才导致缺乏用于推导既定结论或说服听众的驳难依据。因为在这些技术中,判断并非依据事后产生的目的,这与建筑术、织造术及其他制作性技术中发生的情况不同;在制作性技术中,人人依据某些确定的、有秩序的路径来实施合乎技术的现实活动,并且它们的作品绝不可能出于偶然产生;因为在这些技术中,所设定的作品之所以成为目的,是因为作品紧随那些为其缘故而发生的事情之后;所以作品成为了先前诸事皆做得良好且符合技术的标志。但在推测性技术中,那些为了其缘故而行事的事态,绝非在任何情况下都会伴随着合乎技术的操作而出现。其原因在于,在这些技术中,某些事物也会出于偶然产生,并且通过其产生相应产物的手段不是被完全确定的。因此,由此类技术所产生的结果并不是这些技术的目的,不像在那些通过某些确定手段产生某物、且离开这些手段就无法产生的技术中那样;因为在后者中,如我所说,作品既是目的,又是证明一切都已按技术完成的标志;因为若非如此,作品就不会产生。或者说,在所有技术中,功能乃是依循习性与技术、依照其固有的对象并通过固有的工具而产生的现实活动;而在那些还需要特定而非随意的质料的技术中,目的则不仅是功能本身,而是伴随着功能并兼具这些质料的状态。因为医生的功能乃是为了使病患得救而做出一切合乎技术所可能做出的事,而目的则是救活病人(他也是为了这一目的而做这些事的),这除了需要合乎医术的操作之外,还需要其他某些条件。因为在确定的技术中,目的之达成与合乎技术地操作一样,同样取决于技术人员自身;但在推测性技术中,目的之达成不再完全取决于工匠自身,正如除了成为高尚与良善之人外,获得幸福并不完全取决于贤人自身一样。

语法注2 条
  1. 1.11ἐξεταστικὴ δὲ ἀντὶ τοῦ ‘ζητητικὴ καὶ ἐπιχειρηματική’

    这是注疏中常见的固定用法,ἀντί 接中性单数属格冠词 τοῦ 并引入引语,表示“代替……”或“相当于……之义”。引语 ‘ζητητικὴ καὶ ἐπιχειρηματική’ 保持主格阴性单数形式,与被解释词 ἐξεταστική 一致。

  2. 1.12οὐ τὸ ἔργον μόνον ἀλλὰ τὸ μετὰ τοῦ ἔργου καὶ ταῦτα ἔχον

    在由句首的 ἤ 引出的另一种定义方案中,该短语作为与前半句 ἔργον μέν 相对的 τέλος δέ 的谓语部分。中性复数代词 ταῦτα 总结概括了前文关系从句(ἐν αἷς καὶ ποιᾶς ὕλης ἀλλ’ οὐ τῆς τυχούσης τινὸς χρεία)中所提到的“特定质料”等外部条件,意为“伴随功能且兼具这些要素者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:32.5-34.5