← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§305.20-307.6

属与种外延相等及同种事物对属的反驳

亚历山大解释了当属与种外延相等时属被反驳的论点(121b4),以及如果某个词项不作为在种上无差别的同种事物的属,它也不能作为该事物的属(121b15)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.12

" Πάλιν εἰ ἐπὶ ἴσων." Καὶ ὁ ἑξῆς δὲ οὗτος τόπος γνώριμος. εἰ γὰρ ἐπὶ ἴσων ἀμφότερα κατηγοροῖτο, τό τε ἀποδοθὲν γένος καὶ τὸ ὡς εἶδος ληφθέν, ἀδύνατον γένος τὸ ἀποδοθὲν εἶναι· δεῖ γὰρ ἐπὶ πλέον τὸ γένος εἶναι ὡς περιληπτικόν. διὰ τοῦτο οὔτε τὸ ὂν τοῦ ἑνὸς οὔτε τὸ ἓν τοῦ ὄντος οἷόν τε γένος εἶναι· ἑκάτερον γὰρ αὐτῶν τῷ πᾶσι τοῖς οὖσι παρέπεσθαι ἐπ’ ἴσων κατηγορεῖται. ὁμοίως δεικνύοιτ’ ἂν ὅτι μήτε ἡ ἀρχὴ τοῦ πρώτου μήτε τὸ πρῶτον τῆς ἀρχῆς γένος, εἰ ἥ τε ἀρχὴ πρῶτον καὶ τὸ πρῶτον ἀρχή. οὕτως οὐδὲ τὸ ζῷον τοῦ αἰσθητικοῦ· καὶ γὰρ ταῦτα ἐπ’ ἴσης. οὐ μόνον δὲ τὸ γένος τοῦ εἴδους ἐπὶ πλέον ἀλλὰ καὶ τῆς διαφορᾶς, ὥς φησιν· εὐλόγως· τέμνεται γὰρ τὰ γένη ὑπὸ τῶν διαφορῶν, καὶ ὑπὸ ἑκάστης διαφορᾶς εἶδός τι περιγράφεται. διὸ καὶ εἶπε στοιχεῖον εἶναι καὶ ἀρχὴν τῶν τοιούτων τόπων τὸ ἐπὶ πλέον ὀφείλειν λέγεσθαι τὸ γένος τοῦ εἴδους καὶ τῆς διαφορᾶς.1

“再次,它们是否在外延上相等地被言说。” 这接下来的论题同样是显而易知的。因为如果被指定的属与被当作种的事物两者在外延上相等地被述说,被指定的事物就不可能是属;因为属作为包含者,必须具有更广泛的外延。正因如此,存在不可能是“一”的属,“一”也不可能是存在的属;因为它们各自由于伴随一切存在者,在外延上相等地被述说。同样地可以表明,本原既不是第一者的属,第一者也不是本原的属,如果本原是第一者而第一者也是本原的话。依此类推,动物也不是有感觉之物的属;因为这些也在外延上相等。而且,正如他所说,不仅属比种具有更广泛的外延,并且属比种差也具有更广泛的外延,这是合乎情理的;因为属由种差所划分,且由各个种差界定出某种种。因此他也说,属应当比种和种差更广泛地被言说,是此类论题的要素与本原。

