← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§331.23-333.12

基于比例关系与生成消灭的确立与反驳

本节注解亚里士多德《论题篇》卷四第4章(124a15–124a20),详细阐述了出自彼此具有相似关系的事物(比例与类比)以及出自生成与消灭的论题,并通过具体例证解释了如何建立或推翻属种关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.45

" Πάλιν ἐπὶ τῶν ὁμοίως ἐχόντων πρὸς ἄλληλα." Ὅμοιος καὶ οὗτος ὁ τόπος τῷ ἀπὸ τῶν συστοίχων· εἰ γάρ τινα ὁμοίως ἔχει πρὸς ἄλληλα, ἂν τὸ ἕτερον τῶν ὁμοίως ἐχόντων τοῦ ἑτέρου γένος ᾖ, καὶ τὸ ἕτερον ἔσται τοῦ ἑτέρου γένος. οἷον ἐπεὶ τὸ ἡδὺ ὁμοίως ἔχει πρὸς τὴν ἡδονὴν καὶ τὸ ὠφέλιμον πρὸς τὸ ἀγαθόν, ὡς ἔστι τὸ ἡδὺ τῆς ἡδονῆς ποιητικόν, οὕτω καὶ τὸ ὠφέλιμον τοῦ ἀγαθοῦ ἂν εἴη. ἢ ἐναλλάξ,1 εἰ τῆς ἡδονῆς γένος τὸ ἀγαθόν, ἔσται καὶ τοῦ ἡδέος γένος τὸ ὠφέλιμον. ἔστι δὲ τὸ εἰρημένον καὶ δι’ ἀναλογίας λαβεῖν. εἰ γάρ, ὡς τὸ ἀγαθὸν πρὸς τὸ ὠφέλιμον, οὕτως ἡ ἡδονὴ πρὸς τὸ ἡδύ, καὶ ἐναλλάξ, ὡς τὸ ἡγούμενον [τὸ ἀγαθὸν] πρὸς τὸ ἡγούμενον [τὴν ἡδονήν], οὕτως τὸ ἑπόμενον [τὸ ὠφέλιμον] πρὸς τὸ ἑπόμενον [τὸ ἡδύ]· ὥστε ὡς τὸ ἀγαθὸν πρὸς τὴν ἡδονήν, οὕτως τὸ ὠφέλιμον πρὸς τὸ ἡδύ· εἰ οὖν τὸ ἀγαθὸν γένος τῆς ἡδονῆς, καὶ τὸ ὠφέλιμον γένος ἂν εἴη τοῦ ἡδέος. αὐτὸς μέντοι τῇ μὲν ἀναλογίᾳ οὐκ ἐχρήσατο, παραμυθίαν δὲ τοῦ δεικνυμένου ἐκόμισεν· ὅτι γὰρ ἔσται καὶ τὸ ὠφέλιμον γένος τοῦ ἡδέος, παρεμυθήσατο εἰπὼν δῆλον γὰρ ὅτι ἀγαθοῦ ἂν εἴη ποιητικόν, ἐπειδὴ ἡ ἡδονὴ ἀγαθόν. εἰ γὰρ ἡ ἡδονὴ ἀγαθόν ἐστι, τὸ ποιητικὸν αὐτῆς (τοῦτο δὲ ἦν τὸ ἡδύ) ἀγαθοῦ ἄν τινος εἴη ποιητικόν· πᾶν δὲ τὸ ἀγαθοῦ ποιητικὸν ὠφέλιμον καὶ ἐν γένει τῷ ὠφελίμῳ. ἔστι δὲ καὶ κατασκευαστικὸς καὶ ἀνασκευαστικὸς ὁ τόπος. εἰ γὰρ ἡ ἡδονὴ μὴ ἐν γένει τῷ ἀγαθῷ, οὐδ’ ἂν τὸ ἡδὺ ἐν γένει τῷ ὠφελίμῳ εἴη. καὶ εἰ ὡς τὸ γυμνάζεσθαι πρὸς ὑγείαν οὕτως τὸ μανθάνειν πρὸς ἐπιστήμην, μή ἐστι δὲ τὸ γυμνάζεσθαι ὑπὸ τὸ μανθάνειν, οὐδ’ ἂν τὸ ὑγιαίνειν ὑπὸ τὸ ἐπίστασθαι εἴη.

“再次,关于彼此具有相似关系的事物。” 这一个论题也与出自同系列词的论题相似;因为如果某些事物彼此具有相似的关系,若具有相似关系的事物之一是另一者的属,那么其余的一者也将是另一者的属。例如,既然快乐之事对快乐的关系,与有益之事对善的关系相似,正如快乐之事是产生快乐的,同样有益之事也将是产生善的。或者颠倒过来,如果善是快乐的属,那么有益之事也将是快乐之事的属。而且所说的内容也可以通过比例来把握。因为如果善对于有益之事的比例,正如快乐对于快乐之事的比例,那么颠倒过来,正如前项[善]对于前项[快乐]的比例,后项[有益之事]对于后项[快乐之事]也是如此;以致正如善对于快乐,有益之事对于快乐之事也是如此;因此,如果善是快乐的属,那么有益之事也将是快乐之事的属。然而他自己并没有使用比例,而是为所展示的内容提供了支持;因为关于有益之事也将是快乐之事的属这一点,他是通过说“因为显然它将是产生善的,既然快乐是善”来支持的。因为如果快乐是善,那么产生它的事物(而这是快乐之事)就将是产生某种善的事物;而一切产生善的事物都是有益的,并且在有益这个属之中。这个论题既可用于建立,也可用于推翻。因为如果快乐不在作为属的善之中,那么快乐之事也不会在作为属的有益之事之中。而且如果正如锻炼对健康的关系,学习对知识也是如此,但锻炼不在学习之下,那么健康也不会在知晓之下。

§4.46

"Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν γενέσεων καὶ τῶν φθορῶν." * * * * * τόπους παραδίδωσιν. εἰ γὰρ ἡ γένεσίς τινος ὡς ὑπὸ γένος εἴη τὴν ἄλλου τινὸς γένεσιν,2 καὶ τὸ γινόμενον ὑπ’ αὐτοῦ ἔσται ὡς ὑπὸ γένος τὸ ὑπὸ τοῦ ποιητικοῦ γένους γινόμενον. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν φθορῶν. ἀπὸ μὲν οὖν τῆς γενέσεως 〈οὕτως〉· εἰ τὸ οἰκοδομεῖν ἐνεργεῖν καὶ ὑπὸ τὴν ἐνέργειαν, καὶ τὸ ᾠκοδομηκέναι ἐνηργηκέναι καὶ ὑπὸ τοῦτο· καὶ εἰ τὸ μανθάνειν ἀναμιμνήσκεσθαί ἐστιν καὶ ὑπὸ γένος τὸ ἀναμιμνήσκεσθαι, καὶ τὸ μεμαθηκέναι ὑπὸ τὸ ἀναμεμνῆσθαι ἂν εἴη, ὡς ᾤετο Πλάτων λέγων τὰς μαθήσεις ἀναμνήσεις. λαμβάνει δὲ καὶ τὸ οἰκοδομεῖν καὶ τὸ μανθάνειν ὡς οὔσας γενέσεις, τὸ μὲν τοῦ οἰκοδομουμένου τὸ δὲ τοῦ μανθανομένου. ἔστι δὲ κυρίως ἡ μὲν οἰκοδόμησις τοῦ οἰκοδομουμένου, ἡ δὲ μάθησις τοῦ μανθανομένου. καὶ εἴη ἂν τοιοῦτον τὸ λεγόμενον· εἰ τοῦ οἰκοδομεῖν γένος τὸ ἐνεργεῖν, καὶ τοῦ ᾠκοδομηκέναι τὸ ἐνηργηκέναι· καὶ εἰ τῆς μαθήσεως ἡ ἀνάμνησις, καὶ τοῦ μεμαθηκέναι τὸ ἀναμεμνῆσθαι. ἔοικε δὲ τὰ παραδείγματα, οἷς κέχρηται, ἁρμόζειν καὶ τοῖς ἀπὸ τῶν συστοίχων τόποις· σύστοιχον γὰρ τὸ οἰκοδομεῖν τῷ ᾠκοδομηκέναι καὶ τὸ ἐνεργεῖν τῷ ἐνηργηκέναι. εἴη δ’ ἂν τοῦ λεγομένου καὶ τὰ τοιαῦτα παραδείγματα· εἰ ἡ τῆς δικαιοσύνης γένεσις οὐκ ἔστι μάθησις, οὐδ’ ἂν ἡ δικαιοσύνη ἐπιστήμη εἴη· τῆς δὲ πρῶτον· τὸ ἄρα δεύτερον.3 οὕτω δ’ ἂν δεικνύοι τις ὅτι μηδὲ τῆς αἰσθήσεως ἡ ἐπιστήμη γένος· εἰ γὰρ τῆς μὲν αἰσθήσεως ἡ γένεσις φύσει, τῆς δὲ ἐπιστήμης οὐ φύσει (μαθήσει γάρ), οὐκ ἂν ἡ αἴσθησις ἐπιστήμη εἴη. δῆλον δὲ ὅτι καὶ κατασκευαστικὸς ὁ τόπος· εἰ γὰρ ἡ τῆς γεωμετρίας γένεσις μάθησις, καὶ ἡ γεωμετρία ἂν ἐπιστήμη εἴη. ὁ δὲ ἀπὸ τῆς φθορᾶς τόπος τοιοῦτος· εἰ τὸ διαλύεσθαι φθείρεσθαι, καὶ τὸ διαλελύσθαι ἐφθάρθαι καὶ ἡ διάλυσις φθορά· ὁμοίως γὰρ ἔχει τὸ διαλύεσθαι πρὸς τὸ διαλελύσθαι καὶ τὸ φθείρεσθαι πρὸς τὸ ἐφθάρθαι· ὥστε, εἰ τὸ ἕτερον τοῦ ἑτέρου γένος, καὶ τὸ ἕτερον τοῦ ἑτέρου ἂν εἴη.

