- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:325.18-327.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《论题篇》卷四第3章123b8–123b12,阐述了当与种相反者自身为属或不在属中时的论题,以及种与属各自具有相反者时在有无中间物性质上必须相互对应的论题,并探讨了针对后者的反驳。
" Πάλιν εἰ ὅλως ἐν μηδενὶ γένει τὸ τῷ εἴδει ἐναντίον ἀλλ’ αὐτὸ γένος." Ἄλλον τόπον παραδίδωσιν ἀπὸ τοῦ ἐπισκέπτεσθαι εἰ τῷ ἀποδοθέντι εἴδει ἐστί τι ἐναντίον· εἰ γὰρ τὸ τῷ ἀποδοθέντι εἴδει ἐναντίον ἐν μηδενὶ γένει ἐστίν, οὐδ’ ἂν τὸ ἐναντίον αὐτῷ τὸ εἶδός τινος γένους εἰλημμένον ἐν γένει τῷ τιθεμένῳ εἴη. ὧν γὰρ ἐναντίων τὸ ἕτερον ὑπὸ μηδέν ἐστι γένος,1 τούτων ἀνάγκη καὶ τὸ ἕτερον ὑπὸ μηδὲν εἶναι γένος, ἐπεὶ τὰ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει ἐστὶν ἢ ἐν τοῖς ἐναντίοις γένεσιν ἢ αὐτὰ γένη ἐστίν, ὡς ἐν Κατηγορίαις εἴρηται. ἐπεὶ οὖν τὸ ἀγαθὸν μή ἐστιν ἐν γένει τινί, ἀλλ’ αὐτό ἐστι γένος, οὐδ’ ἂν τὸ κακὸν ἐν γένει τινὶ εἴη. ἔθος δὲ αὐτῷ καὶ τὸ ἀγαθὸν καὶ τὸ κακὸν γένη λέγειν καίτοι ὁμωνύμως λεγόμενα, ὡς ἐν Ἠθικοῖς ἔδειξεν. εἴη δ’ ἂν παραδείγματα τῶν ὡς γενῶν ἐναντίων καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν· ταῦτα γὰρ ἐναντία ὄντα [εἴ γε] οὔτε ὑπὸ ταὐτόν ἐστι γένος οὔτε ὑπὸ ἐναντία γένη· οὐδὲ γὰρ ὅλως ὑπό τι γένος ἐστί τι αὐτῶν, ἀλλ’ αὐτὰ γένη ἐστὶν ἐν τοῖς πρώτοις δέκα. ἐντεῦθεν ὁρμωμένους ἔστιν ἀντιστρέψαντας δεικνύναι2 ὅτι μὴ ἐναντίον ἡ στέρησις τῷ εἴδει· εἰ γὰρ τὸ μὲν εἶδος ἐν τῇ οὐσίᾳ, ἡ δὲ στέρησις ἐν οὐδενὶ γένει (τὸ γὰρ ἁπλῶς μὴ ὂν οὐχ οἷόν τε ἐν γένει τινὶ εἶναι), οὐδ’ ἂν ἐναντίον εἴη τῷ εἴδει, διότι μηδέν ἐστι τῇ οὐσίᾳ ἐναντίον, ὑφ’ ἣν τὸ εἶδος ἦν.
