- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:299.28-301.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《论题篇》第四卷第一章(120b36),亚历山大讨论了属与种必须处于同一范畴与区分类别之下的论题,剖析并解决了知识与德性兼具关系与性质的疑难,并指出该论题仅对反驳有用。
" Ἔτι εἰ μὴ ἐν τῇ αὐτῇ διαιρέσει τὸ γένος καὶ τὸ εἶδος." Δεῖ ἐν τῇ αὐτῇ κατηγορίᾳ καὶ τῷ αὐτῷ γένει καὶ τῇ αὐτῇ διαιρέσει εἶναι τό τε γένος καὶ τὸ εἶδος· τῆς γὰρ αὐτῆς φύσεως δεῖ ἄμφω εἶναι. εἰ δὴ τὸ ἀποδεδομένον γένος τινὸς ὑπ’ ἄλλην κατηγορίαν εἴη καὶ ὑπ’ ἄλλην τὸ εἶδος οὗ ὡς γένος ἀπεδόθη,1 οὐκ ἔσται τὸ ἀποδεδομένον γένος· εἰ γὰρ τὸ μὲν οὐσία εἴη, ὡς ἡ χιὼν καὶ ὁ κύκνος, τὸ δὲ ποιόν, ὡς τὸ λευκόν, οὐχ οἷόν τε τὸ λευκὸν εἶναι γένος χιόνος ἢ κύκνου. διὰ ταῦτα δὲ οὐδὲ τῆς ψυχῆς ἡ κίνησις ἂν εἴη γένος, εἴ γε ἡ μὲν ψυχὴ οὐσία, ἡ δὲ κίνησις οὐκ οὐσία ἀλλ’ ἢ πάθος τι καὶ ποιότης ἢ πρός τι ἢ ποσόν. ἀλλ’ οὐδὲ τῆς ἐπιστήμης τὸ ἀγαθὸν ἂν εἴη γένος ἢ τὸ καλόν, εἴ γε τὸ μὲν καλὸν ποιόν, ἡ δὲ ἐπιστήμη τῶν πρός τι. ἐπιζητήσαι δ’ ἄν τις πῶς ἡ ἐπιστήμη γένος ἔσται γεωμετρίας καὶ μουσικῆς καὶ τῶν ἄλλων ἐπιστημῶν, εἴ γε ἡ μὲν ἐπιστήμη πρός τι, ἐκεῖναι δὲ ποιότητες. ἢ οὐδὲν κωλύει τὴν ἐπιστήμην καὶ ποιότητα εἶναι ἕξιν οὖσαν καὶ πρός τι καὶ εἶναι αὐτήν, καθ’ ὃ ποιότης ἐστί, γένος τῶν προειρημένων. ὁμοίως καὶ ἡ ἀρετὴ σωφροσύνης καὶ ἀνδρείας γένος οὐ καθ’ ὃ πρός τι ἀλλὰ καθ’ ὃ ποιότης. καὶ ἴσως ἐπὶ τοῦ πρός τι τοῦτο ἐνδέχεται μόνον τῷ τὸ πρός τι2 σχέσιν τινῶν σημαίνειν † ἅτινα, ὧν ἡ σχέσις πρός τί ἐστιν, οὐκέτι ἐκεῖνα πρός τι. συμβαίνει γὰρ ὑπὸ δύο πίπτειν γένη κατὰ τοῦτο τὰ πρός τι, ὑπὸ μὲν τὸ πρός τι κατὰ τὴν σχέσιν, ὑπὸ δὲ ἄλλο τι, ὑφ’ ὃ ἔστιν ἐκεῖνα χωρὶς τῆς σχέσεως λαμβανόμενα, κατὰ τὴν αὑτῶν φύσιν. ὂν γάρ τι πρῶτον, ἔπειτα τὴν πρὸς ἄλλο σχέσιν ἔχει· διὸ καὶ ὑπ’ ἐκεῖνο τὸ γένος ἔσται. οὐδὲν δὴ κωλύει καὶ τὸ ἀγαθὸν ὑπὸ τὴν ποιότητα ὂν ἢ τὸ καλὸν γένος εἶναι τῆς ἐπιστήμης, καθ’ ὅσον καὶ ἡ ἐπιστήμη ποιότης καὶ αὐτή. ὡς γὰρ πρός τι οὖσα ἡ ἐπιστήμη γένος ἐστὶ τῶν ὑπ’ αὐτήν, γεωμετρίας καὶ μουσικῆς καὶ τῶν ἄλλων οὐ πρός τι ὄντων, τῷ μὴ κατὰ τὸ πρός τι γένος αὐτῶν εἶναι, οὕτως οὐδὲν κωλύει πάλιν τῆς ἐπιστήμης οὔσης πρός τι γένος εἶναι ἢ τὸ ἀγαθὸν ἢ τὸ καλὸν ὄντα ποιά, οὐ καθ’ ὃ πρός τί ἐστιν ἡ ἐπιστήμη, γενῶν αὐτῆς τούτων λαμβανομένων, ἀλλὰ καθ’ ὃ ποιόν· οὐ γὰρ πρός τι μόνον ἡ ἐπιστήμη. διὸ χρὴ ἐπὶ τῶν ἄλλων γενῶν παραφυλάττειν τοῦτο· οὐ γὰρ οἷόν τέ ἐστι κατ’ ἐκείνας τὰς κατηγορίας ὑπὸ πλείους τὸ αὐτὸ εἶναι. δεικνύοις δ’ ἂν ὁρμώμενος ἀπὸ τοῦ τόπου τούτου ὅτι μηδὲ ἡ σιμότης ῥίς ἐστι κοίλη, εἴ γε ἡ μὲν ῥὶς οὐσία, ἡ δὲ σιμότης οὐκ οὐσία ἀλλὰ ποιότης· πάθος γάρ τι ἡ σιμότης· διὸ εὐλογώτερον αὐτὴν κοιλότητα λέγειν ἐν ῥινί. δεικνύοιτο δ’ ἂν μηδὲ ὁ ψόφος ἢ ἡ φωνὴ ἀὴρ πεπληγώς, εἴ γε ὁ μὲν ἀὴρ οὐσία, ὁ δὲ ψόφος οὐκ οὐσία· πάθος γάρ τι καὶ ποιότης· ἀλλὰ εὐλογώτερον λέγειν αὐτὸν πληγὴν ἐν ἀέρι. ἔστι δὲ ὁ τόπος πρὸς ἀνασκευὴν μόνον χρήσιμος· εἰ μὲν γὰρ μὴ εἴη ὑπὸ τὴν αὐτὴν διαίρεσιν τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, οὐκ ἂν εἴη γένος τὸ κατηγορούμενον· οὐ μέντοι, εἰ ἄμφω εἴη ἐκ τοῦ αὐτοῦ γένους, ἤδη ἀνάγκη3 τὸ ἕτερον τοῦ ἑτέρου γένος εἶναι.
