- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:328.18-330.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《论题篇》第四卷(123b30–124a1),解释了属有相反者而种没有时的推翻性论题,随后阐明了出自相反者的诸论题中可兼用于建立的三种论题。
" Σκοπεῖν δὲ καὶ εἰ τὸ μὲν γένος ἐναντίον τινί, τὸ δὲ εἶδος μηδενί." Καὶ οὗτος ὁ τόπος ἔτι ἐκ τῶν ἐναντίων. ἀξιοῖ δὲ δι’ αὐτοῦ ἐπισκοπεῖν εἰ τῷ μὲν ὡς γένει τιθεμένῳ ἐστί τι ἐναντίον, τῷ δὲ εἴδει μή· οὐ γὰρ ἂν γένος εἴη τὸ ἀποδεδομένον τοῦ μηδὲν ἔχοντος αὑτῷ ἐναντίον εἴδους. τὰ γὰρ ἐναντία γένη εἰδῶν εἰσιν ἐναντίων ἀλλήλοις, οἷον ἀρετὴ καὶ κακία ἐναντία καὶ δικαιοσύνη καὶ ἀδικία· οὐ μὴν ἔμπαλιν τῷ τὰ ἐναντία δύνασθαι ὑπὸ ταὐτὸ εἶναι γένος.1 οὕτως, ἐπεὶ ἁρμονίᾳ μὲν ἀναρμοστία ἐναντίον, ψυχῇ δὲ οὐδέν ἐστιν ἐναντίον, οὐκ ἔστιν ἡ ψυχὴ ἁρμονία, ὡς Πλάτων ἐπεχείρησεν ἐν τῷ Φαίδωνι. οὕτως δεικνύοι τις ἂν μὴ οὖσαν γένος τὴν ἀρχὴν τοῦ στοιχείου, εἴ γε τῇ μὲν ἀρχῇ ἐναντίον τὸ τέλος, τῷ δὲ στοιχείῳ οὐδέν ἐστιν ἐναντίον. ἀλλ’ οὐδὲ τοῦ τόπου τὸ κενὸν γένος, εἴ γε τῷ μὲν κενῷ ἐναντίον τὸ πλῆρες, τόπῳ δὲ οὐδὲν ἐναντίον. ἀλλ’ οὐδὲ ὁ χρόνος κίνησις, εἴ γε κινήσει μὲν ἠρεμία ἐναντίον, χρόνῳ δὲ οὐδέν. ἀλλὰ καὶ εἰ τῷ μὲν ἀφθάρτῳ τὸ φθαρτὸν ἐναντίον, θεῷ δὲ μηδέν, οὐκ ἂν εἴη γένος τοῦ θεοῦ τὸ ἄφθαρτον. ἔνστασιν πρὸς τὸν τόπον ὄντα ἔνδοξον φέρει αὐτὸς ἐπὶ ὑγείας καὶ νόσου. ἁπλῶς μὲν γὰρ ὑγεία νόσῳ ἐναντία· τῶν δὲ ὑπὸ τὴν νόσον ἢ ὑπὸ τὴν ὑγείαν λαμβανομένων οὐδὲν οὐδενί ἐστιν ἐναντίον· ὁ γὰρ πυρετὸς νόσος ὢν καὶ ἡ περιπνευμονία καὶ ἡ ὀφθαλμία οὐδὲν ἐναντίον ἔχει. ἢ ἔστιν ἐπὶ τούτων ἐναντιότης ἀνώνυμος· ἡ γὰρ καθ’ ἕκαστον τούτων ὑγεία.2
“还应当考察,是否属与某物相反,而种却与任何事物都不相反。” 这个论题也是出自相反者。他要求借此考察,作为属而被设定的事物是否与某物相反,而种却不;因为所指派的[属]不会是自身没有任何相反者的种的属。因为相反的属属于彼此相反的种,例如德性与恶劣是相反的,正义与不正义也是[相反的];然而反过来并不成立,这是因为相反者有可能在同一个属之下。这样,既然不协调与协调相反,而任何事物都与灵魂不相反,正如柏拉图在《斐多篇》中所论证的那样,灵魂不是协调。这样人们就能表明始元不是元素的属,如果终结与始元相反,而任何事物都与元素不相反的话。虚空也不是位置的属,如果充实与虚空相反,而任何事物都与位置不相反的话。时间也不是运动,如果静止与运动相反,而任何事物都与时间不相反的话。而且,如果可毁灭者与不可毁灭者相反,而任何事物都与神不[相反],不可毁灭者就不会是神的属。针对这个虽然公认的论题,他自己提出了一个关于健康与疾病的异议。因为无条件而言,健康与疾病相反;但在疾病之下或在健康之下所取的诸事物中,没有任何事物与任何事物相反;因为热病作为疾病,以及肺炎和眼炎,都没有任何相反者。或者说,在这些事物上存在一种无名的相反关系;即对应于它们每一者的健康。
