- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:309.16-311.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《论题篇》卷四第2章(122a7–122a9),阐明了属不可能分有其种这一论题,并解释了如何通过考察属的上位属或下位种是否在本质上被述说,从而反向确立(而不是反驳)一个属的方法。
" Πάλιν εἰ μετέχει τὸ γένος τοῦ εἴδους, ἢ αὐτὸ ἢ τῶν ἐπάνω τι γενῶν." Δείκνυσι διὰ τούτου ὅτι, εἰ εἴη τὸ γένος τὸ ἀποδοθὲν ἤ τι τῶν τοῦ ἀποδοθέντος ὡς γένους γενῶν μετέχον τοῦ ὡς εἴδους τεθέντος καὶ ἐπιδέχεται αὐτοῦ τὸν λόγον, ἀδύνατον τὸ ἀποδοθὲν αὐτοῦ γένος εἶναι τῷ μηδὲν τῶν ἐπάνω τὸν τῶν ὑπ’ αὐτὰ λόγον ἀναδέχεσθαι.1 οὐ γὰρ οἷόν τε τὸν ἀετὸν γένος τοῦ ζῴου λέγειν, ὅτι μὴ μόνον ὁ ἀετὸς τοῦ ζῴου μετέχει ἀλλὰ καὶ τὰ γένη αὐτοῦ, τό τε ζῷον πτηνὸν καὶ τὸ ὄρνεον. φθάνει δὲ τὸν τόπον τοῦτον προειρηκέναι δι’ ὧν εἶπε “πάλιν εἰ ἀνάγκη ἢ ἐνδέχεται τοῦ τεθέντος ἐν τῷ γένει μετέχειν τὸ γένος”. πρόσκειται δὲ ἐν τούτῳ τὸ ‘κἂν τῶν ἐπαναβεβηκότων τι τοῦ ἀποδοθέντος ὡς γένους’. δοκεῖ δὲ καὶ ἔξωθεν παρεμβεβλῆσθαι ὁ τόπος οὗτος· τὰ γὰρ ἐπιφερόμενα ἀκόλουθά ἐστι τῷ πρὸ τούτου εἰρημένῳ τόπῳ τῷ “σκοπεῖν δὲ καὶ τὸ γένος τοῦ ἀποδοθέντος γένους”. εἰπὼν γὰρ δι’ ἐκείνου τὴν ἀνασκευὴν τοῦ γένους, πῶς ἂν γένοιτο λαμβανομένων τῶν τοῦ ἀποδοθέντος γένους γενῶν, ἑξῆς ἐπιφέρει δεικνὺς πῶς οἷόν τε δι’ αὐτῶν τούτων πάλιν κατασκευάζειν ὅτι τὸ ἀποδοθέν ἐστι γένος.
“再次,如果属分有了种,无论是其自身还是某个更高的属。” 他通过这一点表明,如果被指定的属、或是被作为属指定之物的诸属之一,分有了被设定为种的事物并接受其定义,那么所指定之物绝不可能是它的属,因为任何更高层次的事物都不接受其下事物的定义。因为人们不能说鹰是动物的属,因为不仅鹰分有动物,而且它的诸属——即有翼动物和鸟——也[分有动物]。而他早先通过“再次,如果属必然或可能分有被置于属之下的事物”这句话,已经预先说过了这个论题。而在这一段中补充的是:“即便被作为属指定之物的更高层次者之一[分有]”。这个论题看起来也像是从外部插入的;因为接下来的内容是紧接着在此之前所说的论题——即“还必须审视被指定的属的属”。因为他在通过那一论题说明了属的反驳(即在选取被指定的属的诸属时反驳如何成立)之后,紧接着提出论述,表明如何能够通过这同一些事物反过来确立所指定的项确实是属。
"Ἀνασκευάζοντι μὲν οὖν καθάπερ εἴρηται χρηστέον." Πάνυ ἐντέχνως δείκνυσι τὴν τοῦ γένους κατασκευὴν ἔμπαλιν τῇ ἀνασκευῇ γινομένην τῇ προειρημένῃ πρὸ τοῦ τελευταίου κειμένου τόπου. ἡ μὲν γὰρ ἀνασκευὴ ἦν· εἴ τι τῶν τοῦ ἀποδοθέντος ὡς γένους ἐν τῷ τί ἐστι κατηγορουμένων μὴ κατηγοροῖτο καὶ κατὰ τοῦ ἐν γένει τεθέντος αὐτῷ, οὐκ ἂν εἴη τὸ ἀποδοθὲν γένος αὐτοῦ. ἡ δὲ κατασκευὴ ἡ νῦν λεγομένη· εἰ τὸ ἀποδοθὲν γένος τινὸς κατηγοροῖτο μὲν αὐτοῦ, ζητοῖτο δὲ εἰ ὡς γένος καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται, ζητητέον εἴ τι τῶν τοῦ κατηγορουμένου ἐν τῷ τί ἐστι κατηγορουμένων, τοῦτ’ ἔστιν εἴ τι γένος ὂν αὐτοῦ κατηγορεῖται ἐν τῷ τί ἐστι κατὰ τοῦ ὑποκειμένου αὐτῷ· ἂν γὰρ οὕτως τι κατηγορούμενον αὐτοῦ εὑρεθῇ, καὶ τὸ ἀποδεδομένον αὐτοῦ ὡς γένος ἐν τῷ τί ἐστι κατηγορηθήσεται. οὗ γὰρ κατηγορούμενον ἐν τῷ τί ἐστί 〈τι〉 κατηγορεῖται κατά τινος ὑποκειμένου αὐτῷ ἐν τῷ τί ἐστιν, ἀνάγκη καὶ αὐτὸ τοῦτο ἐν τῷ τί ἐστιν ἐκείνου τοῦ ὑποκειμένου αὐτῷ κατηγορεῖσθαι.2 ἂν γὰρ ἕν τι ἢ τῶν ἐπάνω τε καὶ γενῶν τοῦ ἀποδοθέντος ὡς γένους ἢ τῶν ὑπ’ αὐτὸ καὶ εἰδῶν αὐτοῦ κατηγορούμενον δειχθῇ τινος ἐν τῷ τί ἐστιν, ἀνάγκη καὶ τὰ ἄλλα πάντα πρὸς ἄλληλα οὕτως ἔχειν ὡς τὰ μὲν γένη εἶναι τὰ δὲ εἴδη καὶ ἐν τῷ τί ἐστι τοῦ αὐτοῦ κατηγορεῖσθαι, δῆλον ὅτι ἂν ὅλως ᾖ κατηγορούμενά τε καὶ ἀληθευόμενα κατ’ αὐτοῦ· ὃ ἐδήλωσε καὶ αὐτὸς πάλιν διὰ τοῦ προσθεῖναι τὸ ὧνπερ κατηγορεῖται. καὶ ὅτι τοῦτο οὕτως ἔχει, δι’ ἐπαγωγῆς φησι δεῖν δεικνύναι· οὐδαμοῦ γὰρ διαφωνοῦν εὑρεθήσεται. οὕτως δεικνύοιτ’ ἂν τῆς ἀρετῆς γένος ἡ διάθεσις· κατηγορεῖται μὲν γὰρ αὐτῆς· ὅτι δὲ καὶ ἐν τῷ τί ἐστι, δῆλον ἐκ τοῦ τὴν ποιότητα γένος οὖσαν τῆς διαθέσεως καὶ ἐν τῷ τί ἐστιν αὐτῆς κατηγορουμένην κατηγορεῖσθαι καὶ τῆς ἀρετῆς ἐν τῷ τί ἐστιν· ἡ γὰρ ἀρετὴ ποιότης. καὶ τὸ ὄρνεον τοῦ ἀετοῦ γένος, ὅτι τὸ τοῦ ὀρνέου γένος, τὸ ζῷον, ἐν τῷ τί ἐστι τοῦ ἀετοῦ κατηγορεῖται.
“因此在反驳时,应当如前所述那样使用。” 他极为精巧地表明,属的确立与最后给出的论题之前所预先说明的反驳恰好是反向进行的。因为反驳是这样的:如果在本质上被述说于作为属被指定之物的诸项中,有任何一项没有同时被述说于被置于作为属的它之下的事物,那么所指定的项就不会是它的属。而现在所说的确立则是:如果某物被指定的属确实被述说于它,但需要探究它是否作为属且在本质上被述说,那么就应当探究,在本质上被述说于被述说者的诸项中,是否有任何一项(也就是作为其属的某物)在本质上被述说于其下的基底;因为如果发现有某个这样被述说的事物,那么作为属被指定于它的项也将会在本质上被述说。因为某物若有某个在本质上被述说之物,在本质上被述说于某个隶属于它的基底,那么此物本身也必然在本质上被述说于隶属于它的那个基底。因为如果被作为属指定之物的更高诸属、或者其下的诸种中,有任何一个被证明在本质上被述说于某物,那么所有其他事物也必然彼此保持这样的关系,即一些是属,另一些是种,并且在本质上被述说于同一事物——显然前提是它们完全被述说且真实适用于它;这一点他自己也通过补充“凡它们被述说于其上的事物”再次指明了。而之所以如此,他说必须通过归纳来证明;因为在任何地方都不会发现有不符之处。以此方式,性状能够被证明是美德的属;因为它的确被述说于美德;而它在本质上也[被述说],则显然由于性质作为性状的属且在本质上被述说于性状,也同样在本质上被述说于美德;因为美德是性质。鸟也是鹰的属,因为鸟的属——动物——在本质上被述说于鹰。
- 4.16τῷ μηδὲν τῶν ἐπάνω τὸν τῶν ὑπ’ αὐτὰ λόγον ἀναδέχεσθαι
带冠词的不定式与格(τῷ + 不定式)表示原因:“由于任何更高层次的事物都不接受其下事物的定义”,为前文的 ἀδύνατον(不可能)提供理由。
- 4.17οὗ γὰρ κατηγορούμενον ἐν τῷ τί ἐστί 〈τι〉 κατηγορεῖται κατά τινος ὑποκειμένου αὐτῷ ἐν τῷ τί ἐστιν, ἀνάγκη καὶ αὐτὸ τοῦτο ἐν τῷ τί ἐστιν ἐκείνου τοῦ ὑποκειμένου αὐτῷ κατηγορεῖσθαι.
关系代词 οὗ 为属格,修饰从句主语 〈τι〉 κατηγορούμενον ἐν τῷ τί ἐστι(“某物关于本质被述说的某事物”)。主句的 αὐτὸ τοῦτο 指代 οὗ 所代表的先行词(中介谓项),而 ἐκείνου τοῦ ὑποκειμένου αὐτῷ 则指隶属于它的底层基底,构成了本质述说之传递性的句式骨架。