“同样,关于生成与消灭也是如此。” * * * * * 他传授了论题。因为如果某物的生成在另一物的生成之下作为属,那么由它所生成的事物,也将在由起生成作用的属所生成的事物之下作为属。同样的道理也适用于消灭。因此出自生成[是这样]:如果建造房屋是进行活动且在活动之下,那么建完房屋也是活动过了且在这之下;而且如果学习是回忆且在作为属的回忆之下,那么学成也会在回忆完了之下,正如柏拉图说学习是回忆时所认为的那样。他把建造房屋和学习这两者都当作生成来取,前者是被建之物的生成,后者是被学之物的生成。但严格说来,房屋建造是被建之物的,而学习是被学之物的。所说的内容会是这样:如果建造房屋的属是进行活动,那么建完房屋的属也是活动过了;如果学习的属是回忆,那么学成的属也是回忆完了。而他所使用的例子似乎也适用于出自同系列词的论题;因为建造房屋与建完房屋是同系列的,进行活动与活动过了也是同系列的。但所说之事的例子也可以是这样的:如果正义的生成不是学习,正义也就不会是知识;但是前者成立;所以后者也成立。依此方式,人们也可以表明知识甚至不是感觉的属;因为如果感觉的生成是出于自然,而知识的生成不出于自然(因为是出于学习),那么感觉就不会是知识。显然该论题也是可用于建立的;因为如果几何学的生成是学习,那么几何学也将是知识。而出自消灭的论题则是这样的:如果解体是被消灭,那么解体了也是被消灭了,并且解体也就是消灭;因为解体对于解体了的关系,与被消灭对于被消灭了的关系相似;以致如果一者是另一者的属,其余的一者也就会是另一者的属。

语法注3 条
  1. 4.45ἐναλλάξ

    指数学比例论中更比(permutando/alternando)的副词。它表示从 A:B = C:D 推导出 A:C = B:D 的操作,在此处指将“善 : 有益之事 = 快乐 : 快乐之事”转换为“善 : 快乐 = 有益之事 : 快乐之事”。

  2. 4.46ὡς ὑπὸ γένος εἴη τὴν ἄλλου τινὸς γένεσιν

    介词短语 ὑπὸ γένος(“作为属在……之下”)支配宾格补足语 τὴν ἄλλου τινὸς γένεσιν 的结构。介词 ὑπό 所支配的宾格跟在插入的 γένος 之后,紧随其后的 καὶ τὸ γινόμενον ὑπ’ αὐτοῦ ἔσται ὡς ὑπὸ γένος τὸ ὑπὸ τοῦ ποιητικοῦ γένους γινόμενον 同样重复了该句式。

  3. 4.46τῆς δὲ πρῶτον· τὸ ἄρα δεύτερον

    此为CAG底本所载形式。在语境中,它紧接前一个条件句(εἰ ἡ τῆς δικαιοσύνης γένεσις οὐκ ἔστι μάθησις...),构成肯定前件推理(modus ponens)。语义上它完全对应上一分块(§4.44)中的固定程式 τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον(“但是第一项成立;所以第二项也成立”)。不论 τῆς 是抄写讹误还是意念中省略了阴性名词(如 γένεσις 或 πρότασις),在句法推论结构上均表示对前件的肯定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:331.23-333.12