← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§333.13-335.6

基于致生消灭之物与具有和欠缺的反驳论题

亚历山大论述了基于生成的/起消灭作用的事物、能力、使用和比例的论题,随后阐明了由具有与欠缺这一对立关系推翻属归属的规则,即欠缺绝不能与其具有归于同一个近属之下。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.47

" Καὶ ἐπὶ τῶν γεννητικῶν δὲ καὶ φθαρτικῶν ὡσαύτως." Ὁμοίως φησὶν ὡς ἀπὸ τῶν γενέσεών τε καὶ φθορῶν οὕτως εἶναι καὶ ἀπὸ τῶν γεννητικῶν τε καὶ φθαρτικῶν ἐπιχειρεῖν, ἀλλὰ καὶ ἀπὸ τῶν δυνάμεων καὶ τῶν χρήσεων καὶ ὅλως ἀπὸ τῶν καθ’ ὁποιανοῦν ὁμοιότητα. ὅμοιαι γὰρ αἱ ἀπὸ πάντων τῶν τοιούτων ἐπιχειρήσεις, οὐ κατὰ ταὐτὸν δέ· γένεσις μὲν γὰρ ἡ τοιάδε μεταβολή, γεννητικὸν δὲ τὸ τῆς τοιᾶσδε μεταβολῆς αἴτιον. ὁ αὐτὸς λόγος καὶ ἐπὶ φθορᾶς τε καὶ φθαρτικοῦ. λέγοι δ’ ἂν ὁμοιότητα πάντα τὰ τοιαῦτα πρὸς ἄλληλα ἔχειν καὶ κατὰ ἀναλογίαν· ὡς γὰρ τὸ γίνεσθαι πρὸς τὸ γεγονέναι, οὕτω τὸ ποιεῖν πρὸς τὸ πεποιηκέναι, καὶ ὡς τὸ φθείρεσθαι πρὸς τὸ ἐφθάρθαι, οὕτως τὸ διαλύεσθαι πρὸς τὸ διαλελύσθαι, καὶ ὡς τὸ φθαρτικὸν πρὸς τὸ φθείρεσθαι, οὕτω τὸ διαλυτικὸν πρὸς τὸ διαλύεσθαι· ὥστε, ἄν τὸ ἕτερον ὑπὸ τὸ ἕτερον ᾖ, καὶ τὸ ἕτερον ὑπὸ τὸ ἕτερον ἔσται. ἀλλὰ καὶ ἡ δύναμις πρὸς τὸ δύνασθαι ὁμοίως ἔχει, ὡς καὶ ἡ διάθεσις πρὸς τὸ διακεῖσθαι· ὥστε, εἰ ἡ δύναμις διάθεσις τῷ γένει, ἔσται καὶ τὸ δύνασθαι διακεῖσθαι. πάλιν ὡς ἡ χρῆσις πρὸς τὸ κεχρῆσθαι, καὶ ἡ ἐνέργεια πρὸς τὸ ἐνηργηκέναι· * * * * *. πάντα δὲ ταῦτα τῷ ἐφ’ ἕν τι τὴν ἀναφορὰν ἔχειν ὅμοια· καὶ γὰρ τὸ γεννητικὸν ἐπὶ τὸ γιγνόμενον καὶ ἡ γένεσις ἐπὶ τὸ γεγονὸς καὶ ἡ φθορὰ ἐπὶ τὸ ἐφθαρμένον καὶ ἡ δύναμις ἐπὶ τὸ δυνάμενον· καὶ ἡ χρῆσις δὲ καὶ ἕκαστον τῶν τοιούτων πρὸς ἕν τι τὴν σχέσιν ἔχει. διὸ καὶ ἐπὶ πάντων ὁμοία τε ἡ δεῖξις καὶ δι’ ἀλλήλων· κατὰ γὰρ τὴν αὐτὴν πτῶσιν πάντα ἀλλήλοις ἐξενεχθήσεται.1 εἰ γὰρ τὸ φθαρτικὸν διαλυτικόν, καὶ τὸ φθείρεσθαι διαλύεσθαι καὶ ἡ φθορὰ διάλυσις· ὁμοίως, εἰ τὸ γεννητικὸν ποιητικόν, καὶ τὸ γίνεσθαι ποιεῖσθαι, καὶ ἡ γένεσις ποίησις· καὶ εἰ μηδέν τι τούτων, οὐδὲ τὰ ἄλλα. ἐοίκασι δὲ πάντες οὗτοι οἱ τόποι τοῖς ἀπὸ τῶν συστοίχων, ὡς προεῖπον.

