← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§317.5-318.24

属与种差的混淆及述说谬误

亚历山大阐释了将种述说于种差之上(122b38)、将属置于种差之中(123a1)以及将属称为种差(123a3)的错误,从外延广狭及本质述说(是什么)的角度厘清了这些谬误及其反驳方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.25

" Συμβήσεται γὰρ ἐπὶ ἴσον ἢ ἐπὶ πλέον τὸ εἶδος λέγεσθαι." Εἶπεν οὐχ ὅτι1 τὸ γένος ἐπ’ ἴσης ποτὲ λέγεται τῷ εἴδει, ἀλλ’ ὅτι πᾶν τὸ κατηγορούμενόν τινος ἀληθῶς ἢ ἐπ’ ἴσης ἐστὶν αὐτῷ ἢ ἐπὶ πλέον. εἰ οὖν καὶ τὸ εἶδος τῆς διαφορᾶς τις κατηγορεῖ, λέγοι ἂν ἢ ἐπ’ ἴσης ἢ ἐπὶ πλέον εἶναι τὸ εἶδος τῆς διαφορᾶς. ἔχει δὲ οὐχ οὕτως· ἡ γὰρ διαφορὰ ἢ ἐπ’ ἴσης ἐστὶ τῷ εἴδει οὗ κατηγορεῖται, ὅταν ἡ ἰδίως καὶ προσεχῶς εἰδοποιοῦσα τὸ εἶδος ληφθῇ, ὡς τὸ πεζὸν εἰδοποιὸς οὖσα διαφορὰ τοῦ πεζοῦ ζῴου (εἶδος γὰρ τοῦτο τοῦ ζῴου) ἐπ’ ἴσης ἐστὶν αὐτῷ, ἢ ἐπὶ πλέον, ὡς τοῦ ἀνθρώπου τὸ δίπουν ἢ τὸ λογικόν. εἴη δ’ ἂν ἐπ’ ἴσης τῷ ἀνθρώπῳ τὸ ἐπιστήμης δεκτικόν, ὂν διαφορὰ καὶ τοῦτο. ἔτι εἰ τῆς διαφορᾶς τὸ εἶδος κατηγορεῖται, τοῦ δὲ εἴδους τὸ γένος, καὶ τῆς διαφορᾶς ἂν τὸ γένος ἐν τῷ τί ἐστι κατηγοροῖτο· δέδεικται δὲ τοῦτο ἀδύνατον ὂν τῷ μὴ μετέχειν τοῦ γένους τὴν διαφοράν. ἔοικε δὲ νῦν τὴν διαφορὰν ὡς τὸ συναμφότερον λαμβάνειν.

“因为结果将是种在外延相等或较广的事物上被述说。” 他所说的并不是属有时在与种相等的外延上被述说,而是凡在某物之上被真实述说者,要么与它外延相等,要么外延更广。因此,如果某人也把种在种差之上进行述说,他就是在说种与种差外延相等或比种差外延更广。但事实并非如此;因为种差要么与它被述说于其上的种外延相等(当取那特有且直接形成该种之特质者时,正如作为步行动物——因为这是动物的一个种——的成种特质种差的步行,与它外延相等),要么外延更广(正如两足或理性相对于人那样)。而能够接受知识者也会与人外延相等,这也是种差。此外,如果种在种差之上被述说,而属在种之上被述说,那么属也会在“是什么”中在种差之上被述说;但已经表明这是不可能的,因为种差不分有属。而他现在似乎是将种差作为复合体来理解的。

