- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:324.1-325.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《论题篇》第四卷第三章(123a33–123b1)的注解。亚历山大解释了隐喻性言说之物不能作为属的论题,以及基于相反者的两个论题:根据属自身是否有相反者,考察相反的种是属于同一个属还是相反的属。
" Σκοπεῖν δὲ καὶ εἰ τὸ κατὰ μεταφορὰν λεγόμενον ὡς γένος ἀποδέδωκεν." Δεῖν φησιν ἐπισκοπεῖν εἰ τὸ ἀποδοθέν τινος ὡς γένος τῶν μεταφορικῶς λεγομένων ἐστὶ κατ’ αὐτοῦ· εἰ γὰρ εἴη οὕτως λεγόμενον ἐπ’ αὐτοῦ, οὐκ ἂν εἴη γένος. ἐπεὶ γὰρ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ δὲ κατὰ μεταφορὰν λεγόμενον οὐχ οἷόν τέ τί ἐστι τὸ καθ’ οὗ κατηγορεῖται δηλῶσαι, οὐκ ἂν εἴη γένος τι κατὰ μεταφορὰν λεγόμενον. οὔτε γὰρ * * * * κατὰ τῆς ὑπωρείας οἱ πόδες ἐν τῷ τί ἐστι.1 διὸ δεικνύοιτ’ ἂν ὅτι οὔτε τῆς σωφροσύνης γένος ἡ συμφωνία (μεταφορικῶς γὰρ ἐπὶ σωφροσύνης ἡ συμφωνία· κυρίως γὰρ ἡ συμφωνία ἐν φθόγγοις) οὔτε ἀγροικίας σκληρότης, ὡς τινες ὁριζόμενοι αὐτὴν λέγουσι σκληρότητα ἤθους· ἡ γὰρ σκληρότης κυρίως ἐπὶ σωμάτων· πάθος γὰρ σώματος. ἁμαρτάνουσι δὲ οἱ τὴν σωφροσύνην συμφωνίαν λέγοντες, καὶ ὅτι μὴ ἐκ τῆς αὐτῆς διαιρέσεώς τε καὶ κατηγορίας τὸ εἶδος καὶ τὸ γένος λαμβάνουσιν· ἡ μὲν γὰρ σωφροσύνη ποιότης· ἕξις γάρ· ἡ δὲ συμφωνία πρός τι· τινῶν γάρ.
“还应考察他是否将按隐喻而言说之物作为属给出了。” 他说,应当考察作为某物的属而被给出的事物是否是依附于它而被隐喻性地言说的诸物之一;因为如果是这样依附于它而被言说的,它就不会是属。因为,既然属是在‘是什么’之中被述说的,而按隐喻而言说之物不可能阐明其所述说之物是什么,那么任何按隐喻而言说之物都不会是属。因为[……]脚并不在山脚之‘是什么’之中[被述说]。因此可以表明,和谐不是节制的属(因为和谐用于节制是隐喻性的;和谐本义上存在于乐音之中),坚硬也不是粗鄙的[属],正如某些人定义它时称之为品格的坚硬;因为坚硬本义上存在于物体之中,是物体的一种承受。而那些把节制称为和谐的人之所以犯错,还在于他们没有从同一个区分和范畴中选取种与属;因为节制是一种性质,既然它是一种状态;而和谐则属于关系,既然它是关于某些事物的。
"Ἔτι ἐὰν ᾖ ἐναντίον τινὶ τὸ εἶδος, σκοπεῖν. ἔστι δὲ πλεοναχῶς ἡ σκέψις." Δεῖν φησι σκοπεῖν εἰ τὸ ὡς εἶδος κείμενον ἐναντίον τινί ἐστιν· εἰ γὰρ εἴη τινὶ ἐναντίον τὸ τιθέμενον ὡς εἶδός τινος, πλείους ἔστιν ἀφορμὰς τόπων λαβεῖν. εἷς μὲν γὰρ τόπος ἀπὸ τῶν ἐναντίων ἀνασκευαστικός, εἰ μὴ εἴη τὸ ἐναντίον τῷ ἐν τῷ γένει τιθεμένῳ καὶ αὐτὸ ὑπὸ τὸ αὐτὸ γένος, μὴ ὄντος τῷ ὡς γένει τιθεμένῳ ἐναντίου τινός.2 ἀνάγκη γάρ, ἂν τὸ ἕτερον τῶν ἐναντίων ὑπό τι γένος ᾖ ᾧ μηδέν ἐστιν ἐναντίον, καὶ τὸ ἕτερον τῶν ἐναντίων ὑπὸ ταὐτὸ εἶναι γένος· τὰ γὰρ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει ἢ ἐν τοῖς ἐναντίοις γένεσιν ἢ αὐτὰ γένη. γένος μὲν οὖν οὐκ ἂν εἴη τὸ κείμενον ἐν γένει· ἀλλ’ οὐδὲ ἐν ἐναντίῳ γένει, εἰ μὴ γένος εἴη τῷ ἀποδοθέντι γένει ἐναντίον· λείπεται ἄρα καὶ τὸ ἐναντίον τῷ τεθέντι ὡς εἴδει ἐν τῷ αὐτῷ εἶναι γένει. ἂν οὖν ἐκεῖνο μὴ ᾖ, οὐδ’ ἂν τοῦτο εἴη· ἐν ᾧ γὰρ τὸ λευκόν, ἐν τούτῳ καὶ τὸ μέλαν· ἐν γὰρ χρώματι ἀμφότερα, ἐπεὶ τῷ χρώματι μηδέν ἐστιν ἐναντίον. ὁμοίως, ἐπεὶ τὸ περιττὸν ἐν ἀριθμῷ, ἐναντίον 〈ὂν〉καὶ τὸ ἄρτιον ἐν ἀριθμῷ. διὰ τούτου δεικνύοι τις ἂν μὴ οὖσαν τὴν φιλίαν ὑπὸ γένος τὴν ὁμοήθειαν, ὅτι ἡ ἔχθρα ἐναντίον οὖσα αὐτῇ οὔτε ὑπὸ τὴν ὁμοήθειάν ἐστιν οὔτε ὑπὸ τὴν ἐναντίαν τῇ ὁμοηθείᾳ. δεύτερος τόπος· ἂν ᾖ τι καὶ τῷ γένει τῷ λαμβανομένῳ ἐναντίον, σκοπεῖν χρὴ εἰ τὸ ἐναντίον τῷ λαμβανομένῳ ὡς εἴδει ὑπὸ τὸ ἐναντίον τῷ ὡς γένει λαμβανομένῳ ἐστί. δεῖ γὰρ τὰ ἐναντία ὑπὸ ταὐτὸν μὲν εἶναι γένος, εἰ μηδὲν τῷ γένει εἴη ἐναντίον, ὑπὸ τὰ ἐναντία δέ, ἐὰν ᾖ καὶ τῷ γένει τι ἐναντίον· οὐ γὰρ ἔτι οἷόν τε ἐναντίωσιν ἐχόντων τῶν γενῶν τὰ ἐναντία ἀλλήλοις ὑπὸ ταὐτὸν εἶναι γένος.3 οὕτως ἡ δικαιοσύνη ἐν ἀρετῇ ἐστιν ὡς ἐν γένει, ἐπεὶ καὶ ἡ ἀδικία οὖσα ἐναντία αὐτῇ ἐν κακίᾳ ἐστίν, ἥ ἐστιν ἐναντία τῇ ἀρετῇ. οὕτως δεικνύοις ἂν ὅτι ἡ ἀδικία οὐκ ἔστιν εὐβουλία, ὡς ᾤετο Θρασύμαχος, ὅτι τὸ ἐναντίον τῆς ἀδικίας, τοῦτο δέ ἐστιν ἡ δικαιοσύνη, οὔτε ὑπὸ τὴν εὐβουλίαν οὔτε ὑπὸ τὸ ἐναντίον τῇ εὐβουλίᾳ, τὴν κακοβουλίαν. ἀλλὰ καὶ ὅτι ἡ ἀκρασία οὐκ ἔστι κακία, δεικνύοιτ’ ἄν, ὅτι τὸ ἐναντίον αὐτῇ, ἡ ἐγκράτεια, μήτε ὑπὸ τὴν κακίαν ἐστὶ μήτε ὑπὸ τὸ ἐναντίον τῇ κακίᾳ, τὴν ἀρετήν· οὐ γὰρ ἀρετὴ ἡ ἐγκράτεια διὰ τὰς μοχθηρὰς ἐπιθυμίας. ἀλλ’ οὐδὲ ἡ ἀρετὴ ἐπιστήμη, ὅτι μηδὲ ἡ κακία ἄγνοια.
