← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§318.25-320.18

属与种差倒置的荒谬及种差的述说

亚历山大阐明了属与种差倒置所导致的荒谬后果,并详细解说了若属的任何种差均未在给出的种之上被述说则该属的设定即被驳斥的论题(123a11)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.28

" Οὕτω δὲ ἀποδοθέντος οὐδέτερον τῶν εἰρημένων δυνατὸν συμβαίνειν." Οὕτως, εἴ τις τοῦ γένους τὴν διαφορὰν γένος ἀποδοίη, ὡς ὁ τὸ χρῶμα συγκριτικὸν ὄψεως λέγων· ἐπ’ ἔλαττόν τε γὰρ ῥηθήσεται τὸ γένος τῆς διαφορᾶς, καὶ ἔτι ἐπιδέξεται τὸν λόγον αὐτῆς. ἀλλὰ καὶ ὁ τὸ γένος ὡς διαφορὰν ἀποδιδούς, ὡς νῦν λέγεται, ἐπ’ ἔλαττον ποιεῖ τὸ γένος τῆς διαφορᾶς. εἰ γὰρ γένος μὲν νῦν ἡ κρᾶσις, διαφορὰ δὲ ἡ μῖξις αὐτῆς εἴληπται, ἐπεὶ ἡ κρᾶσις ἐπ’ ἔλαττόν ἐστι τῆς μίξεως, ἔσται τὸ γένος ἐπ’ ἔλαττον τῆς διαφορᾶς· ἔτι ἐπεὶ ἡ μῖξις ἐν τῷ τί ἐστι τῆς κράσεως κατηγορεῖται, μεθέξει τὸ γένος τῆς διαφορᾶς. τοιοῦτόν ἐστι τὸ εἰρημένον νῦν, οὐ τῷ τὴν διαφορὰν μὴ μετέχειν τοῦ γένους, ὃ πρότερον ἐρρήθη, ἀλλὰ τῷ τὸ γένος τῆς διαφορᾶς·1 τοῦτο γάρ ἐστι σημαινόμενον ὑπὸ τοῦ καὶ μὴ μετέχειν τῆς διαφορᾶς, ὃ ἴσον ἂν εἴη τῷ ‘καὶ μὴ ἐν τῷ τί ἐστι τὴν διαφορὰν κατηγορεῖσθαι τοῦ γένους’. καὶ οἱ ἄλλοι δὲ οἱ προειρημένοι τόποι περὶ τῶν διαφορῶν τε καὶ τῶν εἰδῶν καὶ τῶν γενῶν τῶν οὐ δεόντως ἐπαλλασσομένων τούτων τισὶ προσχρώμενοι δεικνύουσιν· ἢ γὰρ τῷ τὸ ἐπ’ ἔλαττον λεγόμενον ἐπὶ πλέον λαμβάνεσθαι ἢ τῷ τὸ μὴ μετέχον τινὸς ὡς μετέχον τίθεσθαι. ὥστε ἐπικοινωνοῦσιν ἀλλήλοις κατὰ τὰ αὐτά.

“然而当以这种方式给出时,所说的事情没有一件可能成立。” “以这种方式”,即如果有人把属的种差作为属给出,正如说颜色是视力的凝聚物的人那样;因为属在外延上将被说成比种差更窄,而且此外它还将接受种差的定义。但正如现在所说的那样,把属作为种差给出的人,也使属在外延上比种差更窄。因为如果现在融和被取为属,而混合被取为它的种差,既然融和比混合在外延上更窄,属就将在外延上比种差更窄;此外,既然混合在“是什么”中在融和之上被述说,属就会分有种差。现在所说的是这样的情况,并不是由于种差不分有属(这是先前所说的),而是由于属[不分有]种差;因为这就是“且不分有种差”所意味的,这等同于“且种差不在‘是什么’中在属之上被述说”。而先前所说的关于不当地互相混淆的种差、种和属的其他论题,也借由使用这些论据中的某些来进行证明:即要么是借由把外延较窄者当作外延较广者来理解,要么是借由把不分有某物者设定为分有它。因此它们在相同的诸点上彼此相通。

