← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§298.9-299.27

否定运动为灵魂之属与偶性论题

亚历山大就亚里士多德《论题篇》第四卷第二章(120b26–30)展开注解,阐明运动或自发运动并非灵魂的属,因其表示动作或遭受而非“是什么”,并进而探讨利用偶性定义(可属于亦可不属于)来驳斥属的论题,考察了如何解决如雪中的白这类不可分离属性所引发的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4

" Ἔτι τὸ κινούμενον οὐ τί ἐστιν." Ὅτι μὴ γένος ἡ κίνησις τῆς ψυχῆς ἢ ὅλως οὐσίας τινός, καὶ οὕτως δείκνυσιν· [εἰ] τὸ μὲν γένος τί ἐστι σημαίνει, ἡ δὲ κίνησις καὶ ἡ αὐτοκινησία οὐ τί ἐστιν ἡ ψυχὴ σημαίνει, ἀλλὰ τί ποιεῖ ἢ πάσχει· καθ’ ὅσον μὲν γὰρ κινεῖσθαι λέγεται, πάσχει, καθ’ ὅσον δὲ ὑφ’ αὑτῆς, ποιεῖ. δύναται τὸ ἀλλά τι ποιοῦν ἢ πάσχον ἐπὶ τοῦ κινουμένου εἰρηκέναι ὡς τοῦ κινουμένου ἢ ποιοῦντος ἢ πάσχοντος ἐν τῷ κινεῖσθαι.1 ἔτι κατηγορεῖται μὲν ἡ κίνησις τῶν κινουμένων· εἰ δὲ εἴη ἡ ψυχὴ ὅπερ κίνησις ἢ ὅπερ αὐτοκινησία, οὐκέτ’ ἂν κινοῖτο· οὕτως γὰρ ἂν εἴη κίνησις κινουμένη. πρῶτον μὲν οὖν ἔδειξεν ὅτι μὴ ἐν τῷ τί ἐστιν ἀπὸ τοῦ τὸ ὑποκείμενον μὴ λέγεσθαι ὅπερ τοῦτο ὃ ὡς γένος αὐτοῦ κατηγορεῖται, τὸ δεύτερον δὲ ἀπὸ τοῦ τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορούμενον τί ἐστι τὸ ὑποκείμενον αὐτῷ σημαίνειν, ταῦτα δὲ μὴ τί ἐστι σημαίνειν τὸ ὑποκείμενον, ἀλλ’ ὁποῖόν τι ἢ τι ποιοῦν ἢ πάσχον. ὁμοίως δεικνύοιτο ἂν ὅτι οὐδὲ τὸ γλυκὺ μέλιτος γένος, οὐδὲ τὸ πικρὸν ἀψινθίου, οὐδὲ ἡδονὴ τοῦ καλοῦ· καὶ γὰρ εἰ ἀχώριστον τὸ ἡδὺ τοῦ καλοῦ, ἀλλ’ οὐκ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖται. διαφέροι δ’ ἂν οὗτος ὁ τόπος τοῦ πρὸ αὐτοῦ, ὅτι δι’ ἐκείνου μὲν ἐδείκνυτο τὸ ὑποκείμενον μὴ ὂν ὅπερ τὸ κατηγορούμενον, ἐν τούτῳ δὲ ἔμπαλιν τὸ κατηγορούμενον μὴ σημαῖνον τί ἐστι τὸ ὑποκείμενον.

“此外,被动者并非‘是什么’。” 运动不是灵魂的属,或者说根本不是任何实体的属,他以此方式亦加以表明:属表示[某物]是什么,而运动和自发运动所表示的不是灵魂是什么,而是它在作什么或在遭受什么;因为就其被称为被运动而言,它是在遭受,而就其由自身被运动而言,它是在动作。他之所以对被动者说出“而是作某种动作或遭受某种动作”这句话,完全可能是因为被动者在被运动中要么在动作,要么在遭受。此外,运动是被用来述说那些被动者的;但若灵魂正是运动本身或正是自发运动本身,它就将不再被运动;因为这样一来就将是运动在被运动了。因此,首先他表明[运动]不在“是什么”之中,是由于基底并不被称为正是作为其属而被述说的这一事物本身;其次,是由于属作为在“是什么”中被述说者,表示的是其基底是什么,而这些词项并不表示基底是什么,而是表示具有何种性质,或者在作某种动作、在遭受某种动作。同样地,亦可表明甜不是蜂蜜的属,苦不是苦艾的属,快乐不是美者的属;因为即便愉快与美者不可分离,但它并未在美者的“是什么”中被述说。这一论题与前一论题的区别在于:通过前一论题所表明的是,基底并非正是述词本身;而在此论题中则相反,〔所表明的是〕述词并不表示基底是什么。