“再次,是否与种相反者完全不在任何属中,而其自身就是属。” 他从考察与所给出的种是否有相反者出发,传授了另一个论题;因为如果与所给出的种相反者不在任何属中,那么与它相反的、被当作某个属之种的事物,也不会在所设定的属之中。因为在那些相反者中,若一方不在任何属之下,其另一方也必然不在任何属之下,既然相反者要么在同一个属中,要么在相反的诸属中,要么它们自身就是诸属,正如在《范畴篇》中所说的那样。因此,既然善不在任何属中,而其自身就是属,恶也不会在任何属中。尽管善与恶是被同名异义地言说的,但他把善与恶称为诸属也是一种习惯,正如在《伦理学》中所表明的那样。作为属的相反者的例子,也可以是‘能动’与‘受动’;因为它们虽是相反者,却既不在同一个属之下,也不在相反的诸属之下;因为它们中的任何一个都根本不在任何属之下,而是在最初的十个[范畴]中它们自身就是诸属。从此出发,通过换位,人们有可能表明匮乏并不与种相反;因为如果种在实体之中,而匮乏不在任何属之中(因为单纯非存在之物不可能在任何属之中),它也就不会与种相反,因为对于该种所从属的实体而言,没有任何相反者。
"Ἔτι εἰ ἐναντίον τινὶ καὶ τὸ γένος καὶ τὸ εἶδος." Εἰ καὶ τῷ εἴδει ἐστί τι ἐναντίον καὶ τῷ ἀποδεδομένῳ αὐτοῦ γένει, δεῖν φησι ζητεῖν πάλιν εἰ ὁμοίως τά τε εἴδη ἀλλήλοις ἐναντία καὶ τὰ γένη. τὸ δὲ ὁμοίως ἐστίν, εἰ ἀμφότερα τῶν ἀμέσων ἐστὶν ἐναντίων ἢ ἀμφότερα τῶν ἐμμέσων· εἰ γὰρ τῶν μέν ἐστί τι μέσον τῶν δὲ μηδέν, οὐ δόξει τὰ ἀποδοθέντα εἴδη ὑπὸ τὰ ἀποδεδομένα εἶναι γένη. δοκεῖ γὰρ ἔνδοξον εἶναι τὸ ὁμοίως ἐπ’ ἀμφοῖν ἔχειν, ὡς ἔχει ἐπὶ δικαιοσύνης καὶ ἀδικίας καὶ ἀρετῆς καὶ κακίας· ἑκατέρα γὰρ ἡ ἐναντίωσις ἔμμεσος. εἰ γὰρ τῶν μὲν γενῶν ἔσται τι ἀνὰ μέσον τῶν δὲ ὑπὸ ταῦτα εἰδῶν μηκέτι, τίνων κατηγορηθήσεται τὸ τῶν γενῶν ἀνὰ μέσον; δεῖ γὰρ αὐτό, εἰ ἔστι, κατηγορεῖσθαί τινων· οὐ γὰρ δὴ ἄτομόν τί ἐστιν· ἀλλὰ μὴν τῶν ἐναντίων εἰδῶν οὐδενὸς κατηγορηθήσεται· τὰ γὰρ ἐναντία γένη κατ’ ἐκείνων. εἰ δὲ τῶν μὲν εἰδῶν ἔσται τι ἀνὰ μέσον, μηκέτι δὲ καὶ τῶν γενῶν, ὑπὸ τί ἔσται γένος τὸ τῶν ἐναντίων εἰδῶν ἀνὰ μέσον; οὐ γὰρ ὑπό τι τῶν ἐναντίων γενῶν· τὰ γὰρ ἐναντία εἴδη ὑπὸ ταῦτα. ἔνστασιν πρὸς τὸν τόπον ὡς πιθανὸν μόνον οὐκέτι δὲ καὶ ἀληθῆ ἐπιφέρει τὸ ὑγείας μὲν καὶ νόσου μηδὲν εἶναι μεταξύ,3 ἀγαθοῦ δὲ καὶ κακοῦ ἐναντίων ὄντων γενῶν, ὑφ’ ἃ ἥ τε ὑγεία καὶ ἡ νόσος, εἶναί τινα μεταξύ [αὐτῶν]· τὸ γὰρ οὔτε ἀγαθὸν οὔτε κακὸν μεταξὺ αὐτῶν. δεῖ δὲ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ ἀκούειν τῶν σωματικῶν ἀλλὰ μὴ τῶν ὁμωνύμως λεγομένων· καὶ γὰρ τούτων ἐστί τινα ἔμμεσα· καὶ γὰρ εὐεξία καὶ καχεξία σωματικὰ ὄντα, τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν, ἔμμεσά ἐστι (μέσον γὰρ αὐτῶν τὸ ὑγιαίνειν), καὶ αἶσχος καὶ κάλλος, καὶ ἰσχὺς καὶ ἀσθένεια. ἢ ταῦτα οὐ γένη τῶν προκειμένων, οὐδὲ κατὰ ἀπόφασιν τῶν ἄκρων τὰ μέσα ὡς τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ.
