- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:327.3-328.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》123b18–23,讨论考察属与种的中间物是否同样通过否定或肯定来表明的论题,以及当属没有相反者时相反种之间的中间物也应同属一个属的论题,并探讨了来自伦理德性的反论及其解答。
" Ἔτι εἰ ἔστι μέν τι ἀμφοῖν ἀνὰ μέσον." Δεῖν φησι καὶ τοῦτό πως ἐπιζητεῖν, εἰ ἀμφοτέρων, καὶ τῶν ἐναντίων γενῶν καὶ τῶν ἐναντίων εἰδῶν, ἔστι τινὰ ἐν μέσῳ καὶ εἰ ὁμοίως ἐστὶν αὐτῶν· εἰ γὰρ μὴ ὁμοίως ἀλλὰ τῶν μὲν κατὰ ἀπόφασιν τῶν ἄκρων τῶν δὲ καταφάσει δηλουμένων,1 οὐκ ἂν εἴη τὰ ἕτερα ὡς ἐν γένεσι τοῖς ἑτέροις. δοκεῖ γὰρ ἔνδοξον εἶναι τὸ ὁμοίως ἐπ’ ἀμφοῖν ἔχειν τὰ μέσα, ὡς ἔχει ἐπὶ ἀρετῆς καὶ κακίας καὶ δικαιοσύνης καὶ ἀδικίας· ἀμφότεραι γὰρ αἱ ἐναντιώσεις ἀποφάσει τῶν ἄκρων τὰ μέσα ἔχουσι δηλούμενα. ἔχοι δ’ ἂν καὶ τοῦτο ἔνστασιν· δόξης γὰρ καὶ ἀδοξίας τὸ μεταξὺ καταφάσει δηλοῦται· τοιοῦτος γὰρ ὁ μέσος, ὡς προείρηται· “μέσος θέλω ἐν πόλει εἶναι”· ἀλλὰ καὶ τὸ μέσως βλέπειν μεταξύ ἐστι τοῦ ἀμβλυωπεῖν καὶ ὀξυωπεῖν καὶ καταφάσει δηλοῦται· ὁμοίως καὶ τὸ μετρίως ἀκούειν μεταξὺ ὀξυηκοΐας καὶ ἀμβλυηκοΐας· ἀγαθοῦ δὲ καὶ κακοῦ, ὑφ’ ἃ ταῦτα ὡς γένη, κατὰ ἀπόφασιν.
“此外,如果两者之间都有某种中间物。” 他说,还必须以某种方式探求这一点:在两者之间——既在相反的属之间,也在相反的种之间——是否存在某些中间物,以及它们是否同样地属于它们。因为如果不是同样地,而是一方的中间物通过两极的否定来表明,另一方的中间物通过肯定来表明,那么一方就不会像在属中那样处于另一方之中。因为中间物在两者中同样地成立似乎是公认的,正如在德性与恶劣以及正义与不正义的情形中那样;因为这两种对立都是通过两极的否定来表明其中间物的。但对此也可能有一个异议;因为名声与不名誉之间的中间物是通过肯定来表明的;因为正如前文所说,所谓“中间者”就是如此:“我愿在城邦中处于中间”;而且适度地看也是处于视力迟钝与敏锐之间的中间物,并且是通过肯定来表明的;同样,适度地听也是敏锐的听力与迟钝的听力之间的中间物;而在善与恶——作为这些事物所从属的诸属——之间的中间物则是通过否定构成的。
