← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§312.9-313.19

借助下位之种推翻与确立属

亚历山大注释亚里士多德《论题篇》第4卷(122a31),阐明当下位的种本身作为其他事物的属时,如何根据该种之下的诸种来推翻或确立所指定的属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.19

" Πάλιν ἐφ’ ὧν τὸ εἶδος τὸ τεθὲν ὡς γένος κατηγορεῖται. " Δείξας ἀπὸ τῶν τοῦ ὡς γένους ἀποδοθέντος γενῶν πῶς ἂν ἢ ἀνασκευάζοιτο ἢ κατασκευάζοιτο τὸ γένος εἶναι τοῦ προκειμένου τὸ ἀποδοθέν, νῦν ἔμπαλιν ἀπὸ τοῦ ὡς εἴδους ἀποδοθέντος παραδίδωσι τόπους, δι’ ὧν καὶ ἀνασκευάζειν καὶ κατασκευάζειν δυνησόμεθα τὸ ἀποδοθὲν αὐτοῦ γένος. εἰ γὰρ τὸ εἶδος τὸ ὡς ἐν γένει τινὶ τεθὲν αὐτὸ εἴη τινῶν γένος,1 χρὴ ἐπιβλέπειν εἰ ὧν τοῦτο γένος ἐστί, τούτων καὶ τὸ ἀποδοθὲν αὐτοῦ γένος. εἰ γὰρ ἢ αὐτὸ τὸ γένος τὸ ἀποδοθὲν μὴ κατηγορεῖται [ἢ] προδήλως τῶν εἰδῶν [ἢ] ἐν τῷ τί ἐστι τῶν ὑπὸ ὑποκειμένου αὐτῷ ὡς εἴδους ἢ τῶν γενῶν τι τῶν τούτου,2 δῆλον ὅτι οὐκ ἂν εἴη τὸ ἀποδοθὲν γένος. εἰ γὰρ ἦν γένος τοῦ προκειμένου, φανερὸν ὡς καὶ αὐτὸ καὶ τὰ τούτου γένη πάντα ἂν ἐν τῷ τί ἐστι τῶν τῷ εἴδει ὑποκειμένων κατηγορεῖτο ὥσπερ καὶ τὸ ὡς εἶδος κείμενον· πάντα γὰρ τὰ γενικώτερα τῶν ἐσχάτων καὶ ὑπ’ αὐτὰ ἐν τῷ τί ἐστι κατηγορεῖται. πρὸς μὲν οὖν ἀνασκευὴν χρήσιμον εὑρεθὲν τὸ ὡς γένος ἀποδοθὲν μὴ κατηγορούμενον3 τῶν ὑπὸ τὸ ἀποδοθὲν εἶδος εἰδῶν ἐν τῷ τί ἐστιν ἢ αὐτὸ ἢ τῶν τούτου γενῶν τι. εἰ γὰρ τῶν ὑπὸ τὴν ἀρετὴν εἰδῶν μὴ κατηγορεῖται ἡ ἐπιστήμη, οὐκ ἂν εἴη γένος τῆς ἀρετῆς, οἷον ἢ ἀνδρείας ἢ σωφροσύνης ἤ τινος ἄλλης ἀρετῆς. πρὸς δὲ κατασκευὴν χρήσιμον εὑρεθὲν τὸ ἀποδοθὲν γένος ἐν τῷ τί ἐστι κατηγορούμενον τῶν ὑπὸ τὸ κείμενον εἶδος εἰδῶν. εἰ γὰρ καὶ τὸ ὡς εἶδος κείμενον εἴη αὐτῶν ἐν τῷ τί ἐστι κατηγορούμενον καὶ τὸ ἀποδοθὲν ὡς γένος τοῦ εἴδους τούτου, δῆλον ὡς ἐκεῖνα ὑπὸ δύο γένη ἔσται, ἃ δεήσει ὑπ’ ἄλληλα εἶναι· ὅταν γάρ τι ᾖ ἐν πλείοσι γένεσιν, ἐκεῖνα ἐδείχθη ὑπ’ ἄλληλα ὄντα. εἰ δὴ καὶ τὰ δύο γένη τῶν αὐτῶν ὄντα δεῖ ὑπ’ ἄλληλα εἶναι καὶ οὐκ ἔστιν ὑπὸ τὸ εἶδος τὸ ἀποδοθὲν αὐτοῦ γένος, λείπεται τοῦτο ἐκείνου γένος εἶναι· εἰ δὲ τοῦτο οὕτως, εἴη ἂν αὐτοῦ γένος τὸ ἀποδεδομένον. οἷον εἰ εἴη ἀποδεδομένον τοῦ ὀρνέου τὸ πτηνὸν ζῷον γένος καὶ εἰ ἔστι ζητοῖτο, ἐπεὶ τὸ ὄρνεον γένος ἐστὶ τοῦ τε κόρακος 〈καὶ τοῦ ἀετοῦ〉 καὶ τῶν ἄλλων τῶν τούτοις ἀντιδιαιρουμένων καὶ τούτων ἐν τῷ τί ἐστι καὶ τὸ πτηνὸν ζῷον κατηγορεῖται ὥσπερ καὶ τὸ ὄρνεον, δῆλον 〈ὡς〉 καὶ τὸ πτηνὸν ζῷον γένος ἂν εἴη τοῦ ἀετοῦ· ἔστι δὲ αὐτοῦ γένος καὶ τὸ ὄρνεον· δεῖ ἄρα τούτων, τοῦ τε ὀρνέου καὶ τοῦ ζῴου πτηνοῦ, ἐπεὶ τοῦ αὐτοῦ γένη ἐστί, τὸ ἕτερον ὑπὸ τὸ ἕτερον εἶναι. οὐκ ἔστι δὲ τὸ ζῷον πτηνὸν ὑπὸ τὸ ὄρνεον· ἐπὶ πλέον γάρ ἐστιν αὐτοῦ· λείπεται ἄρα τὸ ὄρνεον ὑπὸ τὸ ζῷον πτηνὸν ὡς ὑπὸ τὸ γένος εἶναι. ὁ μὲν οὖν ἀνασκευαστικὸς ἐπὶ τῶν προειρημένων τόπος δόξει ὁ αὐτὸς εἶναι τῷ πρώτῳ πάντων μᾶλλον εἰρημένῳ, δι’ οὗ ἠξίου ἐπιβλέπειν ἐπὶ πάντα τὰ συγγενῆ τῷ ὡς εἴδει τινὸς γένους τεθέντι, εἴ τινος αὐτῶν τὸ ἀποδοθὲν γένος μὴ κατηγορεῖται. προσκείμενος δὲ αὐτῷ ὁ κατασκευαστικὸς ἄλλον αὐτὸν ἐποίησεν.

