← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§320.19-322.9

基于属的共消灭与不可分离性的反驳论题

亚历山大就亚里士多德《论题篇》第四卷123a14–20进行注解,阐明了三个反驳性论题:种不能共消灭属;属与种差是本质性的且不可分离;归属于属之下的种不能接纳与该属相反的性质,并结合自然学和逻辑学的具体例证展开了分析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.30

" Ἔτι εἰ πρότερον φύσει τὸ εἶδος καὶ συναναιρεῖ τὸ γένος." Σαφὴς δὲ καὶ οὗτος ὁ τόπος. γνώριμον γὰρ ὅτι τὰ γένη τῶν εἰδῶν πρότερα τῇ φύσει· συναναιρεῖ μὲν γὰρ * * * * * αὐτὸ μὴ συναναιρούμενον δὲ οὐκ ἂν αὐτοῦ εἶδος εἴη.1 οὕτως οὔτε τῆς μίξεως ἡ κρᾶσις γένος, οὔτε τῆς κατὰ τόπον μεταβολῆς ἡ φορά, οὔτε τῆς συνάψεως ἡ συνέχεια, οὔτε τῆς πληγῆς ὁ ψόφος. ἀναιρουμένης μὲν γὰρ τῆς κατὰ τόπον μεταβολῆς ἀναιρεῖται καὶ ἡ φορά· τῇ δὲ φορᾷ οὐ συναναιρεῖται ἡ κατὰ τόπον μεταβολή· ἡ γὰρ βάδισις κατὰ τόπον οὖσα μεταβολὴ οὐκ ἔστι φορά, ὡς εἶπεν. ἔστι δὲ δυνάμει ὁ αὐτὸς οὗτος τόπος τῷ ‘εἰ τὸ γένος τις εἰς τὸ εἶδος θείη’· διαφέρει δὲ τῷ τρόπῳ τῆς ἀνασκευῆς. ἔστι δὲ μόνον ἀνασκευαστικὸς ὁ τόπος, οὐκέτι δὲ καὶ κατασκευαστικός· οὐ γάρ, εἴ τί τινος πρότερον τῇ φύσει, ἤδη καὶ γένος αὐτοῦ· ἡ γοῦν οὐσία προτέρα τῶν ἄλλων γενῶν τῇ φύσει καὶ οὐκ ἔστι γένος αὐτῶν, καὶ ἡ μονὰς παντὸς ἀριθμοῦ πρώτη οὖσα οὐκέτι ἐστὶν αὐτοῦ γένος, καὶ ἡ θρεπτικὴ ψυχὴ τῶν ἄλλων πρώτη μέν, οὐ μὴν καὶ γένος.

“此外,如果种在本性上在先并共消灭属。” 这个论题也是清楚的。因为众所周知,属在本性上先于种;因为[属]共消灭,[……]〔共消灭〕它[属]却不被共消灭的事物不会是它的种。这样,融和不是混合的属,位移不是空间变化的属,连续不是接触的属,声音也不是打击的属。因为当空间变化被消灭时,位移也被消灭;但空间变化并不随位移而共消灭;正如他所说,步行虽然是空间变化,却不是位移。这个论题在实质上与“如果有人把属置于种中”是同一个,但在反驳的方式上有所不同。并且这个论题仅是反驳性的,不再是建设性的;因为并不是只要某物在本性上先于某物,就已经是它的属了;至少实体在本性上先于其他各个属,却不是它们的属;单子在每一个数之前居先,却不再是它的属;滋养性灵魂在其他灵魂之前居先,却绝不是它们的属。

