← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§322.10-323.28

依据属性不相容、同名异义及单一分种的反驳

亚历山大注解了亚里士多德《论题篇》卷四第2章(123a23–30)中关于属的三条反驳性论题:当种分有属不可能具有的属性时、当属与种同名异义时,以及当属不具有多个种时。他结合具体例证,阐明了固有属性与属的包容性的差异、判定同名异义的标准,以及基于属的定义的论证结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.33

" Ἔτι εἴ τινος κοινωνεῖ τὸ εἶδος, ὃ ἀδύνατον ὅλως ὑπάρχειν τοῖς ὑπὸ τὸ γένος." Εἰ οὗ μετέχει, φησί, τὸ εἶδος, ἀδύνατον ὑπάρχειν τοῦτο τῶν ὑπὸ τὸ ἀποδοθὲν γένος τινί, οὐδ’ ἂν γένος εἴη αὐτοῦ· πάντων γὰρ περιεκτικὸν τὸ γένος τῶν ἐν τοῖς εἴδεσιν ὄντων. οὕτως οὐκ ἂν τῆς ψυχῆς γένος ὁ ἀριθμὸς εἴη, ὅτι ἡ μὲν ψυχὴ ζωῆς κοινωνεῖ, οὐδεὶς δὲ ἀριθμὸς ζωῆς ἐπιδεκτικός. ἀλλ’ οὐδὲ τῆς ἀρετῆς ἡ ἐπιστήμη, εἴ γε ἡ μὲν ἀρετὴ πράξεως μετέχει (αἱ γὰρ ἀρεταὶ πρακτικαί), ἐπιστήμη δὲ οὐδεμία. ἀλλ’ οὐδὲ ἡ ἐγκράτεια ἀρετὴ διὰ τὸ τὴν ἐγκράτειαν μετέχειν φαύλων ἐπιθυμιῶν, ἀρετὴν δὲ μηδεμίαν. οὐχ ἡγητέον δὲ διαβολὴν εἶναι τοῦ τόπου τὸ λαβόντα τὸ ἴδιόν τινος τῶν ὑπὸ τὸ γένος δεικνύναι τοῦτο ὅτι μηδενὶ ἄλλῳ τῶν ὑπὸ τὸ γένος ὑπάρχει·1 τὸ γὰρ γελαστικὸν οὐδενὶ ἄλλῳ τῶν ὑπὸ τὸ ζῷον, ἀλλ’ οὐ διὰ τοῦτο ἄνθρωπος οὐκ ἔστιν ὑπὸ τὸ ζῷον. ὁ γὰρ τόπος ἀξιοῖ καθόλου ἐπιβλέπειν εἰ μὴ φύσει ἔχει τῶν ἐν τῷ ἀποδοθέντι γένει τι ὄντων κοινωνεῖν τοιούτου τινός, ὃ μὴ οἷόν τε εἶναι ἐν τοῖς ὑπὸ τὸ γένος τῷ ἀλλότριον εἶναι τοῦ γένους πᾶν τὸ τοιοῦτον· τὸ γὰρ τοῖς ὑπὸ τὸ γένος ἴσον ἐστὶ τῷ ‘παντὶ τῷ γένει καὶ πᾶσι τοῖς ὑπὸ τὸ γένος’.

“此外,如果种分有某种完全不可能属于属下诸事物的事物。” 他说,如果种所分有的事物不可能属于所给出的属下诸事物中的任何一个,那么给出的属就不会是它的属;因为属包容诸种之中的一切事物。这样,数不会是灵魂的属,因为灵魂分有生命,而没有任何数能接受生命。知识也不是德性的[属],如果德性至少分有行动(因为诸德性是实践性的),而没有任何知识[分有行动]。自制也不是德性,因为自制分有卑劣的欲望,而没有任何德性[分有卑劣的欲望]。不可认为,选取属下某个事物的固有属性并表明它不属于属下任何其他事物,是对该论题的攻击;因为能笑的性质不属于动物下的任何其他事物,但人并不由于此就不在动物之下。因为该论题要求从普遍的角度考察:所给出的属中的任何事物是否本性上不分有某种不可能存在于属下诸事物之中的事物(这是由于一切这类事物对于属而言都是不相干的);因为“对于属下诸事物”等同于“对于整个属以及对于属下的一切事物”。

