- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:302.22-304.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德在Bekker 121a27提出的论题(若一事物不能分有属之下的任何种,则它不属于该属),通过论证快感不属于运动的任何一个种(空间位移、数量变化、性质变化或实体变化),从而表明快感的属不是运动。
" Πάλιν εἰ μηδενὸς τῶν εἰδῶν ἐνδέχεται μετέχειν." Ἐπεὶ τὰ γένη διαιρεῖται εἰς τὰ προσεχῆ εἴδη, διαιρεῖται δὲ καὶ τὰ ὑπὸ τὸ γένος εἴδη πάλιν καὶ αὐτὰ ὄντα γένη τινῶν (οὐδὲν γὰρ κωλύει εἴδη τινῶν ὄντα ἄλλων πάλιν αὐτὰ εἶναι γένη, ὡς ἔχει τὸ ὄρνεον, μὴ εἰς γένη ἀλλ’ εἰς εἴδη, τοῦτ’ ἔστι τὸν κόρακα καὶ τὰ ὅμοια, διαιρούμενον, ταῦτα δὲ πάλιν εἰς τὰ ἄτομα πάντα), δῆλον ὅτι τὰ ὑπὸ τὸ γένος ὄντα μὴ κατὰ τὴν πρώτην διαίρεσιν ἀλλ’ ὑπό τι τῶν τοῦ γένους εἰδῶν ἀναγκαῖον τῶν εἰδῶν τινος μετέχειν καὶ ἀναδέχεσθαι τὸν τῶν εἰδῶν λόγον τῶν ὄντων ὑπὸ τὸ γένος τὸ ἀποδεδομένον. τὰ μὲν γὰρ προσεχῆ τοῖς γένεσιν εἴδη μόνων τῶν γενῶν μετέχει καὶ τὸν τούτων μόνων ἐπιδέχεται λόγον· τὰ δὲ μὴ προσεχῆ ἀλλὰ πλέον ἀφεστῶτα πρῶτον εἴδους τινὸς τῶν ὑπὸ τὸ γένος ὄντων ἀναγκαῖον αὐτὰ ἐπιδέχεσθαι λόγον, εἰ μέλλοι γένος αὐτῶν τὸ ἀποδοθὲν εἶναι. ἂν δή τι ὡς γένος τινὸς ἀποδοθῇ, ζητητέον εἰ τοῦτο, οὗ τὸ γένος ἀπεδόθη, μήτε κατὰ τὴν πρώτην διαίρεσίν ἐστι τοῦ ἀποδεδομένου γένους μήτε τινὸς τῶν εἰδῶν αὐτοῦ μετέχει· ἂν γὰρ οὕτως ἔχῃ, ἀδύνατον αὐτοῦ γένος εἶναι τὸ ἀποδεδομένον. οἷον εἰ λέγοι τις τὴν ἡδονὴν ἐν γένει εἶναι τῇ κινήσει, ἐπεὶ μὴ κατὰ τὴν πρώτην διαίρεσιν τῆς κινήσεώς ἐστιν ἡ ἡδονή (διαιρεῖται γὰρ προσεχῶς ἡ κίνησις εἴς τε τὴν κατὰ τόπον καὶ εἰς τὴν κατὰ ποσὸν καὶ εἰς τὴν κατὰ ποιότητα καὶ εἰς τὴν κατ’ οὐσίαν, ἀλλ’ οὐκ εἰς ἡδονήν), δεῖ τὴν ἡδονήν, εἴ ἔστιν