§4.31

"Ἔτι εἰ ἐνδέχεται ἀπολιπεῖν τὸ εἰρημένον γένος ἢ τὴν διαφοράν." Ἐπεὶ καὶ τὸ γένος καὶ ἡ διαφορὰ ἡ οἰκεία ἑκάστου ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ (διὰ τοῦτο γὰρ καὶ ὁ ὁρισμὸς ἐκ τούτων), τὰ δὲ ἐν τῇ οὐσίᾳ ἑκάστου ἀχώριστα, 〈δεῖν〉 φησιν, εἰ γένος τι ἀποδοθείη ἢ διαφορά, ζητεῖν εἰ ἐνδέχεται αὐτοῦ χωρισθῆναι καὶ χωρὶς αὐτοῦ εἶναι τοῦτο οὗ ἀπεδόθη τὸ γένος ἢ ἡ διαφορά. οὕτως, εἰ τῆς ψυχῆς τὸ κινεῖσθαι χωριστόν, οὐκ ἂν αὐτῆς οὔτε γένος εἴη οὔτε διαφορά, ὡς οἴονται οἱ λέγοντες αὐτὴν οὐσίαν αὐτοκίνητον· ἐνδέχεται γὰρ αὐτὴν καὶ χωρὶς τοῦ κινεῖσθαι εἶναι, ἐπεὶ κατὰ συμβεβηκὸς κινεῖται· τοῦ γὰρ σώματος μεταβαίνοντος, ἐν ᾧ ἐστιν· ὅταν 〈δ’〉 ἠρεμῇ τὸ σῶμα, δῆλον ὅτι οὐδ’ ἂν ἡ ψυχὴ κινοῖτο. πάλιν, εἰ ἔστι τις δόξα μήτε ἀληθὴς μήτε ψευδής, οὐκ ἂν εἴη διαφορὰ δόξης τὸ ἀληθὲς ἢ ψεῦδος· δοκεῖ δὲ ἡ τῶν μελλόντων δόξα τοιαύτη εἶναι τῷ μηδέτερον αὐτῶν ἀφωρισμένως ἔχειν. ἀλλ’ οὐδὲ σώματός ἐστι διαφορὰ τὸ κοῦφον ἢ βαρύ, ἐπεὶ ἐνδέχεται σῶμα εἶναι καὶ μηδέτερον τούτων ἔχον. ἢ τὰ ὕστερα παραδείγματα οὐ τοῦ ἀπολείπειν ἐστὶν ἀλλὰ τοῦ μὴ ἐπὶ πάντων κατηγορεῖσθαι.

“此外,如果所说的属或种差有可能离开[主体]。” 既然属和各个事物固有的种差都在它的实体之中(因为正由于此,定义才由这些构成),而在各个事物的实体之中的事物是不可分离的,他说,如果给出了某个属或种差,就必须考察它是否可能与它分离,以及被给出属或种差的这个事物是否可能离开它而存在。这样,如果被运动对于灵魂来说是可分离的,被运动就不会是它的属,也不会是它的种差,正如那些声称灵魂是自我运动的实体的人所认为的那样;因为灵魂甚至离开被运动而存在也是可能的,既然它是依附性地被运动的。因为是借由灵魂所在的身体迁移[而运动的];当身体静止时,显而易见灵魂也不会被运动。再次,如果存在某种既非真又非假的意见,真或假就不会是意见的种差;而关于未来事物的意见似乎就是这样的,因为它不以确定的方式具有这两者中的任何一个。轻或重也不是物体的种差,因为存在着是物体却不具有这两者中任何一个的可能。或者说,后面的例子不是关于离开的,而是关于不在所有事例之上被述说的。

