- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:335.7-336.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《论题篇》卷四第四章(124a39–124b7)的注释。亚历山大解释了出自欠缺的第二个推翻性论题(种与属的欠缺之间的包摄关系),随后分析了由矛盾对立的否定命题通过对流换位来推翻和建立属的逻辑结构,将其与第一和第二无证明式相联系,并指出了建立性论据的非必然性。
" Δεύτερον δ’, εἰ καὶ τῷ γένει καὶ τῷ εἴδει ἀντίκειται στέρησις." Ὁ δεύτερος δὲ τόπος, ὃν ἀπὸ τῶν στερήσεων ἀνασκευαστικὸν παραδίδωσι, τοιοῦτος ἂν εἴη· εἰ καὶ τῷ τιθεμένῳ γένει στέρησίς τις ἀντικειμένη εἴη καὶ τῷ εἴδει, μὴ εἴη δὲ ἡ τῷ εἴδει στέρησις ἀντικειμένη ὑπὸ τὴν [ἐν] τῷ γένει στέρησιν ἀντικειμένην,1 οὐδ’ ἂν τὸ προκείμενον αὐτοῦ γένος εἴη· δοκεῖ γάρ, εἰ τὸ ἀντικείμενον ἐν τῷ ἀντικειμένῳ, καὶ τὸ ἀντικείμενον ἐν τῷ ἀντικειμένῳ εἶναι, ὡς καὶ ἐπὶ τῶν ἐναντίων. οὕτως ἡ ὄψις ἐν αἰσθήσει, ἐπεὶ καὶ ἡ τυφλότης ἐν ἀναισθησίᾳ· οὐκέτι δὲ ἡ ὄψις ἐν ἐπιστήμῃ, ἐπεὶ μηδὲ ἡ τυφλότης ἐν ἀγνοίᾳ, ἥτις ἐστὶ τῆς ἐπιστήμης στέρησις. ἀνασκευάζειν μὲν οὖν ἀπὸ τῶν στερήσεων ἔστι διχῶς, κατασκευάζειν δὲ μοναχῶς· εἰ γὰρ τὸ ἀντικείμενον ἔσται ἐν τῷ ἀντικειμένῳ, καὶ τὸ ἀντικείμενον ἔσται ἐν τῷ ἀντικειμένῳ· εἰ ἡ ἀκοὴ ἐν αἰσθήσει, καὶ ἡ κωφότης ἐν ἀναισθησίᾳ.
“第二,如果对属和对种都有欠缺与之对立。” 他从欠缺传授的第二个推翻性论题大概是这样的:如果对所设定的属和对种都有某种欠缺与之对立,而与种对立的欠缺并不在与属对立的欠缺之下,那么所提出的就不会是它的属;因为正如在相反者的情况中一样,人们认为如果对立者在对立者之中,那么对立者也在对立者之中。依此方式,视觉在感觉之中,因为盲目也在无感觉之中;但视觉不再在知识之中,因为盲目也不在无知之中,而无知正是知识的欠缺。因此,从欠缺进行推翻有两种方式,而建立却只有一种方式;因为如果对立者将在对立者之中,对立者也将在对立者之中:如果听觉在感觉之中,聋也在无感觉之中。
"Πάλιν ἐπὶ τῶν ἀποφάσεων σκοπεῖν ἀνάπαλιν, καθάπερ ἐπὶ τοῦ συμβεβηκότος ἐλέγετο." Μετελήλυθεν ἐπὶ τὰ κατ’ ἀντίφασιν ἀντικείμενα, καὶ δείκνυσι πῶς καὶ ἀπὸ τῆς ἀντιθέσεως τῆς κατὰ ἀντίφασιν κατασκευάζειν τὸ γένος δυνησόμεθα. ἀνάπαλιν δέ, φησί, δεῖ λαμβάνειν ἐπὶ τῶν τόπων τῶν κατ’ ἀντίφασιν ἀντικειμένων, ὡς ἤδη εἴρηται, ὅτε περὶ τοῦ συμβεβηκότος ἐλέγετο. παραδιδοὺς