ὑπὸ τὸ γένος, τὴν κίνησιν, τούτων τινὸς μετέχειν1 τῶν εἰδῶν τῆς κινήσεως καὶ εἶναι ἢ ὑπὸ τὴν κατὰ τόπον μεταβολὴν ἢ ὑπὸ τὴν κατὰ ποσὸν ἢ ὑπὸ τὴν κατὰ ποιότητα ἢ ὑπὸ τὴν κατ’ οὐσίαν· κείσθωσαν γὰρ νῦν καὶ ἡ γένεσις καὶ ἡ φθορὰ κινήσεις εἶναι. ἂν δὴ ὑπὸ μηδεμίαν τούτων ᾖ, οὐδ’ ἂν ὑπὸ τὴν κίνησιν ὡς ὑπὸ γένος εἴη. κοινότερον δὲ νῦν εἴδη τῆς κινήσεως λέγοιτ’ ἂν τὰ εἰρημένα· οὐ γὰρ γένος ἡ κίνησις, ἀλλὰ τῶν πολλαχῶς λεγομένων. ἀλλὰ μὴν ἡ ἡδονὴ οὔτε φορὰ ἐστιν οὐδὲ ἐπιδέχεται τὸν τῆς τοιαύτης κινήσεως λόγον, οὔτε αὔξησις ἢ μείωσις, οὔτε ἀλλοίωσις, οὔτε γένεσις ἢ φθορά· οὐδὲ κίνησις ἄρα. ὅτι μὲν γὰρ οὐκ ἔστι φθορὰ οὐδὲ αὔξησις ἢ μείωσις, πρόδηλον. ἀλλ’ οὐδὲ γένεσις ἢ φθορά· οὐ γὰρ κατ’ οὐσίαν ἐστὶ μεταβολή.23 ἀλλ’ οὐδὲ οὕτως γένεσις, ὡς λέγεται ἡ ἀναπλήρωσις· οὐ γὰρ ἡ ἡδονὴ ἀναπλήρωσίς ἐστιν, ἀλλὰ ἐπ’ ἀναπληρώσει γίνεται· οὐ ταὐτὸν γοῦν τό τε ἡδόμενον καὶ τὸ ἀναπληρούμενον· ἡ μὲν γὰρ ἀναπλήρωσις σωμάτων ἐστίν, ἡ ἡδονὴ δὲ τῆς ψυχῆς. ἔτι οὐδὲ πᾶσα ἐπὶ ἀναπληρώσει· αἱ μὲν γὰρ ἐπὶ ἀναπληρώσει προλυπηθεῖσιν ἐπιγίνονται, οὐ πᾶσα δὲ ἡδονὴ προλυπηθέντων. ἀλλ’ οὐδὲ ἀλλοίωσίς ἐστιν ἡ ἡδονὴ κατὰ πάθος οὖσα μεταβολή, ὡς ἂν δόξαιεν· οὐ γάρ, εἰ πάθος, ἤδη καὶ κατὰ πάθος μεταβολή. οὐ γὰρ ταὐτόν· ἡ γοῦν λευκότης πάθος ὂν οὐκ ἔστιν ἀλλοίωσις, ἀλλ’ ἡ λεύκανσις· οὐ ταὐτὸν δὲ λευκότης καὶ λεύκανσις· ὁμοίως δὲ οὐδὲ ἡ θερμότης ἀλλοίωσις, ἀλλὰ ἡ θέρμανσις· αὕτη γάρ ἐστιν ἡ μεταβολή. οὕτω τοίνυν οὐδ’ ἡ ἡδονὴ ἀλλοίωσις, ἐπεὶ πάθος· οὐ γὰρ τὸ πάθος ἀλλοίωσις· ἀλλὰ κατὰ πάθος τὴν ἡδονὴν εἴη τις ἂν ἀλλοίωσις, εἴπερ ἄρα, μεταβολὴ εἰς ἡδονὴν οὖσα, ἀλλ’ οὐχ ἡδονὴ ἡ μεταβολή.