“此外,若属与种不在同一区分之中。” 属与种必须在同一范畴、同一属以及同一区分之中;因为两者必须具有同一自然本性。因此,若为某物给出的属处于一个范畴之下,而该属为其所给出的种处于另一个范畴之下,则所给出的就不是属;因为若一者是实体(如雪与天鹅),而另一者是性质(如白),则白就不可能成为雪或天鹅的属。由于这些理由,运动亦不会是灵魂的属,只要灵魂是实体,而运动不是实体,而是某种受动和性质,或是关系,或是数量。然而,善或美亦不会是知识的属,只要美是性质,而知识属于关系项。 但是,有人可能会探究,若知识是关系,而几何学和音乐是性质,知识又如何会是几何学、音乐及其他诸知识的属。或者,难道没有任何事情阻止知识既作为状态而是性质,又作为关系,并且就其为性质而言,成为上述诸知识的属?同样地,德性作为节制与勇敢的属,亦不是就其为关系而言,而是就其为性质而言。或许唯独在关系的情形中这才是可能的,因为关系表示某些事物之间的关联,而这些事物本身——其关联是朝向某物的——自身已不再是关系。因为由此发生的是,关系项依此落入两个属之下:一方面按照关联而落入关系之下,另一方面当脱离关联而被理解时,按照它们自身的自然本性而落入它们所从属的另一属之下。因为首先作为某物存在,然后才具有朝向他物的关联;因此它亦将在那一属之下。 因此,处于性质之下的善或美成为知识的属,就知识自身亦是性质而言,并没有任何阻碍。因为正如知识虽为关系,却是其下位者(几何学、音乐及其他非关系项者)的属,乃是由于它不是在关系方面作为它们的属,同样地,对于作为关系的知识而言,作为性质的善或美成为其属亦没有任何阻碍,因为它们被作为它的属来选取,并不是就知识是关系而言,而是就其是性质而言;因为知识不仅仅是关系。因此,在其他诸属中必须对此加以警惕;因为在那些范畴中,同一事物不可能处于多个属之下。 从这一论题出发,你亦可表明塌鼻并非中空的鼻子,只要鼻子是实体,而塌鼻不是实体而是性质;因为塌鼻是某种受动;所以将其称为鼻子中的中空更为合理。亦可表明响声或声音并非被击打的空气,只要空气是实体,而响声不是实体,而是某种受动与性质;将其称为空气中的击打更为合理。 这一论题仅对反驳有用;因为若述词与基底不在同一区分之下,述词就不会是属;然而,即便两者出自同一属,亦绝非必然一者就是另一者的属。
- 4.6οὗ ὡς γένος ἀπεδόθη
虽排印为否定词 οὐ,但在此处语境中必须读作属格关系代名词 οὗ(意为“该属为其所给出的种”)。它与前半句构成对称:“如果给出的属处于某一范畴之下,而该属为其所给出的种处于另一范畴之下”。
- 4.6τῷ τὸ πρός τι σχέσιν τινῶν σημαίνειν † ἅτινα, ὧν ἡ σχέσις πρός τί ἐστιν, οὐκέτι ἐκεῖνα πρός τι
与格冠词 τῷ 引导一个表示原因的定冠词不定词短语(τῷ τὸ πρός τι σχέσιν τινῶν σημαίνειν)。被标以剑号(†)的难点部分中,关系代词 ἅτινα 指代关联所涉及的基底事物,插入了关系子句 ὧν ἡ σχέσις πρός τί ἐστιν(“其关联是朝向某物的”),并由指示代词 ἐκεῖνα 承接主语(“那些事物自身已不再是关系”)。
- 4.6οὐ μέντοι, εἰ ἄμφω εἴη ἐκ τοῦ αὐτοῦ γένους, ἤδη ἀνάγκη
亚历山大解释了为何该论题仅对反驳(ἀνασκευή)有用。否定条件成立(若不在同一区分下,则不是属),但逆命题不成立:即使两者属于同一属,亦非必然(ἤδη ἀνάγκη,即并非由此便必然)一者就是另一者的属。