γὰρ τόπον πρὸς τὸ συμβεβηκὸς ἀπὸ τῆς ἀντιφάσεως ἐν τῷ δευτέρῳ κατασκευαστικὸν οὕτως εἶπεν· “ἐπεὶ δέ εἰσιν αἱ ἀντιθέσεις τέσσαρες, σκοπεῖν ἐκ μὲν τῶν ἀντιφάσεων ἀνάπαλιν ἐκ τῆς ἀκολουθήσεως καὶ ἀναιροῦντα καὶ κατασκευάζοντα”. τούτου οὖν ἡμᾶς ὑπομιμνήσκει. πῶς δὲ ἀνάπαλιν, αὐτὸς ἔδειξε διὰ τοῦ παραδείγματος. εἰ γὰρ εἴη κείμενον τὸ ἡδὺ ὅπερ ἀγαθόν,2 τοῦτ’ ἔστιν ἐν γένει τῷ ἀγαθῷ, δεῖ ἀνάπαλιν ἀπὸ τῆς ἀποφάσεως τοῦ ἀγαθοῦ, ὡς γένος ἀπεδόθη, ἀρχόμενον τὴν τοῦ ἡδέος ἀπόφασιν ἐπιφέρειν αὐτῷ· εἰ γὰρ τὸ ἡδὺ ὅπερ ἀγαθόν, τὸ μὴ ἀγαθὸν οὐχ ἡδὺ δεῖ εἶναι. οὗ τὴν αἰτίαν ἀπέδωκεν εἰπὼν ἀδύνατον γάρ, εἴπερ τὸ ἀγαθὸν γένος τοῦ ἡδέος, τὸ μὴ ἀγαθὸν ἡδὺ εἶναι· εἰ γὰρ εἴη τι μὴ ἀγαθὸν ἡδύ, οὐκέτ’ ἂν πᾶν τὸ ἡδὺ ὑπὸ τὸ ἀγαθὸν εἴη· οὕτω δ’ ἂν οὐδὲ γένος αὐτοῦ ἔτι τὸ ἀγαθὸν εἴη. ἔστι δ’ οὐκ ἀληθὲς τὸ μὴ ἀγαθὸν μὴ ἡδὺ εἶναι· ἔστι γάρ τι μὴ ἀγαθὸν ἡδύ· οὐδ’ ἄν τοῦ ἡδέος γένος τὸ ἀγαθὸν εἴη. οὕτω δείξεις ὅτι, εἰ τοῦ ἀγαθοῦ γένος τὸ ἐπαινετόν, τὸ μὴ ἐπαινετὸν οὐκ ἀγαθόν· ἔστι δέ τινα οὐκ ἐπαινετὰ μὲν ἀγαθὰ δέ, ὡς ὑγεία, ἰσχύς, πλοῦτος. ἀνασκευάζοντες μὲν οὖν ἀρξόμεθα ἀπὸ τούτου οὗ βουλόμεθα· εἰ γὰρ ἡ ἡδονὴ ὅπερ ἀγαθόν, τὸ μὴ ἀγαθὸν οὐχ ἡδύ· οὐ τὸ δεύτερον δέ· οὐ γὰρ ἀληθὲς τὸ μὴ ἀγαθὸν μὴ εἶναι ἡδύ· οὐδὲ τὸ πρῶτον ἄρα· τοῦτο δὲ ἦν [οὐδὲ] τὸ τῆς ἡδονῆς τὸ ἀγαθὸν εἶναι γένος. κατασκευάζοντες δὲ ἀπὸ τοῦ ἀντεστραμμένου τῷ δεικνυμένῳ. εἰ γὰρ ἡ μὴ ἀρετὴ οὐκ ἀνδρεία, ἡ ἀνδρεία ἀρετή· τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον. διὸ ἡ μὲν ἀνασκευὴ κατὰ τὸν δεύτερον ἀναπόδεικτον3 ἔσται, ἡ δὲ κατασκευὴ κατὰ τὸν πρῶτον. ἔνδοξον μὲν οὖν τὸ τῆς κατασκευῆς, οὐ μὴν καὶ ἀναγκαῖον· οὐ γάρ, εἰ ἀληθὲς ὅτι τὸ μὴ λευκὸν οὐ κύκνος, ἤδη διὰ τοῦτο τοῦ κύκνου τὸ λευκὸν γένος. διὸ ἐπὶ τοῦ συμβεβηκότος ἀληθέστερος ὁ τόπος ἢ ἐπὶ τοῦ γένους.