"Ἔτι ὅταν μὴ ᾖ τι ἐναντίον τῷ γένει." Εἶπεν ὅτι, ἂν τῷ μὲν εἴδει ᾖ τι ἐναντίον τῷ δὲ γένει μηκέτι, δεῖ καὶ τὸ ἐναντίον τῷ τεθέντι εἴδει ἐν τῷ αὐτῷ εἶναι γένει. προστίθησι δὲ τούτῳ ὅτι οὐ μόνον τὰ ἐναντία ὑπὸ ταὐτὸν δεῖ γένος εἶναι, εἰ μηδὲν τῷ γένει εἴη ἐναντίον, ἀλλὰ καὶ τὸ ἀνὰ μέσον αὐτῶν, εἰ εἴη τι αὐτῶν ἀνὰ μέσον· ἐν ᾧ γὰρ γένει τὰ ἄκρα, τοῦτ’ ἔστι τὰ ἐναντία, ἐν τούτῳ καὶ τὸ ἀνὰ μέσον αὐτῶν, εἴ γε τὸ ἀνὰ μέσον μίξει τῶν ἐναντίων. οὕτως ὑφ’ ὃ γένος τὸ λευκὸν καὶ τὸ μέλαν, ὑπὸ τὸ αὐτὸ καὶ τὰ ἔμμεσα αὐτῶν χρώματα· πάντων γὰρ αὐτῶν γένος τὸ χρῶμα. ὁμοίως ὁ χυμὸς γένος ὢν ἐναντίων ὄντων τοῦ τε γλυκέος καὶ τοῦ πικροῦ καὶ τῶν μεταξὺ αὐτῶν πάντων ἐστὶ γένος. οὕτω δεικνύοιτ’ ἂν τοῦ κυρτοῦ μὴ ὂν γένος τὸ περιφερές· εἰ γὰρ τὸ μὲν κυρτὸν καὶ τὸ κοῖλον ἐναντία ὄντα ὑπὸ τὸ περιφερές, τὸ δὲ μεταξὺ τοῦ τε κυρτοῦ καὶ τοῦ κοίλου, ὅπερ εἴη ἂν ἢ τὸ εὐθὺ ἢ ἕλιξ, μηκέτι ὑπὸ τὸ περιφερές, οὐδ’ ἂν ἐκείνων γένος εἴη τὸ περιφερές. ἔνστασιν δὲ φέρει καὶ πρὸς τὸν τόπον τοῦτον· ἐπὶ γὰρ τῶν ἠθικῶν ἀρετῶν αἱ μὲν ὑπερβολαὶ καὶ αἱ ἔνδειαι ἐναντίαι οὖσαι ἀλλήλαις ὑπὸ τὴν κακίαν εἰσίν, αἱ δὲ ἀρεταὶ μέσαι αὐτῶν οὖσαι ὑπ’ ἄλλο γένος εἰσίν· ὑπὸ γὰρ τὴν ἀρετήν. ἢ ὅτι συμβέβηκε ταύταις οὐ μόνον μέσαις εἶναι ἀλλὰ καὶ ἐναντίαις ἑκατέρων τῶν ἄκρων·2 ἐπὶ γοῦν τοῦ μεγάλου καὶ τοῦ μικροῦ, ὄντος τοῦ μὲν ἐν ὑπερβολῇ τοῦ δὲ ἐν ἐνδείᾳ, καὶ τὸ μεταξὺ αὐτῶν, τὸ ἴσον, ὑπὸ ταὐτὸ γένος· ἀλλὰ κἂν κατὰ χρῶμά τι ἢ κατὰ χυμὸν ἢ ἄλλο τι τῶν τοιούτων ληφθῇ ὑπερβάλλον τε καὶ ἐνδέον, καὶ τὸ μεταξὺ αὐτῶν ὑπὸ ταὐτὸ γένος. ἔτι κυρίως μέσον ὂν τὸ κατὰ μῖξιν τῶν ἄκρων τοιοῦτον ὂν καὶ ἀναγκαῖον ὑπὸ ταὐτὸ εἶναι γένος τοῖς ἄκροις.3 ἡ δὲ ἀρετὴ οὐχ οὕτω τῶν κακιῶν μέση. ὁμωνύμως γὰρ τὸ μέσον λέγεται· λέγεται γὰρ καὶ ἐν κύκλῳ μέσον τὸ κέντρον· ἀλλὰ καὶ ἐν ὅροις μέσος ὁ τῷ μὲν ὑποκείμενος τοῦ δὲ κατηγορούμενος ἢ ὅλως ὁ δὶς λαμβανόμενος ἐν ταῖς τῶν προτάσεων συμπλοκαῖς. ἔτι δὲ ὑπετέθη ὅταν μηδὲν ᾖ τῷ γένει ἐναντίον· τῇ δὲ κακίᾳ γένει οὔσῃ τῆς ἐνδείας καὶ τῆς ὑπερβολῆς ἐναντίον ἀρετή.