§4.29

"Πάλιν εἰ μηδεμία διαφορὰ κατηγορεῖται τῶν τοῦ γένους κατὰ τοῦ ἀποδοθέντος εἴδους." Ἐπεὶ ἐκ τοῦ γένους διαιρουμένου κατὰ τὰς διαφορὰς ἡ τῶν εἰδῶν αὐτοῦ γένεσις, δῆλον ὡς πᾶν εἶδος γένους τινὸς ἔχει καὶ διαφορὰν τινὰ ἢ τινὰς τῶν τοῦ γένους κατηγορουμένας αὐτοῦ· διὰ τοῦτο γὰρ καὶ ὁ τῶν εἰδῶν ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν. οἷον τοῦ ἀνθρώπου τὸ ζῷον γένος· διὰ τοῦτο καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν ζῴου οὖσαι διαφοραὶ κατηγοροῦνται αὐτοῦ. “ὅσαι γὰρ τοῦ κατηγορουμένου διαφοραί”, ὡς εἶπεν ἐν Κατηγορίαις, “τοσαῦται καὶ τοῦ ὑποκειμένου ἔσονται”· αἱ γὰρ τοῦ γένους διαφοραὶ ἐν τοῖς ὑποκειμένοις αὐτῷ πᾶσιν, ἄλλαι ἐν ἄλλοις δῆλον ὅτι, καθ’ ἃς εἰδοποιεῖται ἕκαστον τῶν ὑπ’ αὐτό. ὅταν οὖν τι γένος ἀποδοθῇ τινος, ζητητέον τίνες τῶν τοῦ ἀποδοθέντος γένους διαιρετικῶν διαφορῶν κατηγοροῦνται τοῦ ὡς εἴδους τεθέντος· ἂν γὰρ μηδεμία τοῦ γένους διαφορὰ κατηγορῆται αὐτοῦ, οὐδ’ ἂν γένος αὐτοῦ τὸ ἀποδεδομένον εἴη. οὕτως πάλιν δειχθήσεται τῆς ψυχῆς μὴ ὢν ὁ ἀριθμὸς γένος· οὐδεμία γὰρ τῶν τοῦ ἀριθμοῦ διαφορῶν κατηγορεῖται τῆς ψυχῆς. διαφοραὶ μὲν γὰρ τοῦ ἀριθμοῦ τὸ περιττὸν καὶ τὸ ἄρτιον· οὐδέτερον δὲ τούτων κατὰ ψυχῆς. δεικνύοι τις ἂν ἐνδόξως ὅτι μηδὲ ὁ κόσμος ζῷον ἢ τῶν ἄστρων τι, ὅτι μηδεμία τῶν τοῦ ζῴου διαφορῶν κατηγορεῖται αὐτῶν· πᾶν γὰρ ζῷον ἢ πτηνὸν ἢ ἔνυδρον ἢ χερσαῖον, οὐδὲν δὲ τούτων κατ’ ἐκείνων. ἢ ἄλλη διαφορὰ τοῦ ἐν γενέσει ζῴου καὶ τοῦ αἰσθητικοῦ· ὁμωνύμως γὰρ τὰ θεῖα τούτοις ζῷα· ἄλλη γὰρ ἡ ἐκείνων ζωή. ἡ δεῖξις οὖν ὅτι μὴ ἐν τοῖς ζῴοις τούτοις. δεικνύοιτ’ ἂν ὅτι μηδὲ ὁ χρόνος κίνησις, ἐπεὶ διαφοραὶ μὲν κινήσεως τάχος καὶ βραδυτής, οὐδετέρα δὲ κατὰ χρόνου. ἀλλ’ οὐδὲ κατὰ ἡδονῆς· ὥστε οὐδὲ ἡδονὴ κίνησις. ὁμοίως οὐδὲ ἡ μονὰς ποσόν, ἐπεὶ μήτε συνεχὲς μήτε διωρισμένον. εἴη δ’ ἂν ὁ τόπος καὶ κατασκευαστικός· ἂν γάρ τινες φαίνωνται τοῦ ἀποδοθέντος γένους διαφοραὶ κατηγορούμεναι τοῦ ὑποκειμένου, δεικνύοιτ’ ἂν εἶδος αὐτοῦ. οὐ χρὴ δὲ ἀκούειν τοῦ κατηγορεῖσθαι τοῦ εἴδους τὴν διαφορὰν ὡς ἐν τῷ τί ἐστι λέγοντος αὐτοῦ·2 ἔδειξε γὰρ ὅτι οὔτε ἡ διαφορὰ ἐν τῷ τί ἐστι κατηγορεῖταί τινων τῶν ὑπὸ τὸ γένος, ὅταν καθ’ αὐτὴν λαμβάνηται, οὔτε τι τῶν ὑπὸ τὸ γένος ἢ τὸ γένος αὐτῆς τῆς διαφορᾶς.