“关于起生成作用的和起消灭作用的事物也是同样。” 他说,正如出自生成与消灭,同样也可以从起生成作用的和起消灭作用的事物进行论辩,而且还可以出自能力和使用,以及普遍地出自任何相似性的事物。因为出自所有此类事物的论辩都是相似的,但并非完全相同;因为生成是某一种变化,而起生成作用的是某一种变化的原因。同样的道理也适用于消灭和起消灭作用的事物。他还会说,所有此类事物彼此之间也按照比例具有相似性;因为正如生成对于已经生成,产生对于已经产生也是如此;正如被消灭对于已被消灭,被解体对于已被解体也是如此;正如起消灭作用的对于被消灭,起解体作用的对于被解体也是如此;以致如果一者在另一者之下,其余的一者也将在另一者之下。而且,能力对于能够的关系,正如状态对于处于某种状态的关系也是相似的;以致如果能力在属上是状态,那么能够也将是处于某种状态。再次,正如使用对于已经使用,活动对于已经活动也是如此……。而所有这些事物都因指向同一个单一事物而相似;因为起生成作用的指向正在生成的事物,生成指向已经生成的事物,消灭指向已被消灭的事物,能力指向有能力的事物;使用以及此类事物的每一者也都与某个单一事物具有关系。因此在所有情况下,证明既是相似的,也是互为依据的;因为所有事物都将按照相同的词形屈折彼此表述。因为如果起消灭作用的是起解体作用的,那么被消灭也是被解体,并且消灭也就是解体;同样,如果起生成作用的是产生性的,那么生成也是被产生,并且生成也就是制作;而如果这些之中没有任何一个成立,其他各项也都不成立。然而所有这些论题都类似于出自同系列词的论题,正如我先前所说。

§4.48

"Καὶ εἴ τινος ἡ χρῆσις ἐνέργεια." Εἰ τὸ τῷ λόγῳ χρῆσθαι ἐνεργεῖν ἐστι καὶ ὑπὸ τὴν ἐνέργειαν ὡς γένος, καὶ τὸ κεχρῆσθαι τῷ λόγῳ εἴη ἂν ὑπὸ τὸ ἐνηργηκέναι ὡς γένος. ὁμοίως, εἰ ἡ χρῆσις ἡ τῆς ἀρετῆς 〈ἐνέργεια ἢ τὸ χρῆσθαι ἀρετῇ〉 ἐνεργεῖν, καὶ τὸ κεχρῆσθαι ἀρετῇ ἐνηργηκέναι.

“又如,若某物的使用是一种活动。” 如果使用言语是进行活动并且在作为属的活动之下,那么使用了言语也将在作为属的活动过了之下。同样,如果美德的使用是一种活动(或者使用美德是进行活动),那么使用了美德也将是活动过了。

