← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§336.24-337.16

基于关系者判定种与属的论题

亚历山大解释了亚里士多德基于关系者的论题(种若是关系者则属亦必为关系者),说明其不可逆性与仅用于推翻的特性,并讨论了涉及美德、善与高尚的反驳构架。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.52

" Ἐὰν δὲ ᾖ πρός τι τὸ εἶδος." Ἐπὶ τὰ κατὰ τὸ πρός τι ἀντικείμενα τῶν ἀντικειμένων μετελήλυθε, καὶ παραδίδωσιν ἀπὸ τούτου τόπους πλείονας. πρῶτον μὲν τοῦτον· ἂν τὸ ὡς εἶδος τιθέμενον ἐν γένει τινὶ πρός τι ᾖ, δεῖ καὶ τὸ γένος πρός τι εἶναι, ὥστε, ἂν τὸ μὲν ἀποδιδόμενον γένος μὴ ᾖ πρός τι τὸ δὲ εἶδος πρός τι, οὐκ ἔσται τὸ τιθέμενον αὐτοῦ γένος εἶναι γένος·1 τῶν γὰρ πρός τι δοκεῖ καὶ τὰ γένη πρός τι εἶναι. τὸ γοῦν διπλάσιον πρός τι ὂν ὑπὸ τὸ πολλαπλάσιόν ἐστι καὶ αὐτὸ πρός τι ὄν, καὶ ἡ ἐπιστήμη πρός τι οὖσα ὑπὸ τὴν ὑπόληψίν ἐστι καὶ αὐτὴν ὑπὸ τὸ πρός τι οὖσαν· τοῦ μέντοι ἴσου τὸ ποσὸν οὐ γένος, ὅτι τὸ μὲν ἴσον πρός τι, τὸ δὲ ποσὸν οὐ πρός τι. λέγει δὲ ὅτι, εἰ μὲν τὸ εἶδος πρός τι, καὶ τὸ γένος δεῖ πρός τι εἶναι, εἰ δὲ τὸ γένος πρός τι, οὐκ ἀνάγκη καὶ τὸ εἶδος πρός τι εἶναι· ἡ γὰρ ἐπιστήμη πρός τι οὖσα γένος ἐστὶ γραμματικῆς, γεωμετρίας, μουσικῆς, ὧν οὐδεμία πρός τι. ἔστι δὲ ὁ τόπος πρὸς ἀνασκευὴν μόνον χρήσιμος· οὐ γάρ, εἰ ἀμφότερα τὰ λαμβανόμενα πρός τι, τὸ ἕτερον τοῦ ἑτέρου γένος 〈δεῖ〉 εἶναι, ὡς καὶ 〈ἐπ’〉 ἐπιστήμης καὶ διπλασίου. ἔνστασιν δὲ ἐκόμισε καὶ πρὸς τὸν ἀξιοῦντα τόπον, εἰ τὸ εἶδος πρός τι, καὶ τὸ γένος εἶναι τῶν πρός τι ὡς οὐχ ὑγιῆ·2 τὴν γὰρ ἀρετὴν πρός τι οὖσαν ὑπὸ τὸ καλὸν καὶ τὸ ἀγαθὸν ὡς γένη εἶναι, ὧν οὐδέτερον ὑπὸ τὸ πρός τι. καὶ ἡ ἀρετὴ οὖν μᾶλλον ὑπὸ τὸ ποιὸν ἢ ὑπὸ τὸ πρός τι. λέγοι δ’ ἄν τις μηδὲ γένη εἶναι τῆς ἀρετῆς τὰ εἰρημένα· οὔτε γὰρ τὸ ἀγαθὸν γένος, εἴ γε ὁμώνυμον, οὔτε τὸ καλὸν τῆς ἀρετῆς γένος· πρώτη γὰρ ἡ ἀρετὴ τῶν καθ’ αὑτὴν ἐνεργειῶν, τούτων δὲ τὸ καλὸν κατηγορεῖσθαι δοκεῖ μόνων.

“如果种是关系者。” 他转向了对立者中按照关系对立的事物,并由此传授了若干论题。首先是这一个:如果在某一属中被设定为种的事物是关系者,那么属也必须是关系者,因此,如果所给出的属不是关系者而种是关系者,被设定为它的属的事物就不会是属;因为对于关系者而言,其属也被认为是关系者。至少双倍作为关系者是在倍数之下,而倍数本身也是关系者;知识作为关系者是在判断之下,而判断本身也是在关系者之下;然而数量并不是相等的属,因为相等是关系者,而数量不是关系者。他又说,如果种是关系者,属也必须是关系者;但如果属是关系者,种却不必然也是关系者;因为知识作为关系者,是文法、几何、音乐的属,而这些没有一个是关系者。并且该论题只对推翻有用;因为并不是如果所取的两项都是关系者,其中一项就必须是另一项的属,在知识与双倍的情况中也是如此。他也对要求“如果种是关系者,属也属于关系者”这一论题提出了反驳,认为它并不健全;因为美德作为关系者,是在作为属的高尚和善之下,而这两者都不在关系者之下。因此,美德也更是在性质之下,而非在关系者之下。但有人可能会说,所说的这些甚至根本不是美德的属;因为如果善确实是多义的,它就不是属,高尚也不是美德的属;因为美德先于按照其自身的诸活动,而高尚似乎仅被述说于这些[活动]。

语法注2 条
  1. 4.52τὸ τιθέμενον αὐτοῦ γένος εἶναι γένος

    οὐκ ἔσται 的主语是带冠词分词 τὸ τιθέμενον,它带有不定式短语 αὐτοῦ γένος εἶναι 作为补足语(“被设定为其属”),句末的 γένος 则充当该分句的表语名词。

  2. 4.52ἔνστασιν δὲ ἐκόμισε καὶ πρὸς τὸν ἀξιοῦντα τόπον, εἰ τὸ εἶδος πρός τι, καὶ τὸ γένος εἶναι τῶν πρός τι ὡς οὐχ ὑγιῆ

    主要动词 ἐκόμισε 的主语是亚里士多德。分词 ἀξιοῦντα 修饰 τόπον,其要求的内容由间接引语条件句(εἰ... εἶναι)引导。带 ὡς 的宾格 οὐχ ὑγιῆ 与 τόπον 一致,表明提出反驳的视角或理由(“认为它不健全”)。随后的带不定式的宾格句(τὴν γὰρ ἀρετὴν ... εἶναι)解释了该反驳(ἔνστασις)的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:336.24-337.16