- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:30.27-32.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
文中展示了如何通过基于有声望见解的论证在辩证上确立几何学原理(面、线、点)及算术单位的定义和实在性,并在最后解释了为什么从有声望见解出发进行推论被称作对辩证术而言是“特有的或最切合的”。
λαβὼν γὰρ ἔνδοξον τὸ τὴν ἐπιφάνειαν πέρας εἶναι τοῦ σώματος καὶ τὸ τὸ πέρας εἶναι ἄλλο τοῦ οὗ ἐστι πέρας, καὶ τοῦτο τῇ ἐπαγωγῇ συστήσας συνάγει τὴν ἐπιφάνειαν ἄλλην εἶναι σώματος, τοῦτ’ ἔστι τοῦ τριχῇ διεστῶτος· εἰ δὲ ἄλλη, οὐχ οἷόν τε ἔχειν αὐτὴν διαστάσεις τρεῖς· ἦν γὰρ ἂν οὕτως ἡ αὐτὴ τῷ σώματι· ἐν τούτῳ γὰρ ἐκείνῳ τὸ εἶναι·1 ἀλλὰ μὴν ὁρᾶται μῆκος καὶ πλάτος ἔχουσα· ἀδύνατον ἄρα αὐτὴν βάθος ἔχειν· τὰς δύο ἄρα μόνας ἔχει διαστάσεις, μῆκος καὶ πλάτος. τῷ δ’ αὐτῷ λόγῳ χρώμενος δείξει καὶ τὴν γραμμὴν μῆκος ἀπλατές· πέρας γὰρ οὖσα ἐπιφανείας ἐπιφάνεια οὐκ ἔστιν· ἀλλὰ μὴν ὁρᾶται μῆκος ἔχουσα· ἀπλατὲς ἄρα μῆκος ἔσται. καὶ ἡ στιγμὴ δέ, ἐπεὶ τῆς γραμμῆς μῆκος ἐχούσης ἓν μόνον πέρας ἐστὶν ἕτερον αὐτῆς ὄν, οὐδὲ ταύτην ἂν ἔχοι τὴν διάστασιν· ὃ δὲ μὴ ἔχει μῆκος, τοῦτο ἀδιάστατον· πᾶσα γὰρ διάστασις μετὰ μήκους. ἔνεστι καὶ οὕτως περὶ τοῦ σημείου λέγειν ἐνδόξως· τὸ σημεῖον, εἰ διέστηκεν, ἤτοι ἐφ’ ἓν διέστηκεν ἢ ἐπὶ δύο ἢ ἐπὶ τρία· ἀλλ’ εἰ μὲν ἐπὶ τρία, σῶμα ἔσται· εἰ δ’ ἐπὶ δύο, ἐπιφάνεια· εἰ δὲ ἐφ’ ἕν, γραμμή· ἀλλ’ οὐδέν ἐστι τούτων· τὸ σημεῖον ἄρα ἀδιάστατον. ἔστι καὶ οὕτως· πᾶν πέρας μεγέθους τινὸς ἑνὶ διαστήματι ἐλαττοῦται αὐτοῦ, ὥσπερ ἡ ἐπιφάνεια μὲν σώματος (τούτου γὰρ αὕτη πέρας), ἡ γραμμὴ δὲ τῆς ἐπιφανείας· ἔστι δὲ καὶ τὸ σημεῖον πέρας τῆς γραμμῆς· ἐλαττοῦται ἄρα καὶ τοῦτο τῆς γραμμῆς διαστήματι· ἀλλὰ μὴν ἓν εἶχεν ἡ γραμμὴ διάστημα· οὗ τὸ πέρας αὐτῆς ἀπολειπόμενον ἀδιάστατον ἂν εἴη.2 καὶ οὕτως· ἡ ἀρχὴ οὐδέπω ἐστὶ τοῦτο οὗ ἐστιν ἀρχή· ἀλλὰ μὴν τὸ σημεῖον ἀρχὴ τοῦ πρώτου διαστήματος· τοῦτο δέ ἐστι τὸ μῆκος· ἀδιάστατον ἄρα τὸ σημεῖον. ὅτι δὲ καὶ ἔστι τι τὸ σημεῖον, οὕτως ἂν δεικνύοιτο διαλεκτικῶς· παντὸς πεπερασμένου πέρας τί ἐστι· τὸ δὲ πέρας ἄλλο ἐστὶ τοῦ οὗ ἐστι πέρας· οὐ γὰρ ταὐτὸν τὸ πέρας τε καὶ τὸ οὗ πέρας· καὶ τῆς γραμμῆς δὲ τῆς πεπερασμένης ἐστί τι πέρας καὶ ἄλλο τῆς γραμμῆς· ἀλλὰ μὴν εἰ μὴ γραμμή, σημεῖον· οὐ γὰρ δὴ ἐπίπεδον ἢ σῶμα οἷόν τε λέγειν τὸ τῆς γραμμῆς πέρας· μόνα δὲ ἐν διαστήματι ταῦτα. ὁμοίως ἂν ὁ διαλεκτικὸς καὶ περὶ μονάδος, ὅτι ἐστὶν ἀμερής, δεικνύοι· ᾧ καταμετρεῖται πᾶς ἀριθμός, ἐκεῖνο ἐλάχιστόν ἐστιν ἐν ἀριθμῷ· μονάδι δὲ πᾶς ἀριθμὸς καταμετρεῖται· ἐλάχιστον ἄρα ἐν ἀριθμῷ ἡ μονάς· καὶ ἀμερὲς ἄρα. καὶ οὕτως· ὃ ἐν ἀριθμῷ ὂν μή ἐστιν ἀριθμός, τοῦτο ἀδιαίρετόν ἐστι· τοιοῦτον δὲ ἡ μονάς. Τὸ δὲ τοῦτο δὲ ἴδιον ἢ μάλιστα οἰκεῖον τῆς διαλεκτικῆς ἐστι, τὸ ἐξ ἐνδόξων συλλογίζεσθαι, εἶπεν ἤτοι διὰ τὴν ῥητορικήν, ἐπειδὴ καὶ αὕτη διὰ τούτων, ἢ ὅτι καὶ ὁ φιλόσοφός ποτε διὰ τοιούτων δείκνυσί τινα, ὡς προείρηται.