§4.5

"Μάλιστα δὲ ἐπὶ τὸν τοῦ συμβεβηκότος ὁρισμὸν ἐπιβλέπειν, εἰ ἐφαρμόττει ἐπὶ τὸ ῥηθὲν γένος." Μάλιστα δεῖν φησιν ἐπὶ τὸν ὁρισμὸν ἐπιβλέπειν τοῦ συμβεβηκότος, εἴ τινι ὑπάρχει τῶν ἀποδοθέντων ὡς γενῶν. ἔστι δὲ τοῦ συμβεβηκότος ὁρισμὸς τὸ οἷόν τε ὑπάρχειν τε καὶ μή· εἰ δὴ τῷ λευκῷ, ὃ ὡς γένος ἀπεδόθη τῆς χιόνος, ἢ τῇ αὐτοκινησίᾳ, ὃ τῆς ψυχῆς, ὑπάρχει ὁ τοῦ συμβεβηκότος ἔκειτο λόγος, τὸ οἷόν τε ὑπάρχειν καὶ μή, οὐκ ἂν εἴη οὐδέτερον αὐτῶν γένος. ἐπιζητήσαι δ’ ἄν τις πῶς ἢ τῇ χιόνι τὸ λευκὸν ἢ τῇ ψυχῇ τὸ αὐτοκίνητον οἷόν τε ὑπάρχειν τε καὶ μὴ κατὰ τοὺς ἀεικίνητον τιθεμένους τὴν ψυχήν. ἢ οὐ τούτοις αὐτὰ λέγει οἷά τε ὑπάρχειν τε καὶ μή,2 ἀλλὰ καθόλου τε καὶ ἁπλῶς πάσῃ οὐσίᾳ [ὑπάρχει]· εἰ γὰρ τούτοις ὡς εἴδεσι, καὶ ταῖς ἄλλαις ἂν οὐσίαις δέοι αὐτά, αἷς ὑπάρχει, ὡς εἴδεσιν ὑπάρχειν. εἰ δὲ ἔστιν αἷς οἷά τέ ἐστιν ὑπάρχειν τε καὶ μή, οὐκ ὄντα ἐκείνων γένη, οὐδ’ ἂν τούτων εἴη τῶν ἐκείνοις ὄντων ἀνάλογον. ὥσπερ δὲ τὸ λευκὸν ὑπάρχον τισὶν οὐσίαις οἷόν τε καὶ μὴ ὑπάρχειν, οὕτως καὶ αὐτοκινησία (τὰ γὰρ ζῷα αὐτοκίνητα ὄντα οὐκ ἀεὶ κινεῖται), ὡς εἶναι τὸ λεγόμενον ἴσον τῷ μηδὲν τῶν οἵων τέ τισιν ὑπάρχειν τε καὶ μὴ γένος τινῶν οἷς ὑπάρχει εἶναι δύνασθαι,3 εἰ καί τισιν αὐτῶν οὕτως ὑπάρχει ὡς εἶναι αὐτῶν ἀχώριστον· τὸ γὰρ χρῶμα γένος οὐ τούτων τινὸς οἷς ὑπάρχει, ἀλλὰ ὧν ἐστιν ἐν τῇ οὐσίᾳ. ἢ οὐ χρὴ τοῦ εἰρημένου ἀκούειν ὡς ἐπὶ τούτων τῶν παραδειγμάτων λεγομένου, ἀλλ’ ἐπεὶ δύναταί ποτε καὶ τοιοῦτον καὶ οὕτως ὑπάρχον τινὶ ὡς γένος ἀποδοθῆναι, τὸ τοιοῦτον ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συμβεβηκότος, ὅτι μὴ γένος ἐστίν, ἐλέγχειν δεῖ. καὶ γὰρ τὰ νῦν εἰρημένα ὅτι μή ἐστιν ἐκείνων γένη οἷς ἐνδέχεται ὑπάρχειν αὐτὰ καὶ μή, ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συμβεβηκότος ἂν δεικνύοιτο· οὔτε γὰρ τοῦ ζῴου τὸ αὐτοκίνητον γένος καίτοι ὄντος αὐτοκινήτου, ὅτι ἔστιν ὅτε μὴ ὑπάρχει αὐτῷ τὸ αὑτὸ κινεῖν, οὔτε τὸ λευκὸν ἐκείνου ᾧ οἷόν τε αὐτὸ καὶ ὑπάρχειν καὶ μή. οὕτως οὐδὲ τὸ αἰσθάνεσθαι ἀνθρώπου γένος· οἷόν τε γὰρ αὐτὸν καὶ αἰσθάνεσθαι καὶ μή· οὐ γὰρ ταὐτὸν τὸ αἰσθητικὸν καὶ τὸ αἰσθανόμενον.