§4.34

"Σκεπτέον δὲ καὶ εἰ ὁμώνυμον τὸ εἶδος τῷ γένει.2" Κεῖται ὅτι τὰ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται καὶ ἐπιδέχεται τὰ εἴδη τὸν τῶν γενῶν λόγον. ἂν οὖν τὸ ἀποδοθέν τινος ὡς γένος ὁμώνυμον ᾖ καὶ μὴ ἔχῃ τινὰ λόγον, ὃς κατηγορηθήσεται κατὰ τοῦ ὡς ἐν εἴδει αὐτῷ τεθέντος, ἀλλὰ μόνον ὀνόματος αὐτῷ κοινωνῇ, οὐ γένος ἔσται τὸ ἀποδεδομένον. στοιχείοις δὲ χρησόμεθα πρὸς τὴν γνῶσιν τοῦ ὁμώνυμα αὐτὰ εἶναι τοῖς εἰρημένοις, φησί, πρὸς τὴν ὁμωνυμίαν, ἤτοι λέγων τοῖς ἐν τῷ ὁρισμῷ τοῦ ὁμωνύμου λεγομένοις, ἢ μᾶλλον τοῖς ἐν τῷ πρώτῳ παραδεδομένοις τόποις πρὸς τὴν τῶν ὁμωνύμων εὕρεσίν τε καὶ γνῶσιν. τὸν γὰρ λέγοντα τῆς λευκῆς φωνῆς τὸ λευκὸν εἶναι γένος ἐλέγξει τις δείξας τὸ λευκὸν ὁμωνύμως λεγόμενον καὶ μὴ ἔχον ἕνα λόγον· ἄλλο γὰρ τὸ ἐν χρώματι τοῦ ἐν φωνῇ. λήψεται δὲ καὶ εὑρήσει αὐτὸ ὁμώνυμον ἀπό τε τοῦ ἐναντίου, ἐπεὶ καὶ τὸ ἐναντίον αὐτῷ, τὸ μέλαν, ὁμώνυμον, ἀλλὰ καὶ ἀπὸ τοῦ δεῖξαι ὅτι τοῦ μὲν λευκοῦ καὶ μέλανος τῶν ἐν χρώμασίν ἐστί τινα μεταξύ, τῶν δὲ ἐν φωνῇ οὔ. ὁμοίως δὲ ἂν δεικνύοι καὶ ἀπὸ τῶν ἄλλων τόπων, οὓς παρέδωκε πρὸς τὴν εὕρεσιν τῶν ὁμωνύμων, εἰ ὁμώνυμον τὸ εἶδος τῷ ὡς γένει ἀποδοθέντι, ὃ ἴσον ἐστὶ τῷ ‘σκεπτέον εἰ ὁμωνύμως αὐτοῦ κατηγορεῖται καὶ μὴ συνωνύμως’. ὅτι γὰρ τὸ εἰ ὁμώνυμον τὸ εἶδος τῷ γένει εἴρηκεν ἀντὶ τοῦ ‘εἰ ὁμωνύμως αὐτοῦ κατηγορεῖται’, δῆλον ἐξ οὗ ἐπήνεγκεν εἰπὼν συνώνυμον γὰρ τὸ γένος καὶ τὸ εἶδος. οὕτως δεικνύοιτ’ ἂν ὅτι τοῦ ἐν μελῳδίᾳ χρώματος καλουμένου οὐκ ἔστι γένος τὸ χρῶμα· ὁμώνυμον γὰρ αὐτῷ. πῶς οὖν οὐκ, ἐρεῖ τις, τὸ μέλαν χρῶμα τοῦ μέλανος, ᾧ γράφομεν, γένος; ἢ κατ’ ἄλλο αὐτοῦ γένος, οὐ καθ’ ὃ ὁμώνυμον· οὐ γὰρ συνώνυμον, ἀλλὰ συνωνύμως τὸ γένος κατηγορεῖται.