§4.13

"Ὁρᾶν δὲ καὶ εἴ τινος τῶν ἀδιαφόρων τῷ εἴδει μή ἐστι τὸ εἰρημένον γένος ἢ μὴ δόξαι ἄν." Ὁ τόπος *· εἰ τὸ ἀποδοθέν τινος ὡς γένος τῶν ὁμοειδῶν αὐτῷ καὶ ἀδιαφόρων κατ’ εἶδος [εἰ] μὴ εἴη γένος, οὐδ’ ἂν τούτου, οὗ ἀπεδόθη ὡς γένος, εἴη γένος· πάντα γὰρ τὰ ἀδιάφορα κατ’ εἶδος ἀλλήλοις ὑπὸ ταὐτὸν γένος. οἷον εἴ τις τὸ μέλαν τοῦ Αἰθίοπος γένος λέγοι, ἐπεὶ ἀδιάφοροι κατ’ εἶδος οἱ Αἰθίοπες ἄνθρωποι τοῖς Γαλάταις, διότι καὶ πάντες ἄνθρωποι ἀλλήλοις, μὴ κατηγορεῖται δὲ τῶν Γαλατῶν τὸ μέλαν, οὐδ’ ἂν τῶν Αἰθιόπων ὡς γένος κατηγοροῖτο. δεῖ δ’ ἐν ἀτόμοις εἴδεσι ζητεῖν τὸ εἰρημένον εἰ ἔστιν· ἐπεὶ ἐπί γε τῶν ὡς γενῶν εἰδῶν2 οὐδὲν κωλύει τινὸς τῶν ὑπὸ τὸ εἶδος γένος τι ληφθῆναι μὴ πάντων ὂν τῶν ὁμοειδῶν αὐτῷ γένος. τὰ γὰρ πτηνὰ ζῷα ὁμοειδῆ μὲν πάντα ἀλλήλοις, καθ’ ὃ πτηνά· γένος μέντοι τὸ σχιζόπτερον ἀετοῦ ἐστιν, οὐ πάντων ὂν τῶν πτηνῶν γένος. ἢ εἰ γένος ἀετοῦ ἀπεδόθη, δεῖ τῷ ἀετῷ, καθ’ ὃ ἀετός, ζητεῖν τι ὁμοειδές, οὐ καθ’ ὃ πτηνόν· εἰ μὲν γὰρ ἐπὶ πτηνῶν ἀπεδόθη, ἐπὶ πτηνῶν ἔδει ζητεῖν, εἰ δὲ ἀετοῦ, ἐπὶ ἀετῶν. εἴη δ’ ἂν οὗτος ὁ τόπος ὑπὸ τὸν πρῶτον τῶν εἰρημένων ἐν τούτῳ τῷ βιβλίῳ, δι’ οὗ ἠξίου “ἐπιβλέπειν ἐπὶ πάντα τὰ συγγενῆ” [τοῦ ζῴου] οὗ γένος ἀπεδόθη· ἂν γάρ τινι αὐτῶν μὴ ὑπάρχῃ, οὐδ’ ἂν τούτου γένος εἴη· εἰ γάρ τις ἡδονὴ μὴ ἀγαθόν, οὐδ’ ἄν τινος ἡδονῆς τὸ ἀγαθὸν εἴη γένος. ἢ ἐκεῖ μὲν ἁπλῶς ἀποδοθέντος τοῦ γένους ὡς πᾶσιν ὑπάρχοντος ἠξίου ἐπὶ τὰ ὁμοειδῆ βλέπειν, εἴ τινι ἐξ αὐτῶν μὴ ὑπάρχει· ἐνταῦθα δέ, εἰ καὶ ἀφορίσας τινὰ τῶν ἐκ τοῦ αὐτοῦ εἴδους καὶ χωρίσας ἐκείνων γένος λέγοι τοῦτο τὸ ἀποδεδομένον, ἀξιοῖ δείξαντας καὶ τἆλλα, καθ’ ὧν οὐ κατηγορεῖται τὸ ἀποδοθὲν γένος, ὁμοειδῆ τοῖς ὧν ἀποδέδωκε τὸ γένος, οὕτως τὸ γένος ἀναιρεῖν.3 οὕτως γὰρ ὅτι μὴ τῶν ἀτόμων γραμμῶν ἐστι γένος τὸ ἀδιαίρετον δεικνύοιτ’ ἄν, οὐχ ὡς ἀποδοθέντος μὲν πασῶν τῶν γραμμῶν γένους τοῦ ἀδιαιρέτου, οὐκ ἐφαρμόζοντος δὲ αὐτοῦ πάσαις, ἀλλ’ ὅτι ὧν ἀπέδωκε γένος αὐτό, αὗται ὁμοειδεῖς εἰσι ταῖς διαιρεταῖς· πᾶσα γὰρ γραμμὴ πάσῃ ὁμοειδής· πασῶν δὲ οὐχ οἷόν τε τὸ ἀδιαίρετον κατηγορεῖν. ἀνασκευάζειν μὲν οὖν οὕτως ἔστι· κατασκευάζειν δὲ δείξαντας ἑνός τινος τῶν ὁμοειδῶν τὸ ἀποδεδομένον γένος. εἰ γὰρ ἑνός, ἀνάγκη καὶ πάντων· εἰ γὰρ τοῦ Γαλάτου ἀνθρώπου γένος, εἴη ἂν καὶ πάντων, ἐπεὶ πάντες ἄνθρωποι ἀδιάφοροι κατ’ εἶδος ἀλλήλοις.

