← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§308.20-309.15

通过被指定之属的更高属审视与驳斥属

亚历山大阐释了亚里士多德《论题篇》第四卷第二章(122a3)中“审视被指定的属的属”这一论题,列举了因更高层次的属不能在本质上被述说而予以驳斥的诸实例,并说明这一原则不可换位,因为上位属的述说并不意味着其下属的所有种都能述说于同一主体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.15

" Σκοπεῖν δὲ δεῖ καὶ τὸ γένος τοῦ ἀποδοθέντος γένους." Ὁ τόπος σαφής· ἐπεὶ γὰρ τό τινος γένος καὶ τῶν ὑπ’ ἐκεῖνο τὸ εἶδος [ἤτοι γένος] πάντων1 ἐν τῷ τί ἐστι κατηγορεῖται (τὸ γὰρ τοῦ ὀρνέου γένος πάντων καὶ τῶν ὑπὸ τὸ ὄρνεον εἰδῶν τε καὶ ἀτόμων, οὐ μόνον τοῦ ὀρνέου), κατηγορεῖται κατὰ τοῦ τεθέντος ἐν τῷ γένει αὐτό τε καὶ τὰ τούτου πάλιν γένη, ἀλλὰ καὶ ἐν τῷ τί ἐστι. κἄν που διαφωνῇ καί τι τῶν κατηγορουμένων τοῦ ἀποδοθέντος γένους μηκέτι καὶ κατὰ τοῦ τεθέντος ἐν τῷ γένει τούτῳ κατηγορῆται ἐν τῷ τί ἐστιν, οὐ ῥητέον γένος αὐτοῦ εἶναι τὸ ἀποδοθέν. οὕτως δειχθήσεται τῆς αἰδοῦς οὐκ ἂν γένος ἡ ἀρετή· τῆς γὰρ ἀρετῆς γένος ἡ ἕξις οὖσα οὐ κατηγορεῖται τῆς αἰδοῦς· οὐ γὰρ ἕξις ἡ αἰδὼς ἀλλὰ πάθος. ἀλλ’ οὐδὲ τῆς ἐγκρατείας ἡ ἀρετή, ἐπεὶ ἡ βελτίστη ἕξις οὐ κατηγορεῖται αὐτῆς· οὐ γὰρ βελτίστη ἕξις ἡ ἐν φαύλαις ἐπιθυμίαις, κατὰ δὲ πάσης ἀρετῆς ἡ βελτίστη ἕξις ἐν τῷ τί ἐστιν· οὐ γὰρ μόνον ἕξις ἡ ἀρετὴ ἀλλὰ καὶ βελτίστη, ἐπεὶ ἕξις γε καὶ ἡ κακία. ἀλλ’ οὐδὲ τῆς χιόνος τὸ λευκόν, ὅτι μηδὲ ἡ ποιότης, ὅ ἐστι γένος τοῦ λευκοῦ· οὐδὲ τὸ γλυκὺ μέλιτος, ὅτι μηδὲ ὁ χυμός. τοῦτο μὲν οὖν ὑγιὲς τὸ τὰ τοῦ ἀποδοθέντος γένους γένη πάντως ὀφείλειν ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τοῦ ὑπὸ τὸ γένος. οὐ μὴν ἀντιστρέφει· οὐ γάρ, εἴ τι τῶν ἐπάνω ἐν τῷ τί ἐστί τινος κατηγορεῖται, ἤδη καὶ πάντα τὰ ὑπ’ αὐτὸ ἐν τῷ τί ἐστι τοῦ αὐτοῦ κατηγορηθήσεται. τῷ γὰρ τὰ ἐναντία ὑπὸ ταὐτὸ εἶναι γένος2 τῶν ἐναντίων κατηγορηθήσεται ἓν ἐν τῷ τί ἐστι, οὐ μὴν καὶ τὰ ἐναντία ἄμφω ὧν γένος ἐκεῖνο. εἰ γὰρ καὶ τοῦ λευκοῦ τὸ μὲν χρῶμα ἐν τῷ τί ἐστι κατηγορεῖται, οὐ μὴν καὶ τὸ μέλαν· καίτοι καὶ κατὰ τοῦ μέλανος τὸ χρῶμα· γένος γὰρ οὐδὲν ἧττον κἀκείνου. ὁμοίως καὶ ἀδικίας ἡ μὲν ἕξις κατηγορεῖται, οὐκέτι δὲ καὶ ἡ ἀρετὴ οὖσα ὑπὸ τὴν ἕξιν, ὅτι ἡ κακία.

“还必须审视被指定的属的属。” 这一论题是明晰的。因为某物的属在“是什么”(本质)上也被述说于处于那个种[或属]之下的所有事物(因为鸟的属不仅[被述说于]鸟,也被述说于鸟之下的所有种和个体),所以〔该属〕本身以及它的诸属进而也都被述说于置于该属之下的事物,而且是在本质上[被述说]。如果在某个地方出现不符,且被指定的属所被述说的诸项中,有某项不再在本质上被述说于置于该属之下的事物,就不能说所指定的是它的属。以此方式将能证明美德不会是羞耻的属;因为作为美德之属的状态并不被述说于羞耻;因为羞耻不是状态而是情状。但美德也不是自制的[属],因为最善的状态并不被述说于它;因为处于卑劣欲望之中的[状态]并不是最善的状态,而对于每一种美德,最善的状态都在本质上[被述说];因为美德不仅是状态,而且是最善的[状态],毕竟恶德也同样是状态。白也不是雪的[属],因为作为白的属的性质也并不[被述说于雪];甜也不是蜜的[属],因为风味也并不[被述说于蜜]。因此,被指定的属的诸属无论如何都必须在本质上被述说于处于该属之下者,这一原则是成立的。然而这并不能换位;因为并非如果某个更高层次的项在本质上被述说于某物,该项之下的所有事物就因此也都在本质上被述说于同一事物。因为由于对立面处于同一个属之下,对立面中的一者会在本质上被述说,但它作为其属的两个对立面绝不会都被述说。因为即使对于白,颜色在本质上被述说,黑却绝不被述说;尽管颜色也被述说于黑(因为颜色对黑而言丝毫不亚于是属)。同样,对于不正义,状态被述说,但处于状态之下的美德却不再被述说,因为恶德[被述说]。

语法注2 条
  1. 4.15τὸ γὰρ τοῦ ὀρνέου γένος πάντων καὶ τῶν ὑπ’ ἐκεῖνο τὸ εἶδος [ἤτοι γένος] πάντων

    在括号内的句子(τὸ γὰρ τοῦ ὀρνέου γένος πάντων...)中,动词 κατηγορεῖται 被省略,需根据前句(ἐπεὶ γὰρ τό τινος γένος...)予以补充。属格 πάντων ... τῶν ὑπὸ τὸ ὄρνεον εἰδῶν τε καὶ ἀτόμων 是由省略的 κατηγορεῖται 所支配的属格补足语。

  2. 4.15τῷ γὰρ τὰ ἐναντία ὑπὸ ταὐτὸ εἶναι γένος

    带有定冠词与格的中性单数 τῷ 与不定式短语(τὰ ἐναντία ... εἶναι)连用,构成表原因的与格结构(causal dative),意为“由于对立面处于同一属之下”,为主节 τῶν ἐναντίων κατηγορηθήσεται ἓν 提供理由依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:308.20-309.15