“此外,如果种与某物相反,则应考察。考察有多种方式。” 他说,应当考察被设定为种的事物是否与某物相反;因为如果被设定为某物的种之物与某物相反,就有可能获得论题的多种入手点。因为从相反者出发的一个反驳性论题是:在被设定为属之物没有相反者的情况下,如果与被置于属之中的事物相反之物自身不在同一个属之下[,则可驳倒]。因为,如果相反者之一在某个其本身没有相反者的属之下,那么相反者之另一方也必然在同一个属之下;因为相反者要么在同一个属之中,要么在相反的诸属之中,要么它们自身就是诸属。因此,被置于属之中的事物不会是属;如果对于所给出的属没有相反的属,它也不会在相反的属之中;由此剩下的就是,与被设定为种之物相反的事物也在同一个属之中。因此,如果那个[不在其中],这个也不会在;因为白在何处,黑也在该处;因为两者都在颜色之中,既然颜色没有任何相反者。同样地,既然奇数在数之中,相反的偶数也在数之中。通过这一点,人可以表明友谊并不在品格一致这一属之下,因为与它相反的仇恨既不在品格一致之下,也不在品格一致的相反者之下。第二个论题:如果所选取的属也有某种相反者,就必须考察与被选取为种之物相反者是否在与被选取为属之物相反者之下。因为,如果属没有任何相反者,相反者就应当在同一个属之下;但如果属也有某种相反者,它们就应当在相反的[属]之下;因为当诸属具有对立时,彼此相反的事物在同一个属之下就不再可能了。这样,正义在德性之中就像在属之中一样,既然与它相反的不义也在恶劣之中,而恶劣是与德性相反的。这样你就可以表明,不正义并不是如色拉叙马霍斯所认为的那样是通达,因为不正义的相反者即正义,既不在通达之下,也不在通达的相反者即愚钝之下。此外还可以表明,不自制不是恶劣,因为与它相反的自制既不在恶劣之下,也不在恶劣的相反者即德性之下;因为自制由于那些卑劣的欲望而不是德性。但德性也不是知识,因为恶劣也不是无知。
- 4.36οὔτε γὰρ * * * * κατὰ τῆς ὑπωρείας οἱ πόδες ἐν τῷ τί ἐστι
标有星号( )的脱文处应当缺失了一个承接前文 κατηγορεῖται 的谓词动词(如 κατηγοροῦνται 等)。整句构成了一个关于隐喻的具体例证(将“脚”用于“山脚”ὑπώρεια),即“脚在‘是什么’之中[并不述说]于山脚”。
- 4.37μὴ ὄντος τῷ ὡς γένει τιθεμένῳ ἐναντίου τινός
属格绝对结构,作为前行条件从句 εἰ μὴ εἴη... 的附加限定条件(“在被设定为属之物没有任何相反者的情况下”),并与后文关于“属也有相反者的情况”(δεύτερος τόπος)构成对比的基准。
- 4.37οὐ γὰρ ἔτι οἷόν τε ἐναντίωσιν ἐχόντων τῶν γενῶν τὰ ἐναντία ἀλλήλοις ὑπὸ ταὐτὸν εἶναι γένος
ἐναντίωσιν ἐχόντων τῶν γενῶν 是表示原因的属格绝对结构。副词 ἔτι 与否定词 οὐ 呼应,引出逻辑上的排他关系(“既然诸属具有对立,就再也不可能……”)。不定词从句的主语是 τὰ ἐναντία ἀλλήλοις,述部为 ὑπὸ ταὐτὸν ... γένος。
