← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§311.3-312.8

通过排除同级种确立属的方法

对亚里士多德《论题篇》卷四第2章(122a19)的注释。亚历山大解释了当所指定的属究竟是否属于主体本身存疑时,如何通过确立更高的属并在其下排除其他对立种的方法,来确立该属既属于主体且在其本质上被述说(以行走与位移、正义与德性、灵魂与形式等为例)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.18

" Εἰ δὲ τὸ ἁπλῶς ὑπάρχειν ἀμφισβητεῖται." Δείξας, εἰ ὑπάρχειν μὲν ὁμολογοῖτο τὸ ἀποδοθὲν ὡς γένος τινός, ἀμφισβητοῖτο δὲ εἰ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖται, πῶς οἷόν τε δεῖξαι ὅτι καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖται, δείκνυσιν, εἰ καὶ αὐτὸ τοῦτο ἀμφισβητοῖτο τὸ ὑπάρχειν τὸ ἀποδοθὲν γένος, πῶς δυνησόμεθα αὐτὸ δεῖξαι ὑπάρχον τε καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον. εἰ γὰρ εἴη τοῦ κατηγορεῖσθαι τεθέντος ὡς γένους ἐν τῷ τί ἐστί 〈τι〉 κατηγορούμενον, φησὶ δεῖν ζητεῖν εἰ μὴ ἄλλο τι τῶν εἰδῶν τῶν ὑπὸ τὸ γένος τὸ ἀνωτέρω ἐν τῷ τί ἐστι τοῦ προκειμένου κατηγορούμενον ὑπάρχει τε καὶ κατηγορεῖται αὐτοῦ.1 εἰ γὰρ μηδὲν ἄλλο τῶν ἐκείνου τοῦ γένους εἰδῶν ὑπάρχοι αὐτῷ, τὸ ἀποδοθὲν ἂν ὡς γένος ὑπάρχοι τε αὐτῷ καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγοροῖτο, ἐπειδὴ δέδεικται ὅτι τὸ ὑπὸ τὸ γένος ὂν ἀνάγκη τινὸς τῶν εἰδῶν αὐτοῦ μετέχειν, εἰ μὴ εἴη τῶν ἐκ τῆς πρώτης διαιρέσεως τοῦ γένους.2 ὥστε καὶ τὸ προκείμενον, εἰ δοίημέν τινος μετέχειν τῶν εἰδῶν τοῦ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορουμένου, ἐπειδή ἐστιν ὑπὸ τὸ κοινὸν γένος, οὐδενὸς δὲ ἄλλου μετέχει, τούτου ἂν μετέχοι τοῦ ἀποδοθέντος αὐτοῦ ὡς γένους, καὶ εἴη ἂν αὐτοῦ γένος τοῦτο. οἷον εἰ τῆς βαδίσεως γένος ἀπέδωκε τὴν φορὰν καὶ εἴη ζητούμενον εἰ κατηγορεῖται ὅλως ἡ φορὰ τῆς βαδίσεως, ἂν τὸ γένος λαβόντες τῆς φορᾶς (τοῦτο δέ ἐστιν ἡ κίνησις) εὕρωμεν καὶ τὴν κίνησιν ἐν τῷ τί ἐστι τῆς βαδίσεως κατηγορουμένην, καὶ ἐπὶ τούτοις λαβόντες τὰ ἄλλα εἴδη τῆς κινήσεως τὰ ἀντιδιαιρούμενα τῇ φορᾷ δείξωμεν ὅτι μηδὲν αὐτῶν ὑπάρχει τῇ βαδίσει (οὔτε γὰρ ἡ ἀλλοίωσις οὔτε ἡ αὔξησις οὔτε ἡ μείωσις οὔτε ἡ γένεσις οὔτε ἡ φθορὰ ὑπάρχει αὐτῇ), δεδειχότες ἂν εἴημεν ὅτι ἡ φορὰ ὑπάρχει τε αὐτῇ καὶ ἐν τῷ τί ἐστιν αὐτῆς κατηγορεῖται καὶ ἔστιν αὐτῆς γένος. καὶ ἔχοι ἂν ὁ λόγος οὕτως· ἡ βάδισις, ἐπεὶ ἔστι κίνησις, εἴη ἂν ἤτοι αὔξησις ἢ μείωσις ἢ ἀλλοίωσις ἢ γένεσις ἢ φθορὰ ἢ φορά· οὐκ ἔστι δὲ οὔτε αὔξησις οὔτε μείωσις οὔτε ἀλλοίωσις οὔτε γένεσις οὔτε φθορά· φορὰ ἄρα ἐστίν. εἰ γὰρ μὴ φορά, οὐδὲ κίνησις· τὸ γὰρ ἐν γένει τινὶ ὂν ἀνάγκη τινὸς μετέχειν αὐτοῦ τῶν εἰδῶν· ἔστι δὲ κίνησις· φορὰ ἄρα. ἁπλούστερον δὲ χρὴ πάλιν ἀκούειν τῆς τε κινήσεως ὡς γένους καὶ τῶν ὑπ’ αὐτὴν ὡς εἰδῶν.3 δεικνύοιτο δ’ ἂν οὕτως ἡ δικαιοσύνη ἀρετή, ἐπειδὴ ἡ ἕξις μὲν ἡ προαιρετικὴ αὐτῆς ἐν τῷ τί ἐστι κατηγορεῖται, οὖσα δὲ ἕξις προαιρετικὴ οὐκ ἔστι κακία, ἕξεως δὲ εἴδη ἀρετή τε καὶ κακία. καὶ ὁ τρία δὲ περιττὸς ἀριθμός, ἐπεὶ ἀριθμὸς ὢν οὐκ ἔστιν ἄρτιος. ἔτι ἡ ψυχὴ εἶδος, ἐπεὶ οὐσία οὖσα οὐκ ἔστιν ὕλη.