因为[辩证术士]在将“面是物体的界限”以及“界限不同于它是其界限的事物”作为有声望的见解采纳下来,并通过归纳确立了这一点之后,便推导出面不同于物体,也就是不同于在三个方向上延展之物。如果它不同,它便不可能具有三个维度;因为若是那样,它就会与物体成为同一个东西(因为对于物体而言,存在就在于此)。然而面确实被看到具有长和宽;因此它不可能具有厚度[深度];所以它仅具有两个维度,即长和宽。运用同样的论证,他还将证明线是没有宽度的长;因为作为面的界限,线并不是面;然而线确实被看到具有长;因此它将是没有宽度的长。而点也是如此,既然它是仅具有长度这一单一维度的线的界限,同时又不同于线,它甚至连这一个维度也不会具有;而不具有长度的东西则是无延展的;因为每一个维度都伴随着长度。关于点,还可以有声望地这样表述:点如果有延展,要么是在一个方向上延展,要么在两个方向上,要么在三个方向上;但如果在三个方向上,它将是物体;如果在两个方向上,它将是面;如果在一个方向上,它将是线;但它并不是这些中的任何一个;因此点是无延展的。还可以这样表述:某种大小的每一个界限,都比它自身少一个维度,正如同面之于物体(因为面是物体的界限),线之于面一样;而点也是线的界限;因此它也比线少一个维度;然而线原本只具有一个维度;既然线的界限缺少了这个维度,它就应当是无延展的。还可以这样表述:本原[起点]尚未成为它是其本原[起点]的那个东西;然而点是第一维度的本原[起点];而这第一维度就是长度;因此点是无延展的。至于点确实是某种存在之物,则可以通过辩证的方式这样来证明:凡是被界定之物都有某种界限;而界限不同于它是其界限的事物;因为界限与具有该界限之物并不是同一的;被界定的线也有某种界限,且不同于线;然而如果不算作线,它便是点;因为人们绝不可能说线的界限是平面或物体;而在延展中存在的仅有这些东西。同样地,辩证术士对于单位也可以证明它是不可分割的[没有部分的]:每一个数都被其量尽者,乃是数中最小者;而每一个数都被单位所量尽;因此单位是数中最小者;所以它也是没有部分的。还可以这样表述:在数之中存在却不是数的东西,是不可分的;而单位正是这样的东西。至于他说“从有声望的见解出发进行推论,这是辩证术所特有的,或者说是最切合辩证术的”,之所以这样说,要么是因为修辞术(既然修辞术也是通过这些进行的),要么是因为哲学家有时也会通过这类手段来证明某些事物,正如先前所说的那样。
- 1.10ἐν τούτῳ γὰρ ἐκείνῳ τὸ εἶναι
远指代词 ἐκείνῳ 指代前文的“物体”(σῶμα),而近指代词 τούτῳ 指代上一句所说的“具有三个维度”(τρεῖς διαστάσεις ἔχειν / τοῦ τριχῇ διεστῶτος)。整个句子说明理由:“因为对于物体而言,其存在就在于这(具有三个维度)。”
- 1.10οὗ τὸ πέρας αὐτῆς ἀπολειπόμενον ἀδιάστατον ἂν εἴη
关系代名词 οὗ 是中性单数属格,以前句的“一个维度”(ἓν ... διάστημα)为先行词,作分词 ἀπολειπόμενον(缺少、缺乏)的宾语。主语短语为 τὸ πέρας αὐτῆς ἀπολειπόμενον,整句意为“由于缺少了这个[唯一的]维度,线的界限便成为无延展的”。