§4.32

"Σκοπεῖν δὲ καὶ τὸ ἐν τῷ γένει κείμενον εἰ μετέχει τινὸς ἐναντίου τῷ γένει." Ἐπεὶ ἀδύνατόν ἐστιν ἅμα τι τοὺς τοῦ ἐναντίου ἐπιδέχεσθαι2 λόγους, ἔστι δὲ καὶ τὸ γένος ἀχώριστον ἐκείνου οὗ ἐστι γένος, δεῖν φησιν, ὅταν ἀποδοθῇ τι ὡς γένος τινός, ἐπισκοπεῖν εἰ τὸ ὑποκείμενον ὡς εἶδος καὶ τοῦ ἐναντίου τῷ ἀποδοθέντι γένει ἐστὶν ἐπιδεκτικόν. εἰ γὰρ τοῦτο, οὐκ ἂν εἴη τὸ ἀποδοθὲν γένος αὐτοῦ· ἅμα γὰρ ἂν τὰ ἐναντία ἐπιδέχοιτο οὕτως τῷ, εἰ τὸ ἐναντίον τῷ κειμένῳ αὐτοῦ γένει ἐπιδέχεται ποτε, καὶ τὸ γένος αὐτοῦ ἐπιδέχεσθαι, ἐπεὶ ἀχώριστον τὸ γένος τοῦ εἴδους. οὕτω δειχθήσεται τὸ ἀναγκαῖον μὴ ὂν ἐν γένει τῷ δυνατῷ, ἐπεὶ τὸ ἀναγκαῖον ἐπιδεκτικόν ἐστι καὶ τοῦ ἀδυνάτου, ὃ ἐναντίον ἐστὶ τῷ δυνατῷ· τὸ γὰρ ἀναγκαῖον μὴ εἶναι ἀδύνατον εἶναι. ἀλλ’ οὐδὲ ἡ γένεσις ἐν συγκρίσει, ἐπεὶ γίνεται τις καὶ ἐκ διακρίσεως, 〈ὡς〉 ἡ ἐκ τῶν παχυτέρων σωμάτων εἰς τὰ λεπτότερα μεταβολή. ἀλλ’ οὐδὲ ὁ ἔρως ἐν τῷ φιλεῖν, ἐπεὶ καὶ μισοῦσί ποτε οἱ ἐρῶντες.

“还应考察被置于属中的事物是否分有与该属相反的某种事物。” 既然某物不可能同时接受相反者的定义,而且属也与其作为属的那个事物不可分离,他说,每当某物被作为某物的属给出时,就必须考察作为种的主词是否也能接受与给出的属相反的事物。因为如果是这样,给出的属就不会是它的属;因为这样它就会同时接受相反者,其原因在于:如果它在某个时候接受与其被设定的属相反的事物,既然属与种不可分离,它就会同时也接受它的属。这样将表明,必然之物不在可能之物这一属中,因为必然之物也能接受不可能之物,而不可能之物是与可能之物相反的;因为必然不存在即是不可能存在。生成也不在聚集之中,因为有些[生成]也是由分离产生的,如同从较粗大的物体向较精微的物体的变化。恋爱也不在喜爱之中,因为恋爱者有时也会怨恨。

语法注2 条
  1. 4.30συναναιρεῖ μὲν γὰρ * * * * * αὐτὸ μὴ συναναιρούμενον δὲ οὐκ ἂν αὐτοῦ εἶδος εἴη

    该结构包含抄本中的一处脱文(lacuna)。对仗的基本骨架表达了这样的逻辑关系:“因为属共消灭[种],而[共消灭]它[属]却不被共消灭的事物不会是它[属]的种”。其中 μὴ συναναιρούμενον 为被动分词,αὐτό 是指属的宾格(脱文中缺失的主动分词的宾语),αὐτοῦ 则是依附于 εἶδος 并指属的属格。

  2. 4.32ἅμα γὰρ ἂν τὰ ἐναντία ἐπιδέχοιτο οὕτως τῷ, εἰ τὸ ἐναντίον τῷ κειμένῳ αὐτοῦ γένει ἐπιδέχεται ποτε, καὶ τὸ γένος αὐτοῦ ἐπιδέχεσθαι

    对于主句 ἅμα γὰρ ἂν τὰ ἐναντία ἐπιδέχοιτο(因为这样它就会同时接受相反者),与格定冠词 τῷ 引导了一个表示原因的名词化不定词短语(τῷ... ἐπιδέχεσθαι),并在其中嵌套了条件从句 εἰ τὸ ἐναντίον... ἐπιδέχεται。整个结构起状语作用,意为“借由‘如果它接受相反者……它也接受其属’这一事实”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:320.19-322.9