“再次,在否定命题上要反向考察,正如就偶性所说的那样。” 他转向了矛盾对立的事物,并且展示了我们如何也能从按照矛盾的对立来建立属。他说,在按照矛盾对立的论题中,必须反向选取,正如在论及偶性时已经说过的。因为在第二卷中从矛盾传授关于偶性的建立性论题时,他曾这样说:“既然对立有四种,那么在矛盾对立中就要从后承反向考察,无论是推翻还是建立”。因此他提醒我们注意这一点。至于如何反向,他自己通过例子展示了。因为如果设定“快乐本质上是善”,也就是在作为属的善之中,就必须反过来从作为属被给出的善的否定出发,将快乐的否定归结于它;因为如果快乐本质上是善,那么非善必然是非快乐。他指明了其原因,说:“因为如果善确实是快乐的属,那么非善是快乐乃是不可能的”;因为如果某种非善是快乐,快乐就不会全都在善之下;这样善也就不会再是它的属了。然而非善是非快乐并不是真的;因为存在某种非善的快乐;因此善也不会是快乐的属。依此方式你将表明,如果受称赞的是善的属,那么不受称赞的就不是善;但存在某些虽不受称赞却是善的事物,如健康、力量、财富。因此在推翻时,我们将从我们所期望的出发;因为如果快乐本质上是善,非善就是非快乐;但后者不成立(因为非善不是快乐并不是真的);因此前者也不成立;而这就是善是快乐的属。而在建立时,则从所要表明之事的换位者出发。因为如果非美德是非勇敢,那么勇敢就是美德;而前者成立;因此后者也成立。所以,推翻将是按照第二无证明式,而建立则是按照第一[无证明式]。因此,建立的论据虽是通行的见解,但并不是必然的;因为并不是如果“非白是非天鹅”是真的,白就因此已经是天鹅的属了。所以,该论题用在偶性上比用在属上更为真实。
- 4.50μὴ εἴη δὲ ἡ τῷ εἴδει στέρησις ἀντικειμένη ὑπὸ τὴν [ἐν] τῷ γένει στέρησιν ἀντικειμένην
文本中带有方括号的 [ἐν] 表示校勘者的删去。句法上为 ὑπό 接宾格(τὴν ... στέρησιν ἀντικειμένην),表示隶属于某一属之下的从属关系。
- 4.51τὸ ἡδὺ ὅπερ ἀγαθόν
句式 ὅπερ 加主格名词(ὅπερ ἀγαθόν)是亚里士多德逻辑学中的惯用表达,表示本质述谓(即述项是主项的属),紧随其后的 τοῦτ’ ἔστιν ἐν γένει τῷ ἀγαθῷ 说明了这一含义。
- 4.51κατὰ τὸν δεύτερον ἀναπόδεικτον
阳性形容词 ἀναπόδεικτον 省略了 λόγον 或 συλλογισμόν(无证明式)。它指斯多亚逻辑学中的五种无证明推论式之一:第二无证明式即否定后件律(modus tollens,若A则B;非B;故非A),而下文的 κατὰ τὸν πρῶτον 则指第一无证明式(肯定前件律,modus ponens)。
