- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:330.10-331.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者讨论了亚里士多德提出的出自词尾屈折(派生副词等)与同系列词(同根词群)的论题,并结合具体例证解释了它们在确立或推翻属与种的关系中如何发挥建设性与破坏性的论辩作用。
" Πάλιν ἐπὶ τῶν πτώσεων καὶ ἐπὶ τῶν συστοίχων." Ὥσπερ ἐπὶ τῶν ἀπὸ συμβεβηκότος προβλημάτων τόπους τινὰς παραδέδωκεν ἀνασκευαστικοὺς καὶ κατασκευαστικοὺς ἀπὸ τῶν πτώσεων καὶ ἀπὸ τῶν συστοίχων, οὕτω καὶ πρὸς τὰ ἀπὸ τοῦ γένους προβλήματα ἀπὸ τῶν αὐτῶν τούτων παραδίδωσί τινας τόπους· κοινοὶ γὰρ καὶ ἐπικαιρότατοι πρὸς πάντα οἱ ἀπὸ τῶν συστοίχων τόποι. ἂν γάρ τινος γένος ἀποδοθῇ, δεῖ ὁρᾶν εἰ καὶ τὰ σύστοιχα τῷ γένει τῶν συστοίχων τῷ εἴδει γένη εἶναι δύναται· καὶ ἂν μὲν ᾖ, κατασκευασθήσεται, ἂν δὲ μὴ ᾖ, ἀνασκευασθήσεται. εἰ γὰρ ὁμοίως ἀκολουθεῖ τὸ κείμενον γένος τῷ τεθέντι εἴδει καὶ ἡ πτῶσις ἡ τοῦ γένους τῇ τοῦ εἴδους πτώσει, εἴη ἂν τὸ ἀποδοθὲν γένος κατεσκευασμένον ὅτι ἐστὶ γένος. οἷον πτῶσίς ἐστι τῆς μὲν μεγαλοψυχίας τὸ μεγαλοψύχως, τῆς δὲ ἀπαθείας τὸ ἀπαθῶς· εἰ οὖν τὸ μεγαλοψύχως ἀπαθῶς, καὶ ἡ μεγαλοψυχία ἀπάθεια· τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον. πάλιν ἀνασκευάζοιμεν ἂν ἀπὸ τῶν πτώσεων οὕτως· ἔστω προκείμενον δεῖξαι ὅτι μὴ γένος τῆς εὐφυΐας ἡ ταχυτής· ληψόμεθα ἀπὸ τῶν πτώσεων συνεχὲς τοιοῦτον·1 εἰ ἡ εὐφυΐα ταχυτής, καὶ τὸ εὐφυῶς ταχέως· οὐκ ἔστι δὲ τὸ εὐφυῶς ταχέως· καλῶς γὰρ μᾶλλον ἐστιν, ἀλλ’ οὐ ταχέως· οὐδ’ ἄρα ἡ εὐφυΐα ταχυτής. πάλιν εἰ ἡ ἀγροικία ἀπαιδευσία, καὶ τὸ ἀγροίκως ἀπαιδεύτως· οὐκ ἔστι δὲ τὸ ἀγροίκως ἀπαιδεύτως, ἀλλ’ ἀπείρως μᾶλλον· οὐδ’ ἡ ἀγροικία ἄρα ἀπαιδευσία. καὶ εἰ ἡ ἡδονὴ ἀγαθόν, καὶ τὸ ἡδέως ἀγαθῶς· οὐκ ἔστι δὲ τὸ ἡδέως ἀγαθῶς· ἔστι γὰρ ἡδέως πάσχοντα αἰσχρῶς πάσχειν καὶ κακῶς· οὐδ’ ἄρα ἡ ἡδονὴ ἀγαθόν. καὶ οὕτω μὲν ἀπὸ τῶν πτώσεων. ἀπὸ δὲ τῶν συστοίχων πάλιν κατασκευάσομεν οὕτως· σύστοιχα λέγεται ἀλλήλοις τὰ οὕτω λεγόμενα, ἀνδρεία, ἀνδρεῖος, ἀνδρείως, ἀνδρεῖον· καὶ γὰρ ἡ πτῶσις, τὸ ἀνδρείως, ἐν τοῖς συστοίχοις ἐστίν· διὸ οἱ ἀπὸ τῶν συστοίχων τόποι περιέχουσι καὶ τοὺς ἀπὸ τῶν πτώσεων, καὶ αὐτὸς τοῖς παραδείγμασιν ὁμοῦ κατὰ πάντων ἐχρήσατο· ὁμοίως σύστοιχα δικαιοσύνη, δίκαιος, δικαίως, δίκαιον· ληψόμεθα οὖν, θέλοντες δεῖξαι ὅτι ἡ δικαιοσύνη ὑπὸ γένος τὴν ἀρετήν, τὰ σύστοιχα αὐτῇ· οἷον εἰ τὸ δίκαιον ἐνάρετον καὶ τὸ δικαίως ἐναρέτως καὶ ὁ δίκαιος ἐνάρετος, καὶ ἡ δικαιοσύνη ἀρετή· τὰ ἡγούμενα δέ· καὶ τὸ λῆγον ἄρα.2 οὕτω μὲν κατασκευάσομεν. ἀνασκευάσομεν δέ, ὅτι μὴ ὑπὸ τὸ ὠφέλιμον ἡ ἡδονή, οὕτως· εἰ ἡ ἡδονὴ ὠφέλιμον, καὶ τὸ ἡδέως ὠφελίμως καὶ τὸ ἡδὺ ὠφέλιμον· οὐκ ἔστι δὲ τὸ ἡδὺ ὠφέλιμον· οὐδ’ ἄρα ἡ ἡδονὴ ὠφέλιμον. ἢ ἐφ’ οὗ ἂν φανερώτερον ἀντιπίπτῃ τῶν συστοίχων,3 ἐκεῖνο ληψόμεθα καὶ δείξομεν δι’ αὐτοῦ ὅτι μηδὲ ἡ ἡδονὴ ὠφέλιμον· ὁμοίως γὰρ ἔχειν πάντα τὰ σύστοιχα κατὰ τὴν ἀκολουθίαν δεῖ. εἰ δὴ μὴ ὠφέλιμον ἡ ἡδονή, δῆλον ὅτι οὐδ’ ἂν ἐν γένει αὐτῷ εἴη. πάλιν σύστοιχα ἀλλήλοις δικαιοσύνη, δίκαιον, δίκαιος, δικαίως καὶ ἐπιστήμη, ἐπιστῆμον, ἐπιστήμων, ἐπιστημόνως· ἐὰν τῆς δικαιοσύνης ἡ ἐπιστήμη γένος ᾖ, δεῖ καὶ τὸ δίκαιον ὑπὸ τὸ ἐπιστῆμον εἶναι καὶ τὸν δίκαιον ὑπὸ τὸν ἐπιστήμονα καὶ τὸ δικαίως ὑπὸ τὸ ἐπιστημόνως.