§4.26

"Ἔτι εἰ τὸ γένος εἰς τὴν διαφορὰν ἔθηκεν." Φανερῶς ἁμαρτάνει καὶ ὁ τοῦ γένους τὴν διαφορὰν κατηγορῶν· ἐπ’ ἔλαττόν τε γὰρ ἡ διαφορὰ τοῦ γένους, καὶ ἔτι οὐδὲ τὸ γένος τῆς διαφορᾶς τὴν ἀρχὴν ἐν τῷ τί ἐστι κατηγορεῖται καίτοι οὔσης ὑπ’ αὐτό·2 εἰ δὲ τοῦτο, πολὺ ἂν ἔτ’ ἔλαττον ἡ διαφορὰ τοῦ γένους. ἀντέστρεψε δὲ ἀμφοτέρους τοὺς τόπους τοὺς πρώτους ἀποδοθέντας, τόν τε ἐν ᾧ ἡ διαφορὰ τοῦ εἴδους ὡς γένος ἀπεδίδοτο (ὁ γὰρ τὴν διαφορὰν ἐν τῷ εἴδει τιθεὶς ἀντέστραπται ἐκείνῳ) καὶ τὸν ἐν ᾧ τὸ γένος τῆς διαφορᾶς ὡς εἴδους τις κατηγορεῖ· ὁ γὰρ τὸ γένος εἰς τὴν διαφορὰν τιθείς, περὶ οὗ νῦν λέγει, ἀντεστραμμένος ἐκείνῳ. οὕτως ἁμαρτάνει ὁ τοῦ χρώματος κατηγορῶν τὸ συγκριτικόν· τὸ μὲν γὰρ χρῶμα γένος, τὸ δὲ συγκριτικὸν διαφορὰ χρώματος· τῶν γὰρ χρωμάτων τὰ μὲν συγκριτικά, ὡς τὰ μέλανα, τὰ δὲ διακριτικά, ὡς τὰ λευκά. ὁμοίως ἁμαρτάνει καὶ ὁ τοῦ ἀριθμοῦ τὸ περιττὸν κατηγορῶν· διαφορὰ γὰρ ἀριθμοῦ γένους ὄντος τὸ περιττόν.

“此外,如果他把属置于种差中。” 把种差在属之上进行述说的人显然也是错误的;因为种差比属在外延上更窄,而且此外,根本连属都不在“是什么”中在种差之上被述说,尽管种差是归属于它之下的;如果这样,种差就更远不会在属之上〔被述说〕了。而他换位了最初给出的两个论题:既换位了那个其中把种的种差作为属给出的论题(因为把种差置于种之中的人是与那个论题相换位的),也换位了那个其中某人把种差作为种而在其上述说属的论题;因为把属置于种差之中的人——他现在所说的正是关于此人——是与那个论题相换位的。这样,把凝聚性的述说在颜色之上的人是错误的;因为颜色是属,而凝聚性的则是颜色的种差;因为颜色中有些是凝聚性的,例如黑色,有些是发散性的,例如白色。同样,把奇数述说在数之上的人也是错误的;因为奇是作为属的数的种差。

