← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§337.17-339.8

依关联对象同一性与语法格一致判定属

亚历山大阐明了种就何者被述说则属(及其更高属)亦须就同一事物被述说的论题(124b23),以及种与属必须遵循相同语法格的论题(124b35),并详细分析了它们的应用范例与亚里士多德所提出的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.53

" Πάλιν εἰ μὴ πρὸς ταὐτὸ λέγεται τὸ εἶδος." Δεύτερον τόπον ἀπὸ τοῦ πρός τι ἀνασκευαστικὸν παραδίδωσιν ἡμῖν τοιοῦτον· πρὸς ὃ τὸ εἶδος λέγεται καθ’ αὑτό, πρὸς τοῦτο δεῖ καὶ κατὰ τὸ γένος αὐτὸ λέγεσθαι. οἷον ἐπεὶ τὸ διπλάσιον πρὸς τὸ ἥμισυ καθ’ αὑτό (ἡμίσεος γάρ), καὶ κατὰ τὸ γένος πρὸς τὸ αὐτὸ λέγεται· τὸ γὰρ διπλάσιον ἡμίσεος λέγεται πολλαπλάσιον, ἐπεὶ τὸ διπλάσιον πολλαπλάσιον. τοῦτο γὰρ τὸ λεγόμενόν ἐστιν, 〈οὐχ〉 ὡς ἄν ἐκ τῆς λέξεως δόξαι, τὸ ‘ὡς τὸ διπλάσιον ἡμίσεος, οὕτω καὶ τὸ πολλαπλάσιον ἡμίσεος’.1 ἂν δή τι λεγόμενον πρός τι μὴ πρὸς τὸ αὐτὸ τοῦτο καὶ κατὰ τὸ ἀποδεδομένον αὐτοῦ γένος δύνηται λέγεσθαι, οὐκ ἂν εἴη γένος αὐτοῦ τὸ ἀποδεδομένον. οὕτω δειχθήσεται τῆς ὁράσεως μὴ ὂν γένος ἡ δύναμις, ἐπεὶ ἡ ὅρασις καθ’ αὑτὴν μὲν ὁρατοῦ λέγεται, οὐκέτι δὲ κατὰ τὴν δύναμιν· οὐ γὰρ λέγεται ἡ ὅρασις δύναμις ὁρατοῦ. οὕτω τῆς ὁράσεως δειχθήσεται μηδὲ ἡ ἕξις γένος, ἐπεὶ ἡ μὲν ὅρασις ὁρατοῦ ὅρασις, οὐκέτι δὲ ἡ ὅρασις ἕξις ὁρατοῦ λέγεται. Προστίθησι δὲ τῷ προειρημένῳ καὶ τὸ δεῖν μὴ μόνον κατὰ τὸ γένος πρὸς τὸ αὐτὸ λέγεσθαι ἀλλὰ καὶ κατὰ πάντα τὰ τοῦ γένους γένη· τὸ γοῦν διπλάσιον οὐ μόνον διπλάσιον ἡμίσεος λέγεται οὐδὲ μόνον πολλαπλάσιον ἡμίσεος, ἀλλὰ καὶ ὑπερέχον, ὃ γένος ἐστὶ τοῦ πολλαπλασίου, καὶ μεῖζον, ὃ ἔτι γενικώτερον. οὐκ αὔταρκες οὖν πρὸς τὸ δειχθῆναι τῆς ὁράσεως γένος τὴν ἐπιστήμην τὸ λέγεσθαι τὴν ὅρασιν ἐπιστήμην ὁρατοῦ· εἰ γὰρ διάθεσις οὐ λέγεται, ὃ γένος ἐστὶ τῆς ἐπιστήμης, οὐκ ἂν αὐτῆς ἡ ἐπιστήμη γένος εἴη. ἔνστασιν φέρει πρὸς τὸν τόπον ὡς οὐκ ἀληθῆ καθόλου ὅτι ἡ ἐπιστήμη καθ’ αὑτὴν μὲν ἐπιστητοῦ λέγεται, οὐκέτι μέντοι κατὰ τὸ γένος τοῦ αὐτοῦ λέγεται· ἔστι μὲν γὰρ αὐτῆς γένος ἡ ἕξις καὶ ταύτης διάθεσις, οὐ λέγεται μέντοι ἡ ἐπιστήμη οὔτε ἕξις ἐπιστητοῦ οὔτε διάθεσις, ἀλλὰ ψυχῆς ἕξις καὶ ψυχῆς διάθεσις ἡ ἐπιστήμη. ἢ διττὸν ἡ ἕξις καὶ ἡ διάθεσις· ἕξις γὰρ καὶ διάθεσις λέγεται καὶ τοῦ ἔχοντος αὐτὰ ὡς ψυχῆς καὶ τῶν [ὑπ’ αὐτὰ] ἐχομένων ὑπ’ αὐτῶν.