“此外,是否属和种都与某物相反。” 他说,如果种有某种相反者,为其所给出的属也有相反者,就必须再次探求诸种彼此相反是否与诸属同样。而“同样”是指两者都是无中间的相反者,还是两者都是有中间的相反者;因为如果对于一方有某种中间物,而对于另一方则没有任何中间物,那么所给出的诸种就显得不在所给出的诸属之下。因为在两者上都同样地成立似乎是公认的,正如在正义与不正义以及德性与恶劣的情形中那样;因为每一种对立都是有中间的。因为如果在诸属之间将有某种中间物,而在这些属之下的诸种之间不再有任何中间物,那么诸属的中间物将被述说到什么之上?因为如果它存在,它就必须被述说到某些事物之上;因为无论如何它不是某个不可分之物;然而它不会被述说到任何一个相反的种之上;因为相反的诸属是被述说到那些[种]之上的。但如果在诸种之间将有某种中间物,而在诸属之间不再有,那么处于相反诸种中间的事物将在什么属之下?因为它不会在任何一个相反的属之下;因为相反的诸种在这些属之下。针对作为仅仅具有说服力而不再也是真实的这一论题,他所提出的异议是:健康与疾病之间没有任何中间物,而在善与恶这两个作为健康与疾病所从属的相反诸属之间,却存在着某些中间物[在它们之间];因为既非善亦非恶之物就是它们之间的中间物。但必须将善与恶理解为身体上的善恶,而非同名异义地言说的善恶;因为在这些之中也有某些有中间之物;因为良好的身体状况与不良的身体状况是身体上的,一者是善,另一者是恶,它们是有中间的(因为处于健康是它们之间的中间物),丑与美、强壮与虚弱亦然。或者,这些并不是所提出事物的属,中间物也不是像善与恶那样由于两极的否定而构成的。
- 4.38ὧν γὰρ ἐναντίων τὸ ἕτερον ὑπὸ μηδέν ἐστι γένος, τούτων ἀνάγκη καὶ τὸ ἕτερον ὑπὸ μηδὲν εἶναι γένος
这是关系代词 ὧν 连同名词 ἐναντίων 构成前置关系从句、先导修饰主句中指示代词 τούτων 的倒置结构。其基本骨架为:τούτων τῶν ἐναντίων ὧν τὸ ἕτερον... ἀνάγκη καὶ τὸ ἕτερον... εἶναι(“在那些相反者中,若其一方……,则其另一方也必然……”)。
- 4.38ἐντεῦθεν ὁρμωμένους ἔστιν ἀντιστρέψαντας δεικνύναι
非人称动词 ἔστι(表可能)支配不定式 δεικνύναι,其逻辑主语由指代泛指行事者的宾格分词 ὁρμωμένους 和 ἀντιστρέψαντας 承担。ἀντιστρέψαντας 表示“换位”或“取对偶”。
- 4.39ἔνστασιν πρὸς τὸν τόπον ὡς πιθανὸν μόνον οὐκέτι δὲ καὶ ἀληθῆ ἐπιφέρει τὸ ὑγείας μὲν καὶ νόσου μηδὲν εἶναι μεταξύ
主动词 ἐπιφέρει(“提出/带来”)的主语为省略的第三人称单数(亚里士多德),宾语 ἔνστασιν 被前置于句首作为焦点,而由冠词 τὸ 引导的庞大不定式分句(τὸ ὑγείας μὲν καὶ νόσου μηδὲν εἶναι μεταξύ, ἀγαθοῦ δὲ καὶ κακοῦ... εἶναί τινα μεταξύ)作为同位宾格后置以说明其内容。
