← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§313.20-315.19

属的定义之适用及将种差视为属或种的错误

注解亚里士多德《论题篇》卷四第二章(122b7–122b18),讨论了通过属的定义的适用性来确立和推翻的论题、把种差当作属来指定的错误(由于种差指示性质而非本质),以及把种差作为种置于属中的错误(由于种差并不分有属)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.20

" Σκοπεῖν δὲ καὶ τοὺς λόγους τῶν γενῶν." Δείξας δὲ τὸ προκείμενον ἀπὸ τοῦ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ἢ μὴ κατηγορεῖσθαι, ἐπεὶ τὰ γένη τῶν εἰδῶν οὐ μόνον ἐν τῷ τί ἐστι κατηγορεῖται ἀλλὰ καὶ συνωνύμως, δεῖν φησι καὶ τοὺς λόγους λαμβάνειν τοῦ τε ὡς εἴδους ἀποδοθέντος καὶ τοῦ ὡς γένους, κἂν μὲν φαίνωνται κατὰ τῶν τοῦ ἀποδοθέντος ὡς εἴδους εἰδῶν ἀμφότεροι οἱ λόγοι κατηγορούμενοι, ὅ τε τοῦ εἴδους καὶ ὁ τοῦ ὡς γένους ἀποδοθέντος, ἔτι δὲ καὶ οἱ τῶν τοῦ ἀποδοθέντος ὡς γένους γενῶν καὶ αὐτοί, περαίνεσθαι ὑπολαμβάνειν καὶ δείκνυσθαι τὸ προκείμενον γένος ὄν, εἰ δέ που ἀντιπίπτοι, ἀνασκευάζεσθαι.1 ἂν μὲν γὰρ ὥσπερ ὁ τοῦ ὀρνέου λόγος κατηγορεῖται τοῦ ἀετοῦ, οὕτως καὶ ὁ τοῦ ζῴου πτηνοῦ καὶ ὁ τοῦ ζῴου, ὃ ὡς γένος ἐστὶ τοῦ ζῴου πτηνοῦ, εἴη ἂν δεικνύμενον τὸ ζῷον πτηνὸν γένος ὂν τοῦ ὀρνέου. εἰ δὲ ὁ τοῦ ζῴου πτηνοῦ λόγος μὴ ἐφαρμόζοι τῷ ἀετῷ ἢ ὁ τοῦ ζῴου, οὐδ’ ἂν τὸ ζῷον πτηνὸν γένος εἴη τοῦ ὀρνέου. οὕτως ἂν δεικνύοιτο ὁ ἀριθμὸς οὐκ ὢν γένος τῆς ψυχῆς, ὅτι οὐδεμιᾷ ψυχῇ λόγος ὁ τοῦ ἀριθμοῦ ἐφαρμόζει· οὐδεμία γὰρ ψυχὴ πλῆθός ἐστιν ἐκ μονάδων συγκείμενον· ὁ μέντοι τῆς ψυχῆς λόγος, ὅς τις ἂν ᾖ, ἑκάστῃ τῶν ψυχῶν ἐφαρμόζει. τῆς δέ γε ἀλλοιώσεως δεικνύοιτο ἂν γένος ἡ κίνησις, ὅτι ὁ λόγος αὐτῆς ἐφαρμόζει πᾶσι τοῖς ὑπὸ τὴν ἀλλοίωσιν· καὶ γὰρ κατὰ τοῦ λευκαίνεσθαι καὶ κατὰ τοῦ μελαίνεσθαι ὁ τῆς κινήσεως κατηγορεῖται λόγος, ὁμοίως δὲ καὶ κατὰ τῶν ἄλλων ἀλλοιώσεων.

“还要考察诸属的定义。” 他在根据是否在本质上被述说而指明了所探讨之物之后,既然种的诸属不仅在本质上被述说,而且同义地被述说,他说必须也取得作为种而被指定者和作为属而被指定者两者的定义;如果这两个定义——既有种的定义,也有作为属而被指定者的定义,此外还有作为属而被指定者的诸属本身的定义——显现为都在作为种而被指定者的诸种上被述说,就应当认为所探讨之物被推论并证明是属,但如果在某处抵触,就应当认为它被推翻。因为如果正如鸟的定义在鹰上被述说一样,有翼动物的定义以及作为有翼动物之属的动物的定义也如此[被述说],那么有翼动物就会被证明是鸟的属。但如果有翼动物的定义或动物的定义不适用于鹰,有翼动物也不会是鸟的属。这样,数就会被证明不是灵魂的属,因为数的定义不适用于任何灵魂;因为没有任何灵魂是由单位组成的多数;然而灵魂的定义,无论它是怎样的,都适用于每个灵魂。而运动会被证明是质变的属,因为它的定义适用于质变之下的所有事物;因为无论在变白还是在变黑上,运动的定义都被述说,对于其他质变亦同样如此。

