- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:315.20-317.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《论题篇》第四卷(122b25–122b37),注解者引用柏拉图及具体实例,探讨了将外延更广的属从属于种以及将种差从属于种的谬误。
" Ἔτι εἰ τὸ γένος εἰς τὸ εἶδος ἔθηκε." Πρόδηλος ἡ ἁμαρτία τοῦ τὸ γένος ὑποτάσσοντος τῷ εἴδει καὶ κατηγοροῦντος αὐτοῦ τὸ εἶδος ὡς γένος· τὸ γὰρ ἐπ’ ἔλαττον λεγόμενον γένος ἀποδίδωσι τοῦ ἐπὶ πλέον ὄντος. οὕτως ἁμαρτάνει ὁ τῆς συνάψεως γένος τὴν συνοχὴν ἀποδιδούς· εἶδος γὰρ τῆς συνάψεως ἡ συνοχή. οὐ γὰρ πᾶν τὸ συναπτόμενον συνέχεται· συνάπτεται γὰρ καὶ τὰ ἁπτόμενα μόνον, οὐ μὴν καὶ συνέχεται· πᾶν μέντοι τὸ συνεχόμενον συνάπτεται· ὥστε ἐπὶ πλέον τὸ συνάπτεσθαι τοῦ συνέχεσθαι. ἀλλὰ καὶ ὁ τῆς μίξεως τὴν κρᾶσιν γένος λέγων τὸ γένος ὑποτίθησι τῷ εἴδει· ἐπὶ πλέον γὰρ ἡ μῖξις τῆς κράσεως. εἰ μὲν γάρ τι κέκραται, καὶ μέμικται τοῦτο, οὐ μὴν πᾶν τὸ μεμιγμένον καὶ κέκραται· ἡ γὰρ τῶν ξηρῶν μῖξις οὐκ ἔστι κρᾶσις. ἀλλὰ καὶ ὁ τῆς κατὰ τόπον κινήσεως γένος λέγων τὴν φορὰν τὸ γένος ἐν τῷ εἴδει τίθησιν. ποιεῖ δὲ τοῦτο καὶ Πλάτων· ὁριζόμενος γὰρ τὴν κατὰ τόπον κίνησιν φορὰν αὐτήν φησιν εἶναι· ἀλλ’ ἡ φορὰ ἔστι τῶν ἀψύχων τε καὶ ἀκουσίως ἀμειβομένων τόπον ἐκ τόπου. εἶπε δὲ τὸ ἀκουσίως ἀντὶ τοῦ ‘οὐχ ἑκουσίως’· * * * * μὲν κινεῖται, οὐ μὴν καὶ ἀκουσίως. εἰ οὖν τινά ἐστιν οὐχ ἑκουσίως κατὰ τόπον μεταβάλλοντα, ἔστι δέ τινα καὶ ἑκουσίως τοῦτο ποιοῦντα, ὡς τὰ βαδίζοντα, εἴη ἂν ἐπὶ πλέον ἡ κατὰ τόπον κίνησις· οὐ πᾶσα γὰρ κατὰ τόπον κίνησις φορά. συμβαίνει μὲν οὖν τοὺς τοῦτο ποιοῦντας τὸ ἐπ’ ἔλαττον λεγόμενον τοῦ ἐπὶ πλέον λεγομένου γένος λέγειν. οὐ μὴν ἀλλὰ διαφέροι ἂν οὗτος ὁ τόπος ἐκείνου, ὅτι τὸ εἶδος αὐτοῦ 〈τοῦ〉 οὗ εἶδός ἐστι γένος ἀποδιδόμενον δείκνυσιν,1 ὃ πλέον ἐστὶ τοῦ ἐπ’ ἔλαττον λέγεσθαι. Πλάτωνος δὲ ἐμνημόνευσεν ὑπὲρ τοῦ ἐνδοξότερον ποιῆσαι τὸν τόπον καὶ τὸ χρήσιμον ἐνδείξασθαι αὐτοῦ, ὡς καὶ ἐνδόξων τινῶν κατὰ τοῦτο εὐθύνεσθαι δυναμένων, ὡσανεὶ καὶ αὐτοῦ·2 καὶ γὰρ αὐτὸς ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς εἰπὼν ἀνώνυμον εἶναι τὴν κατὰ τόπον κίνησιν φορὰν αὐτὴν ὀνομάζει.