“还应审视,对于在种上无差别的事物中的某一个而言,所说的属是否不是其属,或者似乎不是。” 该论题[如下]:如果被指定为某物的属的事物,对于与它同种且在种上无差别的事物而言不是属,那么对于它被作为属指定的当事事物而言,它也不会是属;因为在种上彼此无差别的一切事物都处于同一个属之下。例如,如果有人说“黑”是埃塞俄比亚人的属,既然埃塞俄比亚人作为人与加拉太人在种上无差别,因为所有人彼此之间也无差别,而“黑”不被述说于加拉太人,那么它也不会作为属被述说于埃塞俄比亚人。但必须在最底层的种中探究所说的事项是否存在;因为在作为属的种那里,完全不妨碍该种之下某物的某种属被选取,却并不是与它同种的一切事物的属。因为有翼动物就其是有翼的而言彼此全都是同种的;然而,“具有裂翼”是鹰的属,却不是一切有翼动物的属。或者说,如果它被指定为鹰的属,就必须寻找就其是鹰而言与鹰同种之物,而不是就其是有翼而言;因为如果是就着有翼动物被指定的,就应当在有翼动物中寻找,但如果是就着鹰,就应当在鹰中寻找。这一论题可以归入本书所说的第一个论题之下,通过该论题,他要求“审视[该动物的]所有同族者”,即它被指定为其属的那个对象的〔同族者〕;因为如果它不属于它们之中的某一个,它也不会是这一个的属;因为如果有某种快感不是善,善也不会是任何快感的属。或者说,在彼处,当属被简单地指定为属于一切事物时,他要求审视同种的事物,看它是否不属于它们之中的某一个;而在此处,即使有人限定并分立出同属于一个种的事物中的某一些,并说这被指定者是它们的属,他也要求我们表明,被指定的属未被述说于其上的其余事物,与他指定该属所针对的事物乃是同种的,从而以此方式否定该属。因为以这种方式可以表明,“不可分”并不是不可分线的属,并非因为不可分被指定为所有线的属却不适用于所有线,而是因为他将其指定为其属的那些事物[=不可分线],与可分的线乃是同种的;因为每一条线与每一条线都是同种的,然而却不可能对所有的线述说不可分。因此,反驳可以这样进行;而确立则是通过表明被指定的属是同种事物中某一者的属。因为如果它是一者的属,就必然是一切者的属;因为如果它是作为人的加拉太人的属,它也会是一切人的属,既然所有人在种上彼此无差别。

语法注3 条
  1. 4.12τὸ ἐπὶ πλέον ὀφείλειν λέγεσθαι τὸ γένος τοῦ εἴδους καὶ τῆς διαφορᾶς

    冠词化不定式短语(τὸ ... ὀφείλειν λέγεσθαι)作为间接引语中不定式的主格(实际为受格主语),并支配表语受格 στοιχεῖον εἶναι καὶ ἀρχήν。属格 τοῦ εἴδους καὶ τῆς διαφορᾶς 依附于比较级短语 ἐπὶ πλέον,作比较属格。

  2. 4.13ἐπί γε τῶν ὡς γενῶν εἰδῶν

    介词 ἐπί 支配的属格短语 τῶν ... εἰδῶν 之间插入了 ὡς γενῶν(倒装语序 hyperbaton)。该短语指相对于其下的种而言充当属的中介种,ὡς γενῶν 在语义上作 εἰδῶν 的表语性修饰成分。

  3. 4.13ἀξιοῖ δείξαντας καὶ τἆλλα, καθ’ ὧν οὐ κατηγορεῖται τὸ ἀποδοθὲν γένος, ὁμοειδῆ τοῖς ὧν ἀποδέδωκε τὸ γένος, οὕτως τὸ γένος ἀναιρεῖν

    主动词 ἀξιοῖ(隐含主语为亚里斯多德)支配不定式 ἀναιρεῖν,其语义主语是由受格分词 δείξαντας 表示的泛指辩论者。分词 δείξαντας 支配双重受格结构:直接宾语是 καὶ τἆλλα(由关系从句 καθ' ὧν ... 展开),宾词补足语(表语受格)是 ὁμοειδῆ。与格短语 τοῖς ὧν 相当于 τούτοις ὧν(指示代词的紧缩/吸引),意为“与他为其指定该属的事物[同种]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:305.20-307.6