← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§301.7-302.21

属与种不可相互分有的论题考查

亚历山大就亚里士多德《论题篇》卷四第一章进行注解,讨论了属不可分有其种的论题(121a10)以及属必须对种所为真的一切事物同样为真的论题(121a20),并结合斯多亚派的“某种事物”学说以及关于有、一、善、德性的反驳实例展开解析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7

" Πάλιν εἰ ἀνάγκη ἢ ἐνδέχεται τοῦ τεθέντος ἐν τῷ γένει μετέχειν τὸ γένος." Τί μέν ἐστι μετέχειν, αὐτὸς ἐδήλωσε· τὸ γὰρ ἐπιδέχεσθαι τὸν τοῦ μετέχεσθαι λεγομένου λόγον μετέχειν ἐστὶν αὐτοῦ. τὸ δὲ τιθέμενον ἐν τῷ γένει ἐστὶ τὸ εἶδος, οὗ τὸ ἀποδιδόμενον ὡς γένος ἀποδίδοται. ἐπεὶ τοίνυν κεῖται τὰ μὲν εἴδη τὸν τῶν γενῶν ἐπιδέχεσθαι λόγον, τὰ δὲ γένη τὸν τῶν εἰδῶν οὐκέτι, τὰ μὲν εἴδη μετέχοι ἂν τῶν γενῶν, οὐκέτι δὲ καὶ τὰ γένη τῶν εἰδῶν. οὕτως τοίνυν τούτων ἐχόντων, εἰ τοῦ τεθέντος ὡς ἐν γένει τινὶ τὸ κατηγορηθὲν ὡς γένος αὐτοῦ τὸν λόγον τε καὶ ὁρισμὸν ἢ ἐπιδέχεται ἢ οἷόν τε ἐπιδέχεσθαι,1 οὐκ ἂν εἴη γένος τὸ εἰλημμένον. οἷον ἂν λέγῃ τις τοῦ ὄντος γένος [τὸ] τι εἶναι ἢ τοῦ ἑνός· τὸ γὰρ τούτων τινὸς ἀποδοθὲν ὡς γένος πάντως ἐπιδέξεται τόν τε τοῦ ὄντος λόγον καὶ τὸν τοῦ ἑνός· πᾶν γὰρ τὸ ἐν ὑπάρξει ὂν καὶ ὂν καὶ ἕν ἐστιν. οὕτω δεικνύοις ἂν ὅτι μὴ καλῶς τὸ τὶ οἱ ἀπὸ τῆς Στοᾶς γένος τοῦ ὄντος τίθενται· εἰ γὰρ τί, δῆλον ὅτι καὶ ὄν· εἰ δὲ ὄν, τὸν τοῦ ὄντος ἀναδέχοιτο ἂν λόγον. ἀλλ’ ἐκεῖνοι νομοθετήσαντες αὑτοῖς τὸ ὂν κατὰ σωμάτων μόνων λέγεσθαι διαφεύγοιεν ἂν τὸ ἠπορημένον· διὰ τοῦτο γὰρ τὸ τὶ γενικώτερον αὐτοῦ φασιν εἶναι, κατηγορούμενον οὐ κατὰ σωμάτων μόνον ἀλλὰ καὶ κατὰ ἀσωμάτων. ἀλλ’ ἐπεὶ γενικώτατον τὸ τί, εἴη ἂν ὑπ’ αὐτὸ καὶ τὸ ἕν· ἀλλ’ ἔστι καὶ τοῦ τινὸς αὐτοῦ τὸ ἓν κατηγορῆσαι· ὥστε οὐ γένος τὸ τὶ τοῦ ἑνός, ἐπιδεχόμενον αὐτοῦ τὸν λόγον. δεικνύοις ἂν οὕτως μηδὲ τοῦ ἀριθμοῦ τὸ πλῆθος γένος ὄν· καὶ γὰρ τὸ πλῆθος ἀριθμός, καὶ ἐφαρμόζει αὐτῷ ὁ τοῦ ἀριθμοῦ λόγος. εἰ δὲ τοῦτο, οὐ καλῶς οἱ ὁριζόμενοί φασι τὸν ἀριθμὸν πλῆθος μονάδων· καὶ γὰρ αὐτὸ τὸ πλῆθος μονάδες εἰσὶ πολλαί. τοῦ δὲ ὄντος καὶ τοῦ ἑνὸς εἶπε λόγους καὶ ὁρισμοὺς εἶναι, ἤτοι κοινότερον καὶ ἐνδοξότερον, ἢ ὅτι ἀρέσκει αὐτῷ τῶν οὕτω πολλαχῶς λεγομένων, ὡς λέγεται τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν, καὶ ὁρισμοὺς εἶναι (τοιαῦτα δὲ τό τε ὂν καὶ τὸ ἕν), ἢ ὅτι κατὰ τοὺς ἀποδιδόντας τούτων τι ὡς γένος, κατ’ ἐκείνους εἴη ἂν καὶ τούτων γένη.2