“还应考察种是否与属同名异义。” 已知的是,诸属同名同义地在诸种之上被述说,并且诸种接受诸属的定义。因此,如果作为某物的属而被给出的事物是同名异义的,并且不具有一个将被述说于被置于其下作为种之物之上的定义,而仅仅与它共享一个名称,那么被给出的事物就不会是属。他说,我们将把关于同名异义所陈述的那些内容用作认识它们是同名异义的基本要素,这要么是指同名异义者的定义中所说的内容,要么更是指第一卷中所传授的用以发现和认识同名异义者的那些论题。因为有人若主张白是白的声音的属,只要表明白是以同名异义的方式被言说的且不具有单一的定义,就能将他驳倒;因为颜色中的白与声音中的白是不同的。人也可以从相反者出发抓住并发现它是同名异义的,既然与它相反的黑也是同名异义的;而且还可以通过表明在颜色中的白与黑之间存在着某些中间物,而在声音中的白与黑之间则没有[来发现这一点]。同样地,人也可以从他为了发现同名异义者而传授的其他论题出发,表明种是否与作为属被给出的事物同名异义,这等同于“应考察它是否同名异义地而非同名同义地在它之上被述说”。因为,他用“如果种与属同名异义”来代替“如果它是同名异义地在它之上被述说”,这从他随后补充所说的“因为属与种是同名同义的”中是显而易见的。这样就可以表明,颜色并不是在曲调中被称为颜色的那个事物的属;因为两者是同名异义的。“那么,”有人会说,“黑色怎么会不是我们用来书写的黑[墨]的属呢?”或者说,它在另一方面是它的属,而不是在它是同名异义的方面;因为属本身不是同名同义的,而是同名同义地被述说的。

§4.35

"Ἐπεὶ δὲ παντὸς γένους εἴδη πλείω." Κεῖται ἡμῖν γένος εἶναι “τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον”. ἀνάγκη οὖν, εἴ τι γένος ἐστί, πλείω αὐτὸ εἴδη ἔχειν. εἰ οὖν τοῦ ἀποδοθέντος ὡς γένους μὴ ἐνδέχεται ἄλλο τι εἶδος εἶναι, δῆλον ὅτι μὴ γένος τὸ ἀποδοθέν. οὕτω δειχθήσεται τῆς γραμμῆς μὴ ὂν τὸ μῆκος γένος. ὡς οἱ λέγοντες αὐτὴν μῆκος ἀπλατές·3 οὐδὲν γὰρ ἄλλο μῆκος παρὰ τὴν γραμμήν· ἡ γὰρ ἐπιφάνεια μῆκος μὲν ἔχει, οὐκ ἔστι δὲ μῆκος ἀλλ’ ἐκ μήκους καὶ πλάτους.

“既然每一个属的种都是较多数的。” 对我们来说已被确立的是:属是“在‘是什么’之中在种上相异的较多数事物之上被述说者”。因此,如果某物是属,它必然具有较多数的种。因此,如果作为属而被给出的事物不可能有任何其他种,显而易见被给出的事物就不是属。这样将表明,长度不是线的属,并不像那些声称线是无宽度的长度的人所认为的那样;因为除了线之外没有任何其他长度;因为面虽然具有长度,却不是长度,而是由长度和宽度构成的。

语法注3 条
  1. 4.33οὐχ ἡγητέον δὲ διαβολὴν εἶναι τοῦ τόπου τὸ λαβόντα τὸ ἴδιόν τινος τῶν ὑπὸ τὸ γένος δεικνύναι τοῦτο ὅτι μηδενὶ ἄλλῳ τῶν ὑπὸ τὸ γένος ὑπάρχει

    带冠词的不定式短语 τὸ ... δεικνύναι 构成动形容词 ἡγητέον 的主语,διαβολὴν εἶναι 作其宾格补足成分。宾格分词 λαβόντα 作为不定式 δεικνύναι 的逻辑主语(指泛指的人)。τοῦτο 为前置预示(prolepsis),指向其后的 ὅτι 从句。

  2. 4.34εἰ ὁμώνυμον τὸ εἶδος τῷ γένει

    注疏者对亚里士多德原文表达的句法转述。字面上为“如果种与属同名异义”,但鉴于属被述说于种的关系,正如注疏者所指出的,该句被解释为 εἰ ὁμωνύμως αὐτοῦ κατηγορεῖται(“如果它同名异义地在它之上被述说”)这一述谓方式的紧缩表达。

  3. 4.35ὡς οἱ λέγοντες αὐτὴν μῆκος ἀπλατές

    承接前文否定句(“长度不是线的属”)的省略结构。需补足动词,如 ὡς [οἴονται] οἱ λέγοντες(“正如那些称……的人[所认为的那样]”)。其中 αὐτήν 指代线,μῆκος ἀπλατές 为双重宾格结构中的宾语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:322.10-323.28