“再次,在所设定的种作为属而被述说的事例上。” 他在指明了如何根据作为属而被指定者的诸属来推翻或确立被指定者是所探讨之物的属之后,现在反过来,根据作为种而被指定者来传授诸论题,通过它们我们将既能推翻也能确立其所指定的属。因为,如果被设定在某个属之中的种本身是某些事物的属,就必须查明,对于该种作为属的那些事物,其所指定的属是否也是[属]。因为如果所指定的属本身,或其诸属之一,显然没有在处于作为种而从属于它者之下的诸种的本质上被述说,那么很显然,所指定的就不会是属。因为如果它是所探讨之物的属,显然它本身及其所有属就都会在该种之下的诸项的本质上被述说,正如被设定为种的事物一样;因为所有更具属性的事物,都在最低物种及其下之项的本质上被述说。因此,对于推翻而言,若发现作为属而被指定者本身或其诸属之一未在所指定的种之下的诸种的本质上被述说,这是有用的。因为如果知识未在美德之下的诸种(例如勇敢、节制或任何其他美德)上被述说,它就不会是美德的属。相反,对于确立而言,若发现所指定的属在所设定的种之下的诸种的本质上被述说,这是有用的。因为如果既被设定为种的事物在它们的本质上被述说,作为该种之属而被指定的事物也在[它们的本质上被述说],显然那些事物将处于两个属之下,而这两个属必须相互从属;因为当某物处于多个属中时,已经证明那些属是相互从属的。既然作为相同事物的两个属的它们必须相互从属,并且其所指定的属并不处于该种之下,那么剩下的就是前者是后者的属;而如果这是如此,所指定者就会是它的属。例如,如果有人把有翼动物指定为鸟的属,而正在探讨它是否是属;既然鸟是乌鸦、鹰以及与它们相对划分的其他事物的属,而且在这些事物的本质上有翼动物也同鸟一样被述说,显然有翼动物也会是鹰的属;但鸟也是鹰的属;因此在鸟和有翼动物之中,既然它们是同一事物的诸属,其一就必须从属于另一。但有翼动物并不从属于鸟,因为它的外延比鸟更广;因此剩下的就是鸟从属于作为属的有翼动物。因此,关于上述内容的推翻性论题,似乎与在所有论题中最早被表述的那个论题是相同的,他在那里要求注视与被设定为某个属之种的事物同族的所有事物,看所指定的属是否没有被述说于它们中的某一个;但是确立性论题被附加于其上,便使它成为了另一个论题。

语法注3 条
  1. 4.19εἰ ὧν τοῦτο γένος ἐστί, τούτων καὶ τὸ ἀποδοθὲν αὐτοῦ γένος

    关系代词从句 ὧν τοῦτο γένος ἐστί(“此物作为其属的那些事物”)的先行词是其后的 τούτων,从句末尾省略了系动词 ἐστί(或 γένος ἐστί)。句式结构为:“查明在它作为属的那些事物(ὧν)上,它所指定的属是否也[是属](τούτων καὶ...)”。

  2. 4.19εἰ γὰρ ἢ αὐτὸ τὸ γένος τὸ ἀποδοθὲν μὴ κατηγορεῖται [ἢ] προδήλως τῶν εἰδῶν [ἢ] ἐν τῷ τί ἐστι τῶν ὑπὸ ὑποκειμένου αὐτῷ ὡς εἴδους ἢ τῶν γενῶν τι τῶν τούτου

    在瓦利斯(Wallies)校勘本中被放入方括号的两个 [ἢ] 为传抄衍文。主语的骨架由相关连词 ἢ... ἤ... 构成:ἢ αὐτὸ τὸ γένος τὸ ἀποδοθὲν ... ἢ τῶν γενῶν τι τῶν τούτου(“或者所指定的属本身……或者其诸属之一”)。谓语动词 μὴ κατηγορεῖται 带状语修饰语 προδήλως ἐν τῷ τί ἐστι(“显然在本质上”)并支配属格补足语 τῶν εἰδῶν τῶν ὑπὸ ὑποκειμένου αὐτῷ ὡς εἴδους(“在处于作为种而从属于它者之下的诸种上”)。

  3. 4.19πρὸς μὲν οὖν ἀνασκευὴν χρήσιμον εὑρεθὲν τὸ ὡς γένος ἀποδοθὲν μὴ κατηγορούμενον

    表语形容词 χρήσιμον 之后省略了系动词 ἐστί。句子的主语是中性分词短语 εὑρεθὲν τὸ ὡς γένος ἀποδοθὲν μὴ κατηγορούμενον(“发现作为属而被指定者未被述说”),被动分词 εὑρεθέν 带有补充被动分词 μὴ κατηγορούμενον,起到名词化事态的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:312.9-313.19