“再次,属分有被置于属中的事物,是必然的还是可能的。” 何谓分有,他自己已经阐明:因为接纳被说成被分有的事物的定义,就是分有它。而被置于属中的事物乃是种,被指定为属的事物正是作为这特定种的属而被指定的。既然设定了种接纳属的定义,而属不再接纳种的定义,那么种就会分有属,而属不会再分有种。因此,在这些情况如此确立的前提下,如果被断定为某事物之属的那个事物,接纳或能够接纳被置于某个属中的事物的定义和界定,那么所选取的这个事物就不会是属。例如,如果有人说“某种事物”是“有”的属,或者说是“一”的属;因为被指定为这些事物中任一者的属的事物,必定完全接纳“有”的定义和“一”的定义;因为现实中存在的一切事物,既是有,也是一。这样你就可以表明,斯多亚派将“某种事物”设定为“有”的属是不恰当的;因为如果是某种事物,显而易见它也是有;而如果是有,它就会接受“有”的定义。但他们通过为自己立规定律说“有”仅就物体而言,或许可以逃避这一疑难;因为正是由于这个缘故,他们说“某种事物”比“有”更具属的普遍性,不仅对物体断定,而且对非物体断定。但是,既然“某种事物”是最高普遍的属,“一”也应当在其之下;然而对“某种事物”本身也可以断定“一”;因此,“某种事物”并不是“一”的属,因为它接纳了“一”的定义。用这种方法你也可以表明,多数也不是数的属;因为多数也是数,而且数的定义适用于它。如果是这样,那些下定义的人说数是单位的多数,就是不恰当的;因为多数本身也是多个单位。至于他说“有”和“一”有定义和界定,要么是在更普遍、更具公认意见的意义上说的,要么是因为他赞同对于按从一出发且朝向一的方式多义地言说的事物也是有界定的(而“有”和“一”正是此类事物),要么是因为按照将某物指定为这些事物的属的人的看法,依他们之见这些事物也会有属。

§4.8

"Ἔτι εἰ κατά τινος τὸ ἀποδοθὲν εἶδος ἀληθεύεται, τὸ δὲ γένος μή." Ἐπεὶ τὸ γένος τοῦ οἰκείου εἴδους καθ’ ὑποκειμένου κατηγορεῖται, ἀνάγκη αὐτὸ καὶ ὧν τὸ εἶδος τὸ ὑπ’ αὐτὸ κατηγορεῖται, καὶ τούτων κατηγορεῖσθαι.3 μέρος γάρ πως τὸ εἶδος τοῦ γένους ἐστί· τὰ δὲ τῶν μερῶν μέρη καὶ τῶν ὅλων ἐστὶ μέρη. ὅταν οὖν τι ὡς γένος τινὸς ἀποδεδομένον ᾖ, χρὴ ἐπισκέπτεσθαι καὶ εἰ ὧν τὸ ὑποκείμενον ὡς εἶδος κατηγορεῖται, πάντων καὶ τὸ ὡς γένος ἀποδεδομένον κατηγορεῖται· ἂν γὰρ μὴ κατὰ πάντων κατηγορῆται, οὐκ ἔσται γένος τούτου. οὕτω δειχθήσεται τοῦ δοξαστοῦ μὴ ὂν γένος μήτε τὸ ὂν μήτε τὸ ἓν μήτε τὸ ἐπιστητόν, ἐπεὶ τὸ μὲν δοξαστὸν καὶ ἐπὶ τοῦ μὴ ὄντος κατηγορεῖται (δοξάζομεν γὰρ καὶ περὶ τοῦ μὴ ὄντος ὅτι οὐκ ἔστιν, ὡς εἶπε καὶ ἐν τῷ Περὶ ἑρμηνείας “δόξα γὰρ αὐτοῦ ἔστιν, ὅτι οὐκ ἔστιν”), οὐ μὴν τὸ ὂν ἢ τὸ ἓν ἢ τὸ ἐπιστητὸν ἔτι κατὰ τοῦ μὴ ὄντος ἀληθεύεται. δεικνύοιτο δ’ ἂν οὐδὲ τῆς ἡδονῆς γένος ὂν τὸ ἀγαθόν, ὅτι ἡ μὲν ἡδονὴ καὶ κατὰ τῆς τῶν ἀκολάστων ἀληθεύεται, τὸ δὲ ἀγαθὸν οὔ. ἀλλ’ οὐδὲ ἡ ἐπιστήμη γένος ἂν εἴη τῆς ἀρετῆς, ὅτι ἡ μὲν ἀρετὴ καὶ κατὰ τῶν ἐνδεχομένων ἄλλως ἔχειν (περὶ γὰρ τὰ τοιαῦτα ἡ ἠθικὴ ἀρετή), ἐπιστήμη δὲ κατ’ οὐδενὸς τῶν ἐνδεχομένων ἄλλως ἔχειν ἀληθεύεται. ἔστι δὲ ὁ τόπος ἀνασκευαστικὸς καὶ αὐτός.

