- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:29.17-30.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐述了亚里士多德提出的辩证术第四种有用性(对各门科学的最初原理的有用性),说明由于各门科学无法通过自身的学问论证来证明固有原理,因此需要辩证术借助有声望的见解与归纳来确立它们,并以几何学原理及其反驳为例加以说明。
" Ἔτι δὲ πρὸς τὰ πρῶτα τῶν περὶ ἑκάστην ἐπιστήμην." Προειπὼν πρὸς τρία χρήσιμον εἶναι τὴν διαλεκτικὴν καὶ ἐκθέμενος τίνα ταῦτα, προστίθησι τοῖς τρισὶ καὶ τέταρτον, ἤτοι ὑποδιαίρεσίν τινα τοῦ τρίτου ποιούμενος (ἦν δὲ τοῦτο τὸ “πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας”· εἰ γὰρ πρὸς τὰ πρῶτα τῶν περὶ ἑκάστην ἐπιστήμην, εἴη ἂν καὶ πρὸς τὰ κατὰ φιλοσοφίαν πρῶτα) ἢ προστιθεὶς ὡς ἄλλο τοῦτο παρὰ τὰ προειρημένα. ἔστι δὲ ὃ προστίθησι· χρήσιμόν φησιν εἶναι τὴν διαλεκτικὴν καὶ πρὸς τὰς καθ’ ἑκάστην ἐπιστήμην ἀρχάς· περὶ γὰρ τῶν οἰκείων ἀρχῶν οὐδεμία τῶν ἐπιστημῶν οἵα τε λέγειν διὰ τὸ δεῖν μέν, εἰ ἐπιστημονικῶς λέγοι περὶ αὐτῶν καὶ δεικνύοι ταῦτα, ἐκ πρώτων αὐτὰ δεικνύναι (τοιαῦται γὰρ αἱ ἐπιστημονικαί τε καὶ ἀποδεικτικαὶ δείξεις), μηδὲν δὲ ἔχειν τῶν ἀρχῶν πρῶτον.1 τὰς οὖν δεομένας τῶν ἀρχῶν τῶν κατὰ τὰς ἐπιστήμας συστάσεώς τινος τῷ μὴ δύνασθαι δείκνυσθαι δι’ ἀληθῶν τε καὶ πρώτων δι’ ἐνδόξων τινῶν 〈δεῖ〉 δείκνυσθαί τε καὶ πιστοῦσθαι·2 τὸ δὲ διὰ τοιούτων συλλογίζεσθαι διαλεκτικῆς ἴδιον. ἴδιον δὲ αὐτῆς καὶ ἡ δι’ ἐπαγωγῆς τοῦ προκειμένου σύστασις, ὡς προϊὼν ἐρεῖ· μάλιστα δὲ τὸ πιστὸν ταῖς ἀρχαῖς δι’ ἐπαγωγῆς περιγίνεται. ὡς διαλεκτικὸς οὖν περὶ τῶν ἀρχῶν τῶν ἰδίων ὁ ἐπιστήμων ἐρεῖ, ἢ ὁ διαλεκτικὸς ὑπὲρ αὐτοῦ. εἰ δὲ πρὸς τὰ πρῶτα καὶ τὰς καθ’ ἑκάστην ἐπιστήμην ἀρχάς ἐστι χρήσιμος, εἴη ἄν, ὡς εἶπε, καὶ πρὸς φιλοσοφίαν τε καὶ τὰς ταύτης ἀρχάς, παρεχομένη καὶ ταύτῃ τὸ χρήσιμον. καὶ οὕτως ἂν δύναιτο καὶ τὸ τέταρτον τοῦτο ὑπάγεσθαι τῷ πρὸς φιλοσοφίαν χρησίμῳ, προσκεῖσθαι δὲ αὐτῷ τὸ ὅτι ὁμοίως φιλοσοφίᾳ κατὰ τοῦτο καὶ πρὸς ἄλλας ἐπιστήμας ἐστὶ χρήσιμος ἡ διαλεκτική. καὶ αὐτὸς δὲ πολλάκις δεικνύς τινα τῶν κατὰ φιλοσοφίαν προστίθησι τὸ “λογικῶς” λέγων διαλεκτικῶς, ὡς δεομένων τινῶν τῶν κατὰ φιλοσοφίαν καὶ τοιούτων δείξεων. οἵα ἐστὶ καὶ ἡ τοιαύτη· ‘πᾶν σῶμα ἐπιπέδῳ ὥρισται’, ὅ ἐστιν ἔνδοξον διὰ τὸ κεῖσθαι σώματος πέρας εἶναι τὴν ἐπιφάνειαν, ᾧ ἐχρήσατο ἐν Φυσικοῖς δεικνὺς ὅτι μὴ ἔστιν ἄπειρόν τι σῶμα· ᾧ προσθεὶς τὸ ‘οὐδὲν δὲ ὡρισμένον ἄπειρον’ ‘οὐδὲν ἄρα σῶμα ἄπειρον’ συνήγαγεν. ὅτι δὲ διαλεκτικοῦ ἐστι τὸ περὶ ἀρχῶν λέγειν, ἐντεῦθεν δῆλον ἂν γένοιτο. ὁ γεωμέτρης τίθεται μὲν ἐν ταῖς ἀρχαῖς καὶ τὸ ἐπιφάνειαν εἶναι ὃ μῆκος καὶ πλάτος μόνον ἔχει, τίθεται δὲ καὶ γραμμὴν μῆκος ἀπλατές, καὶ σημεῖον οὗ μέρος οὐδέν. ἐνίστανται δὲ πρὸς ταῦτά τινες λέγοντες μήτε τι μέγεθος δύνασθαι διαστήματα δύο ἔχειν μόνα, ἔτι δὲ ἧττον ἕν. ἀλλὰ μηδὲ σημεῖόν τι ὅλως εἶναι· μηδὲν γὰρ εἶναι ὃ μήτε ἀφαιρούμενον μειοῖ τι μήτε προστιθέμενον αὔξει, ὡς ὁ Ἐλεάτης ἔλεγε Ζήνων· ἀδιαστάτου γὰρ μηδὲ φαντασίαν τινὰ δύνασθαι λαβεῖν. γεωμετρικῶς μὲν οὖν οὐχ οἷόν τέ τι τούτων ὡς ὂν δεῖξαι. ὁ δὲ διαλεκτικὸς οὐκ ἀπορήσει δι’ ἐνδόξων αὐτὰ συστῆσαι.