§4.21

"Πάλιν εἰ τὴν διαφορὰν ὡς γένος ἀπέδωκεν." Ὁ τὴν διαφορὰν τὴν εἰδοποιόν τινος ὡς γένος αὐτοῦ λαμβάνων ἁμαρτάνει· τὸ μὲν γὰρ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ποιόν τί ἐστι τὸ ὑποκείμενον, ἀλλ’ οὐ τί ἐστι σημαίνει. οὕτως ἁμαρτάνει ὁ τοῦ θεοῦ γένος τὸ ἀθάνατον ἀποδιδούς· διαφορὰ γάρ ἐστι ζῴου διαιρετικὴ τὸ ἀθάνατον, εἰδοποιὸς τοῦ θεοῦ· τῶν γὰρ ζῴων τὰ μὲν θνητὰ τὰ δὲ ἀθάνατα. δείξας δὲ ὅτι διαφορά,2 ὡς ἑπόμενον τούτῳ λαμβάνει τὸ ‘ἡ δὲ διαφορὰ οὐ γένος’· οὐδεμία γὰρ διαφορά, ὡς εἶπε, γένος ἐστίν. ὅτι δ’ οὕτως ἔχει, ἔδειξε διὰ τοῦ τὴν διαφορὰν μὴ τί ἐστι σημαίνειν ἀλλὰ μᾶλλον ποιόν. τὸ δὲ μᾶλλον προσέθηκεν, ὅτι μή ἐστιν ἁπλῶς ποιὸν ἡ διαφορά· ἡ γὰρ ἐν οὐσίᾳ διαφορὰ περὶ οὐσίαν μὲν τὸ ποιὸν ἀφορίζει, οὐ μὴν ποιόν ἐστιν ἀλλὰ οὐσία. λέγοι δ’ ἂν διαφορὰν ποιὸν τὴν χωρὶς τοῦ ὑποκειμένου καὶ τῆς ὕλης λαμβανομένην. διὰ ταῦτα οὐδὲ τοῦ ἀνθρώπου τὸ θνητὸν ἔσται γένος. διὰ ταῦτα οὐδὲ τὸ περιττὸν τριάδος· διαφορὰ γὰρ ἀριθμοῦ.

“再次,如果他把种差作为属而指定。” 将某物的种形成性种差作为它的属而采取的人是错误的;因为属是在本质上被述说的,而种差则指示底层主体是怎样的,而不是指示它是什么。这样,把不朽者指定为神的属的人是错误的;因为不朽者是动物的区分性种差,是神的种形成性种差;因为动物中有些是必死的,有些是不朽的。在指明了它是种差之后,作为随之而来的结论,他采纳了“种差不是属”这一命题;因为正如他所言,没有任何种差是属。而情况确实如此,他是通过种差不指示是什么而是宁可指示怎样来表明的。他之所以加上“宁可”,是因为种差并非简单地是性质;因为实体中的种差就实体而言界定了怎样,但它绝不是性质,而是实体。但他所说的“怎样”,也许是指脱离底层主体和质料而被理解的种差。由于这些原因,必死者也不会是人的属。由于这些原因,奇数也不会是三的[属];因为它是数的种差。

§4.22

"Καὶ εἰ τὴν διαφορὰν ὡς εἶδος εἰς τὸ γένος ἔθηκεν." Ὁμοίως ἁμαρτάνει, φησί, καὶ ὁ τὴν διαφορὰν ὡς εἶδος ἐν τῷ γένει τιθεὶς οὗ ἐστι διαιρετικὴ ἡ διαφορά. οἷον ὁ λέγων τὸ περιττὸν ἀριθμὸν εἶναι· οὐ γὰρ εἶδος ἀριθμοῦ τὸ περιττὸν καθ’ αὑτὸ ἀλλὰ διαφορά· εἶδος γὰρ οὐ τὸ περιττὸν καθ’ αὑτό, ἀλλὰ τὸ περιττὸν μετὰ τοῦ ἀριθμοῦ συντεθέν. ἡ δὲ διαφορὰ οὐ μετέχει τοῦ γένους, τοῦτ’ ἔστιν οὐκ ἐπιδέχεται τὸν τοῦ γένους λόγον· τὸ γάρ τινος ἐπιδεχόμενον λόγον ἢ εἶδός ἐστιν αὐτοῦ ἢ ἄτομον· ἡ δὲ διαφορὰ οὐδέτερον τούτων. οὕτως οὔτε τοῦ ἀθανάτου τὸ ζῷον κατηγορηθήσεται ὡς γένος οὔτε τοῦ ἀρτίου ὁ ἀριθμὸς οὔτε τῆς κατὰ μῆκος ἐπιδόσεως ἡ αὔξησις· διαφορὰ γὰρ αὐξήσεως ἡ κατὰ μῆκος ἐπίδοσις. αἴτιον δὲ τοῦ τὸ γένος μὴ κατηγορεῖσθαι τῆς διαφορᾶς ἐπὶ τῆς οὐσίας, ὅτι τὸ μὲν γένος συναμφότερόν τί ἐστιν, ἡ δὲ διαφορὰ χωρὶς τοῦ γένους λαμβανομένη οὐ συναμφότερον. εἰ οὖν μὴ μετέχει τοῦ γένους ἡ διαφορά, τοῦτ’ ἔστιν εἰ μὴ ἐπιδέχεται τὸν λόγον αὐτοῦ, οὐδ’ ἂν εἶδος αὐτοῦ εἴη. τὸ δὲ ὥστε οὐδὲ τὸ περιττὸν εἶδος ἂν εἴη ἀλλὰ διαφορά, ἐπειδὴ οὐ μετέχει τοῦ γένους, δοκεῖ μοι ἔμπαλιν εἰρῆσθαι·3 οὐ γὰρ διότι οὐ μετέχει, διὰ τοῦτο διαφορά, ἀλλ’ ὅτι διαφορά, διὰ τοῦτο οὐδὲ μετέχει τοῦ γένους· γνωριμώτερον γὰρ τὸ διαφορὰν αὐτὸ εἶναι ἢ τὸ μὴ μετέχειν τοῦ ἀριθμοῦ· ἔτι καὶ αὐτὸς ὡς ὁμολογούμενον τὸ διαφορὰν αὐτὸ εἶναι λαβὼν προσέθηκε τὸ οὐ δοκεῖ δὲ μετέχειν ἡ διαφορὰ τοῦ γένους.