§4.27

"Καὶ εἰ τὸ γένος ὡς διαφορὰν εἶπε." Πρόδηλος καὶ αὕτη ἁμαρτία, εἴ τις τὸ γένος τινὸς διαφορὰν αὐτοῦ λέγοι. οὕτως ἁμαρτάνοι ἂν ὁ λέγων κράσεως τὴν μῖξιν διαφοράν· ἔστι γὰρ ἡ μὲν κρᾶσις εἶδος, γένος δὲ αὐτῆς ἡ μῖξις, ὡς εἴρηται καὶ πρὸ ὀλίγου. ὁμοίως καὶ ὁ λέγων τῆς φορᾶς διαφορὰν εἶναι τὴν κατὰ τόπον μεταβολήν· τὸ γὰρ ἐπὶ πλέον τινὸς λεγόμενον καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον ὡς διαιροῦν αὐτὸ λαμβάνουσιν. ἐπιζητήσειε δ’ ἄν τις τίνι διαφέρει τοῦ τὸ γένος εἰς τὸ εἶδος θεῖναι τὸ τὸ γένος ὡς διαφορὰν τοῦ εἴδους ἀποδοῦναι·3 ὅσον γὰρ ἐπὶ τοῖς παραδείγμασι τὸ γένος ὡς εἶδος εἴληπται τοῦ ἰδίου εἴδους. ἢ διαφέροι ἄν, εἰ εἴη προστιθέμενον τὸ τῆς διαφορᾶς ὄνομα τῷ γένει, ὡς μὴ λέγειν τὴν μῖξιν κρᾶσιν ἀλλὰ τὴν μῖξιν διαφορὰν τῆς κράσεως. τοιοῦτον δόξειεν ἂν ἁμάρτημα εἶναι καὶ τὸ ἀποδοῦναι τὸν πηλὸν γῆν ὑγρῷ φυραθεῖσαν· τὸ γὰρ φύραμα οὐ διαφορὰ τοῦ πηλοῦ ἀλλὰ γένος. ὁμοίως καὶ ὁ λέγων τοῦ ὀρνέου διαφορὰν τὸ πτηνὸν ζῷον. πάντα μέντοι φησὶ τὰ τοιαῦτα δεῖν ἐπισκοπεῖν διὰ τῶν αὐτῶν. καὶ τίνα ἐστὶ δι’ ὧν χρὴ ἐπισκοπεῖν τε αὐτὰ καὶ ἐλέγχειν, κοινῶς λέγει· τῷ τε γὰρ ἐπὶ πλέον λέγεσθαι τὸ γένος τῆς διαφορᾶς δεῖ χρῆσθαι καὶ τῷ μὴ ἐπιδέχεσθαι τὸν τοῦ γένους λόγον τὴν διαφοράν.

“又如,如果他把属作为种差来说。” 如果某人把某物的属说成是它的种差,这个错误也是显而易见的。这样,说混合是融和的种差的人就会犯错;因为融和是种,而混合是它的属,正如不久前所说的那样。同样,说位置变化是位移的种差的人也是如此;因为凡在外延上比某物更广并且在“是什么”中被述说者,他们却把它作为分割该事物者来理解。但有人可能会探究,把属作为种的种差给出,与把属置于种之中,究竟有何区别;因为就例子而言,属已被当作其自身之种的种来理解。或者说,如果种差的名称被附加在属之上,就会有所不同,例如不是把混合说成融和,而是把混合说成融和的种差。把黏土界定为“被湿气揉和的泥土”,似乎也属于此类错误;因为揉和物不是黏土的种差,而是属。同样,说有翼动物是鸟的种差的人也是如此。然而他说,所有此类情况都必须通过相同的论题来进行考察。而且他共同说明了应当通过何种手段来考察并驳斥它们:即必须运用“属比种差外延更广”以及“种差不接受属的定义”这两点。

语法注3 条
  1. 4.25Εἶπεν οὐχ ὅτι τὸ γένος ἐπ’ ἴσης ποτὲ λέγεται τῷ εἴδει, ἀλλ’ ὅτι

    关于底文中“种在外延相等或较广的事物上被述说”这一表述,亚历山大将其解释为基于述说的普遍规则(述词相对于主词外延相等或更广)而产生的逻辑推论。省略主语的 Εἶπεν 指亚里士多德,其后由 οὐχ... ἀλλ’ 引导两个 ὅτι 从句形成对比。

  2. 4.26καίτοι οὔσης ὑπ’ αὐτό

    带 καίτοι 的属格独立结构。阴性分词 οὔσης 的逻辑主语根据上下文为前文的 διαφορᾶς,让步性地指出种差虽从属于属(ὑπ’ αὐτό 中的 αὐτό 指 γένος)。

  3. 4.27τίνι διαφέρει τοῦ τὸ γένος εἰς τὸ εἶδος θεῖναι τὸ τὸ γένος ὡς διαφορὰν τοῦ εἴδους ἀποδοῦναι

    διαφέρει 的主语是带冠词不定式短语 τὸ τὸ γένος ὡς διαφορὰν τοῦ εἴδους ἀποδοῦναι,比较对象则是属格的带冠词不定式短语 τοῦ τὸ γένος εἰς τὸ εἶδος θεῖναι。疑问代词与格 τίνι 表示“在何种方面”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:317.5-318.24