“此外,对于关于各门科学的最初之事[原理]也是如此。” 在预先说明辩证术对于三件事有用并阐明这些是什么之后,他在三者之外又添加了第四项,或者是在对第三项进行某种细分(而这第三项是“对于关涉哲学的诸门科学”;因为如果它对于关于各门科学的最初之事有用,那么它对于关涉哲学的最初之事也应当有用),或者是将其作为先前所述之外的另一项添加进来。而他所添加的内容如下:他说辩证术对于各门科学中的原理也是有用的。因为诸门科学没有一门能够谈论其自身的固有原理,因为若要科学地谈论它们并证明它们,就必须从最初之事出发来证明它们(因为科学的和论证性的证明正是如此),但诸门科学并没有任何先于原理之物。因此,诸门科学中由于不能通过真实且最初之事来证明而需要某种确立的那些原理,必须通过某些有声望的见解来予以证明和确证;而通过这类事物进行推论正是辩证术的本务。正如他在下文中将要指出的那样,通过归纳来确立所提出的论题也是辩证术的本务;而原理获得信凭性主要正是通过归纳。因此,科学家作为辩证术士来谈论其固有原理,或者由辩证术士代他来谈论。如果它对于最初之事以及各门科学中的原理是有用的,那么正如他所说,它对于哲学及其原理也应当是有用的,并且对此也提供有用性。这样一来,这第四项也能够被归入“对哲学有用”之下,并且在此之上还可以补充:在这一方面,辩证术对于其他各门科学正如对于哲学一样是有用的。他自己在证明某些关涉哲学的问题时,也常常加上“从逻辑上说”这个词,意思也就是辩证地,因为某些关涉哲学的问题也需要这样的证明。例如下面这样的论述:“每个物体都由平面所界定”,这一论断之所以是有声望的见解,是因为面被设定为物体的界限;他在《物理学》中证明没有任何无限的物体时就使用了这一前提;加上“没有任何被界定之物是无限的”,他便推导出“因此没有任何物体是无限的”。谈论原理属于辩证术士的本务,从下述情况中可以看得很清楚。几何学家在原理中设定,面是仅有长和宽之物,并设定线是无宽的长,点是没有任何部分之物。但某些人反对这些设定,说没有任何大小能够仅有两个维度,能够仅有一个维度就更不可能了;更有甚者,点根本就不存在,因为没有任何东西在被取走时不使某物减少、在被加上时不使某物增加,正如埃利亚的芝诺所说的那样(因为人们甚至根本无法形成关于无广延之物的表象)。因此,在几何学上不可能证明这些东西中的任何一个是存在的;但辩证术士通过有声望的见解来确立它们却绝不会遇到困难。
- 1.10διὰ τὸ δεῖν μέν, εἰ ἐπιστημονικῶς λέγοι περὶ αὐτῶν καὶ δεικνύοι ταῦτα, ἐκ πρώτων αὐτὰ δεικνύναι ..., μηδὲν δὲ ἔχειν τῶν ἀρχῶν πρῶτον
在由介词 διά 引导的带冠词不定式结构中,μέν 和 δέ 并列了两个相对照的原因。前一半由 δεῖν 支配不定式 ἐκ πρώτων αὐτὰ δεικνύναι(其中插入了条件从句 εἰ ... λέγοι ... καὶ δεικνύοι),后一半则是以“诸门科学没有一门”为逻辑主语的不定式 μηδὲν ... ἔχειν,共同构成了某门科学无法证明其自身原理的双重理由。
- 1.10τὰς οὖν δεομένας τῶν ἀρχῶν τῶν κατὰ τὰς ἐπιστήμας συστάσεώς τινος τῷ μὴ δύνασθαι δείκνυσθαι δι’ ἀληθῶν τε καὶ πρώτων δι’ ἐνδόξων τινῶν 〈δεῖ〉 δείκνυσθαί τε καὶ πιστοῦσθαι
由于原句缺少主要动词,此处采纳校勘者(Wallies)补入的无人称动词 〈δεῖ〉。宾格短语 τὰς δεομένας τῶν ἀρχῶν ... συστάσεώς τινος 作为 δεῖ 支配的宾格加不定式结构(A.c.I.)的逻辑主语,支配不定式 δείκνυσθαί τε καὶ πιστοῦσθαι;τῷ μὴ δύνασθαι 则是表示原因的与格带冠词不定式短语。