“此外,当属没有任何相反者的时候。” 他说,如果种有某种相反者,而属不再有,那么与所设定的种相反者也必须在同一个属之中。他又在此之上补充道,如果属没有任何相反者,不仅相反者必须在同一个属之下,而且它们之间的中间物——如果在它们之间有某种中间物的话——也必须如此;因为两极即相反者在什么属中,它们之间的中间物也在这个属中,如果中间物确实是通过相反者的混合而成的话。这样,白与黑在什么属之下,它们之间的中间颜色也在同一个属之下;因为对于它们所有而言,属都是颜色。同样,在甜与苦作为相反者而滋味作为属时,[滋味]对于它们之间的所有事物而言也是属。这样便可以表明‘圆’不是‘凸’的属;因为如果凸与凹作为相反者是在圆之下,而处于凸与凹之间的中间物——它要么是直线,要么是螺旋线——不再在圆之下,那么圆也不会是那些东西的属。但他针对这个论题也提出了一个异议:因为在伦理德性的情形中,过度与不足作为彼此相反者是在恶劣之下,而作为它们中间物的诸德性却在另一个属之下;因为它们是在德性之下。或者[应当回答说],这些[德性]不仅碰巧是中间物,而且碰巧也与两极中的每一方相反;无论如何在大的与小的的情形中,尽管一者处于过度而另一者处于不足,它们之间的中间物‘等’也是在同一个属之下;即使按颜色、滋味或诸如此类的其他事物取过度与不足,它们之间的中间物也在同一个属之下。再者,按本义通过两极的混合而成的中间物,既然是这样的东西,也就必然与两极在同一个属之下。但德性并非以这种方式成为恶劣的中间物。因为中间是被同名异义地言说的;因为在圆中,中心也被称为中间;但在词项中,对一者作为主词而对另一者被述说的,或者一般而言在前提的结合中被两次取用的,也被称为中项。此外,前提假设的是“当属没有任何相反者的时候”;但对于作为不足与过度的属的恶劣而言,德性是与之相反的。
- 4.40τῶν μὲν κατὰ ἀπόφασιν τῶν ἄκρων τῶν δὲ καταφάσει δηλουμένων
独立属格结构。τῶν μέν 与 τῶν δέ 指代前文的“某些中间物”(τινὰ ἐν μέσῳ),介词短语 κατὰ ἀπόφασιν 与与格名词 καταφάσει 形成语义对立,均作分词 δηλουμένων(现在中被动态属格复数)的状语修饰成分。
- 4.41ἢ ὅτι συμβέβηκε ταύταις οὐ μόνον μέσαις εἶναι ἀλλὰ καὶ ἐναντίαις ἑκατέρων τῶν ἄκρων
ἢ ὅτι 用于引出针对前文关于伦理德性的反驳的解答(“或者说,是因为……”)。与格代词 ταύταις(指代诸德性)从属于无人称动词 συμβέβηκε,并作为不定式 εἶναι 的逻辑主语,因此表语形容词 μέσαις 和 ἐναντίαις 均采用与格与其一致。ἑκατέρων τῶν ἄκρων 为属格短语,修饰 ἐναντίαις,表示与两极中每一方的相反关系(表示相对立的形容词支配属格补足语)。
- 4.41κυρίως μέσον ὂν τὸ κατὰ μῖξιν τῶν ἄκρων τοιοῦτον ὂν καὶ ἀναγκαῖον ὑπὸ ταὐτὸ εἶναι γένος τοῖς ἄκροις
该句的句法骨架为:主语是 τὸ κατὰ μῖξιν τῶν ἄκρων(“通过两极混合而成者”),其后附有分词短语 κυρίως μέσον ὄν(“按本义是中间者”)以及表原因说明的 τοιοῦτον ὄν(“既然是这样的东西”),述部则省略了系动词 ἐστί,即 ἀναγκαῖον [ἐστι] ὑπὸ ταὐτὸ εἶναι γένος τοῖς ἄκροις(“必然也与两极处于同一个属之下”)。
