- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:304.7-305.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明快感甚至不可能是运动之下的个体,并举出数、量、动物等属种关系不成立的类似例子(121a36);随后探讨了当设定为种的事物其外延广于属时属被否定的论题(121b1),并辨析了该论题与先前论题(121a20)的逻辑差异。
" Οὐδὲ τῶν ἀτόμων." Εἰπὼν ὅτι μὴ εἶδος ἡ ἡδονὴ τῆς κινήσεως, προσέθηκεν ὅτι ἀλλ’ οὐδὲ τῶν ἀτόμων τι τῶν ὑπὸ τὴν κίνησιν ἡ ἡδονή· ὑπὸ γὰρ τὰ εἴδη τῆς κινήσεως τὰ ἄτομα τὰ ἐν αὐτῇ. εἰπὼν δὲ οὐδὲ τῶν ἀτόμων, ἐκ παραλλήλου εἶπε τὸ οὐδὲ τῶν ὑπὸ τὸ εἶδος τῆς κινήσεως ὄντων· πάντα γὰρ τὰ ἐν κινήσει ἄτομα. ὁμοίως δεικνύοιτ’ ἂν μηδὲ τῆς ψυχῆς ὁ ἀριθμὸς γένος ὤν·1 οὔτε γὰρ ὑπὸ τὴν πρώτην διαίρεσιν τοῦ ἀριθμοῦ ἡ ψυχή (πρώτη γὰρ ἀριθμοῦ διαίρεσις τὸ περιττὸν καὶ τὸ ἄρτιον, ἀλλ’ οὐ ψυχὴ ἢ περιττὸν ἢ ἄρτιον), οὐδὲ τούτων τινὸς ἡ ψυχὴ μετέχει· οὔτε γὰρ τὸν τοῦ περιττοῦ οὔτε τὸν τοῦ ἀρτίου λόγον ἐπιδέχεται. ἀλλ’ οὐδὲ τὸ σημεῖον ἢ τὸ νῦν ποσά, τῷ μήτε συνεχές τι αὐτῶν εἶναι μήτε διωρισμένον, εἰς ἃ πρῶτα ἡ τοῦ ποσοῦ διαίρεσις. οὕτως οὐδὲ τοῦ θεοῦ γένος ἄν εἴη τὸ ζῷον, εἰ ὁ θεὸς μήτε πεζόν ἐστι ζῷον μήτε πτηνὸν μήτε ἔνυδρον.
“也不属于个体。” 在说明了快感不是运动的种之后,他补充说,快感甚至也不是运动之下的任何一个个体;因为在运动中的个体是在运动的各种之下的。而通过说“也不属于个体”,他并列地表达了“也不属于运动的种之下的事物”;因为运动中的一切都是个体。同样地也可以表明,数也不是灵魂的属;因为灵魂既不处于数的第一划分之下(因为数的第一划分是奇与偶,但灵魂既非奇亦非偶),灵魂也不分有它们之中的任何一个;因为关于奇的定义与关于偶的定义,它都不接纳。再者,点或“当下”也不是量,因为它们既不是某种连续之物,也不是某种分离之物,而量的第一划分正是划分为这两者。依此类推,如果神既非陆生动物,亦非有翼动物,亦非水生动物,那么动物就不会是神的属。
"Ἔτι εἰ ἐπὶ πλέον λέγεται τοῦ γένους τὸ ἐν τῷ γένει τεθέν." Ὅτι τὸ γένος ἐπὶ πλέον τοῦ εἴδους λέγεται, γνώριμον· ἂν δὴ τὸ ἀποδοθὲν εἴδους τινὸς γένος ἐπ’ ἔλαττον λέγηται τοῦ εἴδους, δῆλον ὡς ἀδύνατον αὐτὸ ἐκείνου, οὗ ἐπ’ ἔλαττον κατηγορεῖται, γένος εἶναι. οὕτως δεικνύοις ἂν μὴ δυνάμενον τὸ ζῷον τοῦ ἐμψύχου γένος εἶναι· ἐπὶ πλέον γὰρ τὸ ἔμψυχον τοῦ ζῴου, εἴ γε τὸ ἔμψυχον καὶ κατὰ φυτῶν, ἃ οὐκ ἔστιν αἰσθητικά, ἀλλ’ οὐδὲ τὸ ὂν τοῦ δοξαστοῦ, εἴ γε τὸ δοξαστὸν καὶ κατὰ τοῦ μὴ ὄντος.2 δοκεῖ δὲ ὁ τόπος οὗτος ὁ αὐτὸς εἶναι τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ “ἔτι εἰ κατά τινος τὸ ἀποδοθὲν εἶδος ἀληθεύεται, τὸ δὲ γένος μή”, καὶ μάλιστα, ἐπεὶ καὶ τῷ αὐτῷ παραδείγματι ἐπ’ ἀμφοτέρων κέχρηται. οὐ μὴν ἀλλ’ εἴη ἄν τις αὐτῶν διαφορά. ἐπὶ μὲν γὰρ τοῦ πρώτου ῥηθέντος τόπου οὐ τῷ ἐπὶ πλέον λέγεσθαι τὸ εἶδος τοῦ γένους ἀνῃρεῖτο τὸ γένος, ἀλλὰ τῷ μὴ ἐφ’ ὧν τὸ εἶδος, καὶ τὸ γένος.3 δύναται δὲ ἐπὶ πλειόνων