“再次,是否不可能分有种[类]中的任何一个。” 既然属被划分为其近邻的种,而属之下的各种自身也是某些事物的属而再次被划分(因为没有任何事物阻止某些事物的种自身又成为其他事物的属,正如鸟的情形那样,它不是被划分为属而是被划分为种,即乌鸦及类似者,而这些又进一步被划分为所有的不可分割的个体),那么显而易见,不是依据第一划分、而是由于处于该属的某个种之下而处于属之下的事物,必然分有这些种中的某一个,并接纳处于所指定的属之下的那些种的定义。因为与属近邻的种仅分有属,并仅接纳这些属的定义;但那些不相近邻、相距较远的事物,若所指定的属将要是它们的属,就必然首先接纳处于该属之下的某种的定义。因此,如果某物被指定为某物的属,就必须探寻:被指定了属的这一事物,是否既不处于所指定的属的第一划分中,也不分有其任何一个种;因为如果情况是这样,所指定的属就不可能是它的属。例如,如果有人说快感处于运动这一属中;既然快感不处于运动的第一划分中(因为运动近邻地划分为关于位置的运动、关于数量的运动、关于性质的运动以及关于实体的运动,而不是划分为快感),那么快感如果处于运动这一属之下,就必须分有运动的这些种中的某一个,且要么处于关于位置的转变之下,要么处于关于数量的转变之下,要么处于关于性质的转变之下,要么处于关于实体的转变之下(因为现在姑且设定生成与毁灭也是运动)。如果它确实不处于这些之中的任何一个之下,它也就不会处于作为属的运动之下。(刚才所说的那些在当下是在更普遍的意义上被称为运动的种的;因为运动不是一个属,而是属于多义言说的事物)。然而快感既不是位移,也不接纳此类运动的定义,既不是增长或缩减,也不是质变,也不是生成或毁灭;因此它也不是运动。因为显而易见,它不是毁灭,也不是增长或缩减。但它也不是生成或毁灭;因为它不是关于实体的转变。而且它也不是在称补足为生成的那种意义上的生成;因为快感不是补足,而是在补足之上产生的;至少感到快乐者与被补足者并非同一事物;因为补足属于身体,而快感属于灵魂。再者,并非所有的快感都在补足之上产生;因为在补足之上的〔快感〕是于预先感到痛苦的人身上产生的,但并非所有的快感都属于预先感到痛苦的人。然而快感也不是作为依据情态的转变的质变,正如人们可能以为的那样;因为并不是说,如果是情态,它立刻也就是依据情态的转变。因为它们不是同一回事;至少白作为情态并不是质变,变白才是;而白与变白并不是同一回事;同样,热也不是质变,变热才是;因为变热才是转变。因此同样地,快感也不是质变,既然它是情态;因为情态并不是质变;毋宁说,假如有的话,或许存在着某种依据作为情态的快感的质变,它是向着快感的转变,但转变并不是快感。
- 4.9Ἐπεὶ τὰ γένη διαιρεῖται εἰς τὰ προσεχῆ εἴδη ... δῆλον ὅτι τὰ ὑπὸ τὸ γένος ὄντα μὴ κατὰ τὴν πρώτην διαίρεσιν ἀλλ’ ὑπό τι τῶν τοῦ γένους εἰδῶν ἀναγκαῖον τῶν εἰδῶν τινος μετέχειν
在以 Ἐπεὶ 开头的从属句(包含插入句 οὐδὲν γὰρ κωλύει ...)之后,主句由 δῆλον ὅτι 引出。在 δῆλον ὅτι 之后,形容词 ἀναγκαῖον[ἐστί]支配带宾格的不定式结构,其主语为宾格短语 τὰ ὑπὸ τὸ γένος ὄντα ...,不定式为 μετέχειν καὶ ἀναδέχεσθαι。
- 4.9οὐ γάρ, εἰ πάθος, ἤδη καὶ κατὰ πάθος μεταβολή.
条件从句与归结从句中均省略了系动词 ἐστί:“因为即使[快感]是情态(πάθος),也不意味着它立刻就是依据情态的转变。”
- 4.9ἀλλὰ κατὰ πάθος τὴν ἡδονὴν εἴη τις ἂν ἀλλοίωσις, εἴπερ ἄρα, μεταβολὴ εἰς ἡδονὴν οὖσα, ἀλλ’ οὐχ ἡδονὴ ἡ μεταβολή.
此处出现语序倒置(hyperbaton)。主语为 τις ἀλλοίωσις,介词短语 κατὰ πάθος τὴν ἡδονὴν(“依据作为情态的快感”)置于句首,分词短语 μεταβολὴ εἰς ἡδονὴν οὖσα(“作为向着快感的转变”)后置以修饰 ἀλλοίωσις。句末的 ἀλλ’ οὐχ ἡδονὴ ἡ μεταβολή 为独立的省略对比句(“但转变并不是快感”)。