“再次,如果属的种差中没有一个在给出的种之上被述说。” 既然属之诸种的生成源自属被种差所分割,那么显而易见,某个属的每一个种,也都具有在该种之上被述说的属的一种或多种种差;正因为此,诸种的定义也是由属和种差构成的。例如,动物是人的属;正因为此,理性和有死作为动物的种差,也在人之上被述说。正如他在《范畴篇》中所说:“被述说者有多少种差,主词也就将有多少种差”;因为属的种差存在于归属于它的所有主词中——显然在不同的事物中有不同的种差——归属于它之下的各个事物正是根据这些种差而成种的。因此,每当某物被作为某物的属给出时,就必须考察给出的属的诸分割性种差中有哪些在被设定为种的事物之上被述说;因为如果该属的任何种差都不在它之上被述说,那么给出的属也就不会是它的属。这样将再次表明,数不是灵魂的属;因为数的任何种差都不在灵魂之上被述说。因为数的种差是奇和偶,但这两者都不在灵魂之上被述说。有人可以合乎常理地表明,宇宙或任何星体都不是动物,因为动物的任何种差都不在它们之上被述说;因为凡动物要么是有翼的,要么是水生的,要么是陆生的,但这其中没有一个在那些事物之上被述说。或者说,处于生成中的动物和感觉性动物的种差是另一回事;因为神圣之物与这些事物同名异义地被称为动物(因为那些事物的生命是不同的);因此该论证是表明它们不在这些动物之列。同样也可以表明,时间不是运动,因为运动的种差是快和慢,但这两者都不在时间之上被述说。而且也不在快乐之上被述说;所以快乐也不是运动。同样,单子也不是量,因为它既非连续的也非离散的。这个论题也可以是建设性的;因为如果给出的属的某些种差显现为在主词之上被述说,就可以表明它是该属的种。但绝不应把他说种差在种之上被述说理解为是在“是什么”中被述说;因为他已经表明,当种差就其自身被理解时,种差既不在“是什么”中在归属于属的任何事物之上被述说,归属于属的任何事物或属也不在种差自身之上被述说。

语法注2 条
  1. 4.28ἀλλὰ τῷ τὸ γένος τῆς διαφορᾶς

    在由带冠词与格(τῷ)引导的短语中,不定式动词(μετέχειν 或 μὴ μετέχειν)承前句(οὐ τῷ τὴν διαφορὰν μὴ μετέχειν τοῦ γένους)而省略。根据紧接着的说明(“因为这就是‘且不分有种差’所意味的”),此处可补充理解为“由于属[不分有]种差”(违反了这一规则),或着眼于荒谬后果(μεθέξει)理解为“由于属[分有]种差”。

  2. 4.29τοῦ κατηγορεῖσθαι τοῦ εἴδους τὴν διαφορὰν ὡς ἐν τῷ τί ἐστι λέγοντος αὐτοῦ

    动词 ἀκούειν(理解为……)支配着双重属格结构:一个是表示发话者的属格分词短语(λέγοντος αὐτοῦ,“他说……”),另一个是表示所讨论事实的带冠词属格不定式短语(τοῦ κατηγορεῖσθαι τοῦ εἴδους τὴν διαφορὰν,“种差在种之上被述说”)。整体结构意为:“不应把他说‘种差在种之上被述说’理解为是在说它在‘是什么’中被述说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:318.25-320.18