“再次,如果种不是就同一事物而言被述说。” 他从关系者中传授给我们第二个用于推翻的论题,内容如下:种就其自身而言是就何者被述说,它按照属也必须就同一事物被述说。例如,既然双倍就其自身而言是就一半而言(因为它是半的[双倍]),按照属它也是就同一事物被述说;因为双倍被说是半的倍数,既然双倍是倍数。因为这才是所说之意,而不是像从措辞中可能以为的那样,“正如双倍是半的[双倍],倍数也是半的[倍数]”。因此,如果某个作为关系者被述说的事物,不能按照其被赋予的属也同样就这一事物被述说,那么被赋予的那个属就不会是它的属。这样就会证明能力不是视觉的属,因为视觉就其自身而言是被述说于可见物,但按照能力就不再如此;因为视觉不被称为可见物的能力。这样也会证明状态不是视觉的属,因为视觉固然是可见物的视觉,但视觉不再被称为可见物的状态。在上述内容之外,他又补充道,不仅必须按照属就同一事物被述说,而且必须按照属的所有属亦然。至少双倍不仅被称为半的双倍,也不仅被称为半的倍数,还被称为超出者,它是倍数的属,并且被称为更大者,它更是上位属。因此,为了证明知识是视觉的属,仅称视觉为可见物的知识是不足够的;因为如果它不被称为倾向——而倾向是知识的属——知识就不会是它的属。他针对这一论题提出反驳,认为它并非普遍为真,理由是:知识就其自身而言是关于可知者被述说,然而按照属就不再就同一事物被述说;因为状态是知识的属,而倾向又是状态的属,然而知识既不被称为可知者的状态,也不被称为其倾向,而是被称为灵魂的状态和灵魂的倾向。或者说,状态和倾向具有双重含义;因为状态和倾向既就拥有它们的事物(如灵魂)而言被述说,也就被其所拥有的事物而言被述说。

§4.54

"Πάλιν εἰ ὡσαύτως λέγεται τὸ γένος καὶ τὸ εἶδος κατὰ τὰς πτώσεις." Καὶ οὗτος ὁ τόπος ἀπὸ τοῦ πρός τι. ἐπεὶ γὰρ δοκεῖ τὸ γένος καὶ τὸ εἶδος τῶν πρός τι ὁμοίως κατὰ τὰς πτώσεις λέγεσθαι (ἄν τε γὰρ τὸ εἶδος τινός,2 καὶ τὸ γένος τινός· οἷον τὸ διπλάσιον τινός, πολλοστημορίου γάρ, καὶ τὸ ὑπερέχον ὁμοίως τινός, ὑπερεχομένου γάρ, καὶ τὸ μεῖζον, ἐλάττονος γάρ· ὁμοίως ἡ ἐπιστήμη τινὸς καὶ ἡ ἕξις καὶ ἡ διάθεσις καὶ ἡ ὑπόληψις τινός· καὶ πάλιν εἰ τινί, καὶ τἆλλα ὁμοίως· ὡς γὰρ τὸ ἐπιστητὸν τινί, τῇ γὰρ ἐπιστήμῃ, οὕτω καὶ τὸ ἑκτὸν τῇ ἕξει καὶ τὸ ὑποληπτὸν τῇ ὑπολήψει), ἂν δὴ μὴ ὁμοίως κατὰ τὴν πτῶσιν λέγηται τό τε ὡς εἶδος ἀποδοθὲν καὶ τὸ ὡς γένος, οὐκ ἔσται τὸ ἀποδεδομένον γένος. διό, ἄν τεθῇ τοῦ φίλου γένος ἡ βούλησις, προσχρώμενοι τῷ προειρημένῳ δείξομεν ὅτι μή ἐστι τοῦ φίλου ἡ βούλησις γένος· οὐ γὰρ κατὰ τὰς αὐτὰς πτώσεις λέγεται πρὸς ἕτερον ἥ τε βούλησις καὶ ὁ φίλος· ἡ μὲν γὰρ βούλησις πρὸς γενικὴν λέγεται (τινὸς γὰρ ἡ βούλησις, τοῦ γὰρ βουλητοῦ), ὁ δὲ φίλος πρὸς δοτικὴν λέγεται. ὁμοίως δειχθήσεται μηδὲ τῆς αὐξήσεως γένος οὖσα ἡ πρόσθεσις, ἐπεὶ ἡ μὲν αὔξησις τινός, τοῦ γὰρ αὐξανομένου, ἡ δὲ πρόσθεσις οὐ τινὸς ἀλλὰ τινί, τῷ γὰρ προστιθεμένῳ. ἐνίσταται πρὸς τὸν τόπον ὡς οὐχ ὑγιῆ· οὐ γὰρ ἐπὶ πάντων τῶν πρός τι πρὸς ὁμοίας πτώσεις τό τε γένος καὶ τὸ εἶδος ἀποδίδοται· τὸ μὲν γὰρ ἐναντίον τινί, ἐναντίῳ γάρ, καὶ τὸ διάφορον ὁμοίως, διαφέροντι γάρ, τὸ δὲ ἕτερον, γένος ὂν ἀμφοῖν, τινὸς ἀλλ’ οὐ τινί· τὸ γὰρ ἕτερον ἑτέρου ἕτερον.