"Ἀναιροῦντι μὲν οὖν τοσαυταχῶς ἐπισκεπτέον." Παραδοὺς πλείους τόπους ἀπὸ τῶν ἐναντίων (εἰσὶ γὰρ οὓς ἐξέθετο), ἔπειτα πάντας μέν φησι τούτους ἀνασκευαστικοὺς εἶναι, τρεῖς δὲ ἐξ αὐτῶν μόνους εἶναι καὶ πρὸς κατασκευὴν χρησίμους, οὓς καὶ ἐκτίθεται. ὅ τε γὰρ πρῶτος τῶν ῥηθέντων ὁ ἀξιῶν, εἰ μή ἐστί τι τῷ τεθέντι γένει ἐναντίον, τῷ δὲ εἴδει, ἄμφω τὰ ἐναντία ὑπὸ ταὐτὸν εἶναι γένος. τούτου γὰρ κειμένου, εἰ δειχθείη ὅτι τῷ λαμβανομένῳ γένει μηδέν ἐστιν ἐναντίον καὶ ἔστι τὸ τοῦ ζητουμένου εἴδους ἐναντίον ἐν γένει τούτῳ, εἴη ἂν δεδειγμένον ὅτι καὶ τοῦ ζητουμένου τὸ αὐτὸ τοῦτο γένος ἐστίν· εἰ γὰρ τὸ ἐναντίον ἐν τούτῳ, δῆλον ὅτι καὶ τοῦτο. οἷον ἐπεὶ τὰ πολλὰ τοῖς ὀλίγοις ἐναντία, καὶ ἔστι τῶν πολλῶν γένος τὸ πλῆθος, καὶ οὐδὲν τῷ πλήθει ἐναντίον, καὶ τῶν ὀλίγων ἂν τὸ πλῆθος εἴη γένος. δεύτερον πρὸς κατασκευὴν ἀπὸ τῶν ἐναντίων τῶν προειρημένων τόπον εἶναι χρήσιμον ἐκτίθεται τὸν ἀπὸ τῶν μέσων· εἰ γὰρ τὸ ἀνὰ μέσον τινῶν ἐναντίων ἐν τῷδέ τινι γένει, καὶ τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει ἔσται. δεῖ δὲ δῆλον ὅτι τὰ ἀνὰ μέσον κυρίως λαμβάνειν· ταῦτα δέ ἐστι τὰ κατὰ μῖξιν γινόμενα τῶν ἐναντίων. ἐν ᾧ γὰρ ἡ σομφὴ φωνὴ γένει, ἐν ἐκείνῳ καὶ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα, καὶ ἐν ᾧ τὸ φαιόν, ἐν ἐκείνῳ καὶ τὸ λευκὸν καὶ τὸ μέλαν· οὐκέτι δὲ ἐν ᾧ ἡ ἀνδρεία, ἐν τούτῳ καὶ ἡ θρασύτης καὶ ἡ δειλία, ὅτι οὐχ οὕτως αἱ ἀρεταὶ μέσαι τῶν κακιῶν ὡς κατὰ μῖξιν αὐτῶν εἶναι. τρίτον ἐκτίθεται τόπον τῶν πρὸς κατασκευήν· ὅταν καὶ τῷ ὡς εἴδει λαμβανομένῳ ᾖ τι ἐναντίον καὶ τῷ ὡς γένει, χρή, φησί, σκοπεῖν εἰ τὸ ἐναντίον τοῦ ζητουμένου ἐν τῷ ἐναντίῳ γένει ἐστίν· εἰ γὰρ τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ, καὶ τὸ ζητούμενον ἐν τῷ ἐκείνου ἐναντίῳ. ζητουμένου γὰρ εἰ γένος τῆς νόσου ἡ ἀσυμμετρία, δείξαντες ὅτι τῆς ὑγείας, ἥτις ἐστὶν ἐναντία τῇ νόσῳ, ἡ συμμετρία γένος οὖσα ἐναντία τῇ ἀσυμμετρίᾳ, εἴημεν ἂν δεδειχότες3 ὅτι καὶ ἡ νόσος ἐν ἀσυμμετρίᾳ.