“但是,如果所争论的是其单纯的从属。” 他在指明了,若人们同意作为某物的属而被指定者从属于该物,但所争论的是它是否在该物的本质上被述说时,如何可能证明它也在该物的本质上被述说之后,接着表明,如果作为属而被指定者从属于该物这件事情本身受到争论,我们将如何能够证明它既从属于它,又在本质上被述说。因为如果存在某个在本质上被述说于那个被假定作为属而被述说者的事物,他说就必须探究,在所探讨之物的本质上被述说的更高一级属之下的诸种中,是否没有任何其他种从属于该物并被述说于它。因为如果在那个属的诸种中没有任何其他种从属于它,那么作为属而被指定者就将既从属于它,又在其本质上被述说;因为已经证明,处于属之下的事物必然分有该属诸种中的某一种,除非它是属于属的第一级划分之物。因此所探讨的事物也是如此,如果我们承认它分有了在其本质上被述说之物的诸种中的某一种(因为它处于公共的属之下),而它又不分有任何其他种,那么它就必然分有作为其属而被指定的这一项,并且这一项就是它的属。例如,如果有人把位移指定为行走的属,而所探究的是位移是否在任何意义上被述说于行走:如果我们取得位移的属(这就是运动),并且发现运动也在行走的本质上被述说,并且在这些之外,取得与位移相对划分的运动的其他诸种,证明它们没有一个从属于行走(因为性质变化、增加、减少、产生和消灭都不从属于它),那么我们将已经证明位移既从属于它,在其本质上被述说,并且是它的属。而论证将是这样:行走既然是运动,它就或是增加,或是减少,或是性质变化,或是产生,或是消灭,或是位移;但它既不是增加也不是减少,不是性质变化,不是产生也不是消灭;所以它是位移。因为如果它不是位移,它也就不是运动;因为处于某个属之中的事物必然分有它的诸种中的某一种;但它是运动;所以它是位移。然而,必须再次以较为朴素的方式理解运动作为属以及其下的诸项作为种。以同样的方式,正义也能被证明是美德,因为出于选择的性状在其本质上被述说于正义,而且它虽是出于选择的性状却不是恶习,而性状的诸种是美德和恶习。三也是奇数,因为它是数却不是偶数。再者,灵魂是形式,因为它是实体却不是质料。

语法注3 条
  1. 4.18εἰ μὴ ἄλλο τι τῶν εἰδῶν τῶν ὑπὸ τὸ γένος τὸ ἀνωτέρω ἐν τῷ τί ἐστι τοῦ προκειμένου κατηγορούμενον ὑπάρχει τε καὶ κατηγορεῖται αὐτοῦ

    小词 εἰ 引出依附于主句 ζητεῖν 的间接疑问从句(“是否……”),μή 为从句内的否定词。带冠词 τό 的分词短语 ἀνωτέρω ἐν τῷ τί ἐστι τοῦ προκειμένου κατηγορούμενον(中性宾格单数)修饰 τὸ γένος,而 ἄλλο τι τῶν εἰδῶν 作为主语支配谓语动词 ὑπάρχει τε καὶ κατηγορεῖται αὐτοῦ。

  2. 4.18εἰ μὴ εἴη τῶν ἐκ τῆς πρώτης διαιρέσεως τοῦ γένους

    该条件从句对前述命题(“处于属之下的事物必然分有该属诸种中的某一种”)提出例外限制。短语 τῶν ἐκ τῆς πρώτης διαιρέσεως 作表语性属格,意为“属于由第一级划分所直接产生的诸事物”,指出除非该事物本身就是初次划分出的直接种,否则它必然分有划分出的某一种。

  3. 4.18ἁπλούστερον δὲ χρὴ πάλιν ἀκούειν τῆς τε κινήσεως ὡς γένους καὶ τῶν ὑπ’ αὐτὴν ὡς εἰδῶν

    动词 ἀκούειν 在此支配属格 τῆς κινήσεως,与 ὡς γένους 连用,表示“将……理解/领会为……”。比较级副词 ἁπλούστερον 意为“更为朴素地/通俗地”,说明此处将运动视作属、将其下诸形态视作种,应当在通常且简化的意义上理解,而非严格的本体论界定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:311.3-312.8