§4.49

"Ἐὰν δὲ στέρησις ᾖ τὸ ἀντικείμενον τῷ εἴδει, διχῶς ἔστιν ἀνελεῖν." Παραδοὺς πρότερον τόπους ἀπὸ τῶν ἐναντίων (τῷ γὰρ ἐναντίον τι εἶναι τῷ εἴδει ἢ τῷ γένει ἀνασκευὴ καὶ κατασκευὴ ἐγίνετο), νῦν καὶ ἀπὸ τῶν ἄλλων ἀντικειμένων παραδίδωσι, καὶ πρῶτόν γε ἀπὸ τῶν κατὰ ἕξιν καὶ στέρησιν. καὶ δύο φησὶν εἶναι τόπους ἀπὸ τῶν κατὰ ἕξιν καὶ στέρησιν ἀντικειμένων ἀνασκευαστικούς, ὧν πρῶτον παραδίδωσι τὸν ἀπὸ τῶν 〈τῷ〉 ἐν γένει τινὶ ὡς εἴδει· εἰ τὸ ἀντικείμενον στέρησις εἴη καὶ ἡ στέρησις ὑπὸ ταὐτὸν γένος, ὑφ’ ὃ ἐτίθετο καὶ ἡ ἕξις αὐτῆς ὡς προσεχὲς γένος,2 οὐκ ἂν εἴη γένος τῆς ἕξεως τὸ ἀποδοθέν· ἡ γὰρ στέρησις ἢ καθόλου ἐν οὐδενὶ γένει τῷ αὐτῷ ὡς καὶ ἡ ἕξις ἢ οὐ πάντως γε καὶ προσεχεῖ. εἰ γὰρ ἡ ὄψις ἐστὶν ἐν ἐσχάτῳ καὶ προσεχεῖ γένει τῇ αἰσθήσει, ἀδύνατον τὴν τυφλότητα στέρησιν οὖσαν αὐτῆς ἐν αἰσθήσει εἶναι· καὶ εἰ ἡ τυφλότης ἐν προσεχεῖ γένει τῇ ἀναισθησίᾳ, ἀδύνατον τὴν ὄψιν ἐν ἀναισθησίᾳ εἶναι. οὕτω δείξομεν ὅτι τῆς ἀγνοίας οὐκ ἔστι γένος ἡ ἕξις· τῆς γὰρ γνώσεως ἡ ἕξις γένος, ἧς ἡ ἄγνοια στέρησις. ἐν μέντοι μὴ προσεχεῖ γένει τῷ αὐτῷ δύναται καὶ ἡ ἕξις καὶ ἡ στέρησις εἶναι. οὕτω δεικνύοιτ’ ἂν μὴ οὖσα ἡ κακία στέρησις τῆς ἀρετῆς,3 ἐπεὶ ἀμφοτέρων αὐτῶν προσεχὴς ἡ ἕξις.

“但如果与种对立的是欠缺,则可以用两种方式加以推翻。” 他先前传授了出自相反者的论题(因为是通过某物与种或与属相反,而进行推翻和建立的),现在他也从其他的对立者传授,并且首先是从按照具有与欠缺的对立者传授。他说出自按照具有与欠缺的对立者的推翻性论题有两个,其中他首先传授的是出自与某属中作为种之物对立的论题:如果对立者是欠缺,并且该欠缺处在与其具有作为近属被置于其下的同一属之下,那么所给出的属就不会是该具有的属;因为欠缺或者完全不与具有处在同一属中,或者无论如何不在近属中。因为如果视觉处在作为最终且最近之属的感觉之中,那么作为其欠缺的盲目就不可能处在感觉之中;如果盲目处在作为近属的无感觉之中,视觉就不可能处在无感觉之中。这样我们将表明,具有不是无知的属;因为知识的属是具有,而无知则是知识的欠缺。然而,在不属于最近的同一属中,具有与欠缺是可能并存的。依此方式可以表明恶不是美德的欠缺,因为对于它们两者而言最近的属都是具有。

语法注3 条
  1. 4.47κατὰ γὰρ τὴν αὐτὴν πτῶσιν πάντα ἀλλήλοις ἐξενεχθήσεται

    πάντα 作主语,指代各类派生词项。πτῶσις 意指语法或逻辑上的“屈折形式/格”。被动动词 ἐξενεχθήσεται 支配与格 ἀλλήλοις,表明具有同根派生关系的各词类(如动词、名词、形容词)按照对应的词形屈折彼此对应地表述。

  2. 4.49ὑφ’ ὃ ἐτίθετο καὶ ἡ ἕξις αὐτῆς ὡς προσεχὲς γένος

    关系代名词 ὃ 指向前行词 ταὐτὸν γένος,并由介词 ὑπό 支配,修饰被动态未完成式 ἐτίθετο。ὡς προσεχὲς γένος 作述语性同位语(“作为近属”)。属格代名词 αὐτῆς 指代前文的 στέρησις,表示该欠缺所对应的“具有/状态”。

  3. 4.49οὕτω δεικνύοιτ’ ἂν μὴ οὖσα ἡ κακία στέρησις τῆς ἀρετῆς

    δεικνύοιτ’ ἄν 是带有 ἄν 的被动态祈愿式。μὴ οὖσα 充当依附于表示显明/证明动词 δεικνύοιτο 的补充性分词,引导间接陈述(“恶并不是美德的欠缺这一点可以被表明”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:333.13-335.6