“尤须放眼于偶性的定义,看它是否适用于所说的属。” 他说,尤其必须放眼于偶性的定义,看它是否属于任何被作为属而给出者。而偶性的定义即是“可能属于亦可能不属于者”;因此,若被作为雪的属给出的白,或被作为灵魂的属给出的自发运动,具有偶性的定义,即可能属于亦可能不属于,那么它们两者就都不是属。然而,按照那些将灵魂设定为永恒运动者的人的看法,人们可能会探究,白如何可能属于亦不属于雪,或者自发运动者如何可能属于亦不属于灵魂。或者,难道他说的并非它们对这些事物是可能属于亦可能不属于的,而是普遍且单单对一切实体[都是如此]?因为若它们属于这些事物是如同属于种一样,那么对于它们所属于的其他实体,它们亦应当如同属于种一样属于它们。但若存在某些实体,它们对之是可能属于亦可能不属于的,从而并非那些实体的属,那么对于这些与那些实体成比例的事物,它们亦不会是[属]。正如白在属于某些实体的同时,亦可能不属于一样,自发运动亦是如此(因为动物虽是自发运动的,却并非始终在运动),以至于所说的内容等同于:任何对某些事物可能属于亦可能不属于者,都不可能成为它所属于的任何事物的属,哪怕它对于其中某些事物是以不可分离的方式属于;因为颜色并不是它所属于的任何事物的属,而是〔它〕处于其实体之中的那些事物的属。或者,难道不应将所说之话理解为是针对这些例子而言的,而是因为有时这类事物以这种方式属于某物,完全可能被作为属给出,所以必须根据偶性的定义驳斥这种事物并非是属?因为就连刚才所说的事物,它们并不是那些它们可能属于亦可能不属于之物的属,这一点亦可根据偶性的定义来表明;因为动物固然是自发运动者,自发运动者却不是动物的属,因为有时自己运动并不属于动物;白亦不是它可能属于亦可能不属于之物的属。以此方式,感知亦不是人的属;因为人可能感知亦可能不感知;因为具有感知能力者与正在感知者并不是同一的。

语法注3 条
  1. 4.4δύναται τὸ ἀλλά τι ποιοῦν ἢ πάσχον ἐπὶ τοῦ κινουμένου εἰρηκέναι ὡς τοῦ κινουμένου ἢ ποιοῦντος ἢ πάσχοντος ἐν τῷ κινεῖσθαι.

    不定式 εἰρηκέναι 依附于非人称动词 δύναται(“完全可能是……”),其逻辑主语预设为亚里士多德。所引短语 τὸ ἀλλά τι ποιοῦν ἢ πάσχον 作其宾语,由 ὡς 引导的属格绝对结构 ὡς τοῦ κινουμένου ἢ ποιοῦντος ἢ πάσχοντος 说明了其表述的原因。

  2. 4.5ἢ οὐ τούτοις αὐτὰ λέγει οἷά τε ὑπάρχειν τε καὶ μή

    句首的 ἤ 引导