“此外,如果他把属置于种中。” 将属从属于种、并把种作为属在它之上进行述说的人,其错误是显而易见的;因为他把在较少事物上被述说者,指定为在外延更广者之上的属。这样,把握持指定为接合之属的人是错误的;因为握持是接合的种。因为并不是每一个被接合的事物都被握持;因为仅仅接触的事物也是被接合的,但绝不是被握持的;然而,每一个被握持的事物都是被接合的;以至于被接合比被握持外延更广。而且,说融和是混合之属的人,也是将属从属于种;因为混合比融和外延更广。因为如果某物被融和了,这物也被混合了,但绝不是每一个被混合的事物都被融和了;因为干燥之物的混合并不是融和。而且,说位移是位置运动之属的人,也是把属置于种中。柏拉图也是这样做的;因为他在定义位置运动时说它是位移;但位移属于无生命之物以及非自愿地从一处变换到另一处之物。他说“非自愿地”是为了替代“非出于意愿”;[……]运动,但绝不是非自愿地。因此,如果有些事物在位置上非出于意愿地变化,而有些事物则是出于意愿地做这事,例如行走之物,那么位置运动就会外延更广;因为并非所有的位置运动都是位移。因此,做出这种事的人,其结果就是把在较少事物上被述说者说成是在较多事物上被述说者之属。不仅如此,这个论题还会不同于那个论题,因为它表明,种被指定为它作为其种的那个东西本身之属,这比起仅仅在较少事物上被述说来是更多的。他之所以提到柏拉图,是为了使这个论题更受尊重并表明其有用性,因为甚至某些享有声誉的人也能依此受到检验,就仿佛[亚里士多德]自己也能[受到检验]一样;因为他自己在《物理学》第五卷中说到位置运动没有专名之后,便称它为位移。
"Πάλιν εἰ τὴν διαφορὰν εἰς τὸ εἶδος ἔθηκεν." Ὥσπερ ὁ τὸ γένος εἰς τὸ εἶδος τιθεὶς ἁμαρτάνει (τὸ γὰρ ἐπὶ πλέον ὂν ὑποτίθησι τῷ ἐπ’ ἔλαττον ὄντι), οὕτως ἁμαρτάνει καὶ ὁ τῆς διαφορᾶς ἀποδιδοὺς γένος τὸ εἶδος ἢ ὅλως κατηγορῶν αὐτῆς τὸ εἶδος τὸ ὑπ’ αὐτῆς εἰδοποιούμενον· κατὰ γὰρ τοῦτο καὶ εὐθύνει τὴν ἁμαρτίαν. δέδεικται μὲν γὰρ ὅτι μηδὲ ὅλως τῆς διαφορᾶς τι ὡς γένος κατηγορεῖται τούτων ὧν ἐστι διαφορά, εἴ γε πᾶν τὸ ὑποκείμενον γένει ἢ εἶδος ἢ ἄτομόν ἐστιν, ὧν οὐδέτερόν ἐστιν ἡ διαφορὰ τοῦ τεμνομένου ὑπ’ αὐτῆς γένους.3 πολὺ δὲ ἀτοπώτερον τὸ κατηγορεῖν αὐτῆς τὸ εἶδος τὸ ὑπ’ αὐτῆς εἰδοποιούμενον· ὁ γὰρ τοῦτο ποιῶν ἁμαρτάνει, καθ’ ὃ τὸ ἐπὶ πλέον λεγόμενον ὑποτάσσει τῷ ἐπ’ ἔλαττον λεγομένῳ· ἐπὶ πλέον γὰρ ἡ διαφορὰ τοῦ εἴδους, κἂν λαμβάνηται ἡ διαφορὰ ὡς ἡ συναμφότερος. οὕτως ἁμαρτάνει ὁ τοῦ ἀθανάτου κατηγορῶν τὸν θεόν (διαφορὰ μὲν γὰρ τὸ ἀθάνατον, εἶδος δὲ ὁ θεός, καὶ ἐπὶ πλέον τὸ ἀθάνατον, εἴ γε μὴ πᾶν τὸ ἀθάνατον θεός) καὶ ὁ τοῦ λογικοῦ τὸν ἄνθρωπον.
“再次,如果他把种差置于种中。” 正如把属置于种之中的人是错误的一样(因为他把外延更广者从属于外延较窄者),将种指定为种差之属的人,或者概括地说把由该种差所形成特质的种述说于种差之上的人,也是错误的;因为按照这一点他也指出了该错误。因为已经表明,在种差所作为种差的那些事物中,绝没有任何东西作为属在种差之上被述说,如果确实凡从属于属者要么是种要么是个体,而种差既不是被它所分割之属的种,也不是个体。但在它之上述说由它所形成特质的种,则要荒谬得多;因为做这事的人之所以错误,在于他把在较多事物上被述说者从属于在较少事物上被述说者;因为种差比种外延更广,即使种差被理解为复合体也是如此。这样,把神述说于不朽者之上的人(因为不朽者是种差,而神是种,并且如果确实并非所有不朽者都是神,那么不朽者外延更广),以及把人[述说]于理性者之上的人,都是错误的。
- 4.23ἀποδιδόμενον δείκνυσιν
分词 ἀποδιδόμενον 作为动词 δείκνυσιν 的补充支配分词(引出间接引语结构),其逻辑主语是宾格的 τὸ εἶδος,意为“表明该种被指定为属”。
- 4.23ὡσανεὶ καὶ αὐτοῦ
承接前文的 κατὰ τοῦτο εὐθύνεσθαι δυναμένων(“能够依此受到检验[的人]”)的省略结构,需补全为 ὡσανεὶ καὶ αὐτοῦ [εὐθύνεσθαι δυναμένου](“仿佛[亚里士多德]自己也能[受到检验]一样”)。
- 4.24ὧν οὐδέτερόν ἐστιν ἡ διαφορὰ τοῦ τεμνομένου ὑπ’ αὐτῆς γένους
包含两个属格的结构:ὧν 是指代前文 εἶδος ἢ ἄτομον 的部分属格,从属于 οὐδέτερον(“这两者都不是”);而 τοῦ τεμνομένου ὑπ’ αὐτῆς γένους 则是从属于 ἡ διαφορά 的定语属格(“被它分割之属的种差”)。