“再次,如果属与种在格的方面以同样方式被述说。” 这一论题也是取自关系者。因为关系者的属与种似乎在格的方面类似地被述说(因为如果种是属于某物的,属也是属于某物的;例如双倍是属于某物的,因为它是几分之一的[双倍],超出者同样也是属于某物的,因为它是被超出者的[超出者],更大者是属于更小者的[更大者];同样地,知识是属于某物的,状态、倾向与判断也是属于某物的;反之,如果是对于某物的,其他事物也同样如此;因为正如可知者是对于某物的,即对于知识,同样被拥有者也是对于状态,被判断者也是对于判断),因此,如果作为种被给出的项与作为属被给出的项在格上没有类似地被述说,所给出的属就不会是属。所以,如果意愿被设定为朋友的属,应用上述原则我们将证明意愿不是朋友的属;因为意愿与朋友并不是按照相同的格相对于他者被述说;意愿是连同属格被述说(因为意愿是属于某物的,即被意愿者的[意愿]),而朋友则是连同与格被述说。同样地也将证明添加不是增加的属,因为增加是属于某物的,即增加者的[增加],而添加不是属于某物而是对于某物,即对于被添加者的。他反驳这一论题,认为它并不健全;因为并非在所有关系者中,属与种都是相对于相似的格被给出的;因为相反者是对于某物的,即相反于相反者,不同者同样也是对于不同者的,但作为二者之属的“另一者”,则是属于某物而非对于某物;因为另一者是另一者的另一者。

语法注2 条
  1. 4.53τοῦτο γὰρ τὸ λεγόμενόν ἐστιν, 〈οὐχ〉 ὡς ἄν ἐκ τῆς λέξεως δόξαι, τὸ ‘ὡς τὸ διπλάσιον ἡμίσεος, οὕτω καὶ τὸ πολλαπλάσιον ἡμίσεος’

    针对主句谓语 τοῦτο ... ἐστιν,插入了带有补全否定词 〈οὐχ〉 的从句 ὡς ἄν ... δόξαι,将后接的引用短语 τὸ 'ὡς τὸ διπλάσιον...' 作为被否定的内容(即从字面措辞上可能产生的误读)引出。亚历山大在此从句法上限定其理解为:并非属自身(倍数)被称为半的倍数,而是种(双倍)在属谓项下被称为半的倍数。

  2. 4.54ἄν τε γὰρ τὸ εἶδος τινός, καὶ τὸ γένος τινός

    在 ἄν τε ... καί 的相关结构中,省略了动词(ᾖ 或 λέγηται)。不定代词 τινός 为属格形式,在此用作代词以表示支配属格补足语的句法要求(后文的 τινί 则表示支配与格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:337.17-339.8