“以及如果他把种差作为种置于属中。” 他说,把种差作为种置于该种差所区分的属之中的人,同样是错误的。例如,说奇数是一个数的人;因为奇数本身并非数的种,而是种差;因为不是奇数本身,而是与数结合在一起的奇数才是种。而种差不分有属,也就是说不接受属的定义;因为接受某物定义的东西,要么是它的种,要么是个体;而种差两者都不是。这样,动物既不会作为属在不朽者上被述说,数也不会在偶数上[被述说],增长也不会在沿长度的增加上[被述说];因为沿长度的增加是增长的种差。而在实体的情况下属不被述说于种差的原因在于:属是某种复合体,而脱离了属而被理解的种差则不是复合体。因此,如果种差不分有属,也就是说如果它不接受属的定义,它也不会是属的种。然而那句“因此奇数也不会是种,而是种差,既然它不分有属”,在我看来是颠倒地表述的;因为并不是由于不分有而为此是种差,而是因为是种差,为此甚至不分有属;因为它是种差这件事,比它不分有数要更为熟知;此外,他自己也是把它是种差当作公认的前提之后,才加上了“而种差似乎并不分有属”。

语法注3 条
  1. 4.20περαίνεσθαι ὑπολαμβάνειν καὶ δείκνυσθαι τὸ προκείμενον γένος ὄν, εἰ δέ που ἀντιπίπτοι, ἀνασκευάζεσθαι

    这是由句首的 δεῖν φησι 所支配的不定式结构。在主要动词 φησί 之后的 δεῖν 之下,ὑπολαμβάνειν 作为条件从句 κἂν μὲν φαίνωνται... 的归结从句出现,而 ὑπολαμβάνειν 进一步支配被动不定式 περαίνεσθαι 和 δείκνυσθαι(“认为……被推论并证明”)以及 ἀνασκευάζεσθαι(“[认为……]被推翻”)。分词 ὄν 用作 δείκνυσθαι 的述语补足语(“被证明是属”)。

  2. 4.21τὸ δὲ μᾶλλον προσέθηκεν, ὅτι μή ἐστιν ἁπλῶς ποιὸν ἡ διαφορά

    中性冠词 τὸ 与副词 μᾶλλον 结合形成名词性短语(“‘宁可’一词”),作动词 προσέθηκεν 的直接宾语。ὅτι 从句解释了解释学的理由:为什么亚里士多德在原文中没有单说 ποιόν,而是说 μᾶλλον ποιόν(“指示的不是什么,宁可是怎样”)。

  3. 4.22τὸ δὲ ὥστε οὐδὲ τὸ περιττὸν εἶδος ἂν εἴη ἀλλὰ διαφορά, ἐπειδὴ οὐ μετέχει τοῦ γένους, δοκεῖ μοι ἔμπαλιν εἰρῆσθαι

    中性定冠词 τὸ 将从 ὥστε 到 τοῦ γένους 的整句引文名词化,作为主语,支配主要动词 δοκεῖ 以及述语不定式 εἰρῆσθαι(完成体被动)。亚历山大在此对亚里士多德推论的顺序(从“不分有”推到“是种差”)提出质疑,指出颠倒了本来的因果顺序(正因为是种差才不分有)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:313.20-315.19