“此外,被指定的种是否对某物为真,而属却不为真。” 既然属是对其本己的种作为对底层主体那样被断定的,那么属必然也要对其下属的种所断定的那些事物被断定。因为种在某种意义上是属的一部分,而部分的部分也是整体的部分。因此,每当某物被指定为某物的属时,就应当考察:被指定为属的事物是否也对作为种的底层主体所断定的所有事物被断定;因为如果不对所有事物被断定,它就不会是这一事物的属。这样就可以表明,“有”、“一”以及“可知者”都不是“可猜度者”的属,因为“可猜度者”甚至对非存在也可以被断定(因为我们确实也会关于非存在猜度它不存在,正如他在《解释篇》中所说的“因为存在着关于它的猜度,即它不存在”),然而“有”、“一”或“可知者”对于非存在却不再为真。同样也可以表明,善并不是快感的属,因为快感即使对于放荡者的快感也是为真的,而善却并非如此。知识同样不会是德性的属,因为德性甚至对可以呈其他状态的事物也可以被断定(因为伦理德性正是关涉此类事物的),而知识对任何可以呈其他状态的事物都不为真。而这一个论题本身也是用于论驳的。

语法注3 条
  1. 4.7εἰ τοῦ τεθέντος ὡς ἐν γένει τινὶ τὸ κατηγορηθὲν ὡς γένος αὐτοῦ τὸν λόγον τε καὶ ὁρισμὸν ἢ ἐπιδέχεται ἢ οἷόν τε ἐπιδέχεσθαι

    该条件从句存在语序倒置(hyperbaton):属格短语 τοῦ τεθέντος ὡς ἐν γένει τινί 紧随引导词 εἰ 之后置于句首,但它并非修饰主语,而是修饰直接宾语 τὸν λόγον τε καὶ ὁρισμόν(“被置于某个属中的事物的定义和界定”)。句子的语法主语是分词短语 τὸ κατηγορηθὲν ὡς γένος αὐτοῦ(“被断定为其属的事物”),支配谓语动词 ἐπιδέχεται 以及 οἷόν τε [ἐστὶν] ἐπιδέχεσθαι。

  2. 4.7κατ’ ἐκείνους εἴη ἂν καὶ τούτων γένη

    由 ἢ ὅτι... 引导的最后一个备选从句的结论部分。主语是 γένη,动词是带有潜在潜能语气的 εἴη ἄν。在解释亚里士多德为何说“有”和“一”有定义的语境中,此处意指:若按照将某物指定为“有”或“一”的属的人的前提,对他们而言在这些事物之上也会存在属(从而也会存在定义)。

  3. 4.8ἀνάγκη αὐτὸ καὶ ὧν τὸ εἶδος τὸ ὑπ’ αὐτὸ κατηγορεῖται, καὶ τούτων κατηγορεῖσθαι

    包含相关结构 ὧν... καὶ τούτων 的无人称结构(ἀνάγκη 支配宾格与不定式)。关系代词 ὧν(因 κατηγορεῖται 的支配而用属格)的先行词是后文的 τούτων。不定式 κατηγορεῖσθαι 的逻辑主语是宾格代词 αὐτό(指属自身),而 καὶ ὧν... καὶ τούτων 则构成带有强调意味的相关修饰:“凡是其下属的种所被断定的事物,属对这些事物同样也必然被断定”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:301.7-302.21