μὲν λέγεσθαι τὸ ἀποδοθέν τινος ὡς γένος, μὴ μέντοι κατὰ πάντων κατηγορεῖσθαι καθ’ ὧν καὶ τὸ εἶδος, ἀλλὰ κατ’ ἄλλων τινῶν. τὸ γοῦν συνεχὲς ποσὸν ἐπὶ πλειόνων μὲν κατηγορεῖται τοῦ ποσοῦ τοῦ μὴ ἐξ ἐχόντων θέσιν συγκειμένου· τὸ μὲν γὰρ συνεχὲς κατὰ πέντε, γραμμῆς, ἐπιφανείας, σώματος, τόπου, χρόνου· τὸ δὲ μὴ ἐξ ἐχόντων θέσιν κατὰ τριῶν, ἀριθμοῦ γὰρ καὶ χρόνου καὶ λόγου. οὐ μήν, ὧν τὸ μὴ ἐξ ἐχόντων θέσιν κατηγορεῖται, καὶ τὸ συνεχὲς πάντων· οὔτε γὰρ τοῦ ἀριθμοῦ οὔτε τοῦ λόγου. διὸ οὐχ οἷόν τε τὸ συνεχὲς αὐτοῦ γένος εἶναι. τὸ δὲ νῦν ἀναίρεσιν ποιεῖται τοῦ γένους τῷ ἐπὶ πλέον αὐτοῦ λέγεσθαι τὸ ὡς εἶδος λαμβανόμενον, ὡς τὸ ἔμψυχον τοῦ ζῴου. διὸ καὶ οἰκειότερον ἂν εἴη τούτῳ τῷ τόπῳ μᾶλλον τὸ τοῦ ὄντος καὶ τοῦ δοξαστοῦ παράδειγμα· ἐπὶ πλέον γὰρ τὸ δοξαστόν, εἴ γε καὶ κατὰ τῶν ὄντων πάντων καὶ τῶν μὴ ὄντων. εἰ δὲ μὴ πάντα τὰ ὄντα δοξαστά, ἐκείνου ἂν εἴη τοῦ τόπου τὸ παράδειγμα οἰκεῖον.
“此外,被置于属中的事物是否比属更广泛地被言说。” 属比种更广泛地被言说,这是显而易知的;因此,如果被指定为某个种的属的事物比该种更狭窄地被言说,那么显而易见,它不可能作为它比其更狭窄地被述说者的属。以这种方式,你能够表明动物不可能是有灵魂之物的属;因为有灵魂之物比动物更广泛地被言说,既然有灵魂之物也述说植物,而植物不是有感觉的;[你同样也能表明]存在[不可能]是可知象之物的属,既然可知象之物也述说非存在。这一论题似乎与不久前所说的论题相同,即“此外,被指定的种是否对某物属实,而属却不属实”,尤其是因为他在两处使用了同一个例子。然而,它们之间或许存在着某种差异。因为在首先言说的论题中,属的被否定并不是由于种比属更广泛地被言说,而是由于种在哪些事物上[被言说],属并不也[在这些事物上被言说]。被指定为某物的属的事物可能被述说于更多事物上,然而并不被述说于种所被述说的一切事物上,而是述说于另外某些事物上。至少,连续的量被述说于比非由具位置之物构成的量更多的事物上;因为连续的量被述说于五种事物(线、面、体、空间、时间),而非由具位置之物构成的量被述说于三种事物(数、时间、言辞)。然而,凡是非由具位置之物构成的量所被述说的事物,连续的量并非全都对其被述说;因为它既不被述说于数,也不被述说于言辞。因此,连续的量不可能成为它的属。而当下的论题则是通过被当作种的事物比属更广泛地被言说,从而对属进行否定,正如相对于动物的有灵魂之物那样。因此,“存在”与“可知象之物”的例子毋宁说更切合这一论题;因为可知象之物更广泛地被言说,既然它既述说所有的存在者,也述说非存在者。但如果并非所有的存在者都是可知象的,那么该例子就会切合前一个论题。
- 4.10ὁμοίως δεικνύοιτ’ ἂν μηδὲ τῆς ψυχῆς ὁ ἀριθμὸς γένος ὤν
δεικνύοιτʼ ἄν 是表示潜在可能性的祈愿语气,主格分词 ὤν 作为被动动词 δεικνύω 的补足分词(意为“可以表明数不是属”)。否定词 μηδέ 修饰整个分词短语,引出紧随快感与运动之后的并列否定例证。
- 4.11ἀλλ’ οὐδὲ τὸ ὂν τοῦ δοξαστοῦ, εἴ γε τὸ δοξαστὸν καὶ κατὰ τοῦ μὴ ὄντος
省略前句主要动词和不定式(δεικνύοις ἂν μὴ δυνάμενον... γένος εἶναι)的紧缩句。后半部分的 εἴ γε 从句中同样省略了述谓动词(κατηγορεῖται 或 λέγεται)。整体骨架为:“[你同样也能表明]存在[不可能]是可知象之物的属,如果可知象之物也[述说]非存在的话”。
- 4.11ἀλλὰ τῷ μὴ ἐφ’ ὧν τὸ εἶδος, καὶ τὸ γένος
由与格冠词 τῷ 引导的紧缩结构,与前面的 οὐ τῷ... 相对举。此处省略了关系代词 ὧν 的先行词(ἐπὶ τούτων)以及述谓动词(λέγεσθαι 或 κατηγορεῖσθαι)。骨架实质上是 τῷ μὴ [κατηγορεῖσθαι τὸ γένος ἐπὶ τούτων] ἐφʼ ὧν τὸ εἶδος [κατηγορεῖται],即“由于种在哪些事物上[被述说],属并不也[在那些事物上被述说]”。