“因此,对于推翻者而言,应当以如此多的方式进行考察。” 在传授了出自相反者的若干论题之后(因为他所陈述的正是这些),接着他说,所有这些都是用于推翻的,但其中只有三个对于建立也是有用的,他也陈述了这三个论题。因为在所提及的论题中,第一个是要求如果所设定的属没有任何相反者,而种有,那么两个相反者都应当在同一个属之下。因为在设定了这一点之后,如果表明所取的属没有任何相反者,并且所探求的种的相反者在这个属之中,那么这就已经表明正是这同一个东西也是所探求的[种]的属;因为如果相反者在这个属中,显然这一个也在其中。例如,既然多数与少数相反,并且多数的属是多,而多没有任何相反者,那么对于少数而言多也会是属。在前述出自相反者的论题中,他陈述了对建立有用的第二个论题,即出自中间物的论题;因为如果在某些相反者之间的中间物在某个属之中,相反者也将在同一个属之中。但显然必须按本义取中间物;而这些正是通过相反者的混合而生成的事物。因为沉闷的声音在什么属中,高声与低声也在那个属中;灰色在什么[属]中,白与黑也在那个属中;但不再是勇敢在什么[属]中,鲁莽与怯懦也在其中,因为诸德性不是以通过恶劣的混合而成的方式作为恶劣的中间物的。他陈述了用于建立的论题中的第三个:他说,当作为种而被取的事物和作为属而被取的事物都有某种相反者时,必须考察所探求之物的相反者是否在相反的属之中;因为如果相反者在相反者之中,所探求之物也在那个属的相反者之中。因为在探求不成比例是否是疾病的属时,如果我们表明对于与疾病相反的健康而言,与不成比例相反的成比例是属,那么我们就已经表明疾病也在不成比例之中。
- 4.42οὐ μὴν ἔμπαλιν τῷ τὰ ἐναντία δύνασθαι ὑπὸ ταὐτὸ εἶναι γένος.
τῷ 引导定冠词不定词短语 τὰ ἐναντία δύνασθαι ὑπὸ ταὐτὸ εἶναι γένος,作原因或理由的与格。它解释了为什么反过来的命题(即相反的种必定有相反的属)不成立,理由在于相反者有可能从属于同一个属。
- 4.42ἢ ἔστιν ἐπὶ τούτων ἐναντιότης ἀνώνυμος· ἡ γὰρ καθ’ ἕκαστον τούτων ὑγεία.
由 ἤ 引出的解答句,后半句 ἡ γὰρ καθ’ ἕκαστον τούτων ὑγεία 省略了系动词 ἐστί,构成名词句。在文脉中,它说明了所谓的“无名的相反关系”具体为何物,即对应于每一种个别疾病的健康状态。
- 4.43δείξαντες ὅτι τῆς ὑγείας, ἥτις ἐστὶν ἐναντία τῇ νόσῳ, ἡ συμμετρία γένος οὖσα ἐναντία τῇ ἀσυμμετρίᾳ, εἴημεν ἂν δεδειχότες
核心句式为主句的分词 δείξαντες 统辖 ὅτι 从句,充当潜能希求法 εἴημεν ἂν δεδειχότες 的假设条件。在 ὅτι 从句内部,主语 ἡ συμμετρία、述语名词 γένος 与属格补足语 τῆς ὑγείας 被关系分句(ἥτις...)和分词短语(οὖσα...)隔开,句意为“若我们表明了(与不成比例相反的)比例是(与疾病相反的)健康的属”。