“再次,关于词尾屈折与同系列词。” 正如关于出自偶性的论题,他传授了某些出自词尾屈折和同系列词的用于推翻和用于建立的论题一样,关于出自属的论题,他也出自这同样的事物传授了某些论题;因为出自同系列词的论题对于一切事物而言都是通用的,且最为切合时宜。因为如果某物的属被指派了,就必须看与属同系列的事物是否也能成为与种同系列之物的属;如果是,就会被建立,如果不是,就会被推翻。因为如果设定的属同样跟随所置的种,并且属的词尾屈折也同样跟随种的词尾屈折,那么所指派的属就会被确立为它是属。例如,心胸开阔的词尾屈折是“心胸开阔地”,无动于衷的词尾屈折是“无动于衷地”;因此,如果心胸开阔地是无动于衷地,那么心胸开阔也是无动于衷;但是前者成立,所以后者也成立。反过来,我们也可以出自词尾屈折按如下方式进行推翻:假设摆在面前的任务是表明敏捷不是颖悟的属;我们将从词尾屈折中取这样一个假言命题:如果颖悟是敏捷,那么颖悟地也是敏捷地;但是颖悟地并不是敏捷地;因为更恰当地说是出色地,而不是敏捷地;所以颖悟也不是敏捷。再次,如果粗鄙是缺乏教养,那么粗鄙地也是缺乏教养地;但是粗鄙地并不是缺乏教养地,而更恰当地说是缺乏经验地;所以粗鄙也不是缺乏教养。而且,如果快乐是善,那么快乐地也是善地;但是快乐地并不是善地;因为体验得快乐的人完全有可能体验得可耻且糟糕;所以快乐也不是善。出自词尾屈折的情况就是如此。另一方面,出自同系列词,我们将再次按如下方式进行建立:被如此表述的事物被称为彼此同系列的:勇敢、勇敢的人、勇敢地、勇敢之事;因为词尾屈折“勇敢地”确实也在同系列词之中;因此出自同系列词的论题也包含出自词尾屈折的论题,而他自己也是对所有这些情况一并使用了例子;同样,正义、正义的人、正义地、正义之事也是同系列的;因此,如果我们想要表明正义在作为属的德性之下,我们将取与它同系列的事物:例如,如果正义之事是具德的,并且正义地是具德地,并且正义的人是具德的,那么正义也是德性;但是前件成立,所以后件也成立。我们将按这种方式建立。另一方面,我们将按如下方式进行推翻,〔表明〕快乐不在有益之下:如果快乐是有益的,那么快乐地也是有益地,并且快乐之事也是有益的;但是快乐之事并不是有益的;所以快乐也不是有益的。或者,在同系列词中,在哪一个词上冲突表现得更显明,我们就取哪一个,并借由它表明快乐也不是有益的;因为所有同系列词在随从关系上都必须处于相同状况。既然快乐不是有益的,显然它也不会在有益这个属之中。再次,彼此同系列的是正义、正义之事、正义的人、正义地,以及知识、知识之事、有知识的人、有知识地;如果知识是正义的属,那么正义之事也必须在知识之事之下,正义的人在有知识的人之下,正义地在有知识地之下。
- 4.44συνεχὲς τοιοῦτον
意为“这样的假言命题(条件命题)”。在古代逻辑术语中,τὸ συνεχές 指假言/条件命题,此处作名词化用法,后接由 εἰ... καί... 构成的条件命题。
- 4.44τὰ ἡγούμενα δέ· καὶ τὸ λῆγον ἄρα
逻辑学论证中的典型省略结构:省略了系动词,即 τὰ ἡγούμενα [ἐστί](“然而前件成立”),καὶ τὸ λῆγον ἄρα [ἐστί](“所以后件也成立”)。前件使用复数形式(τὰ ἡγούμενα)是因为在前一句中并列了三个条件要素作为前件。
- 4.44ἐφ’ οὗ ἂν φανερώτερον ἀντιπίπτῃ τῶν συστοίχων
关系从句置于其指示代词先行词 ἐκεῖνο 之前的结构。动词 ἀντιπίπτῃ 可作无人称或带隐含主语理解(“发生冲突/反驳”)。τῶν συστοίχων 为部分属格,修饰关系代词短语 ἐφ' οὗ(“在同系列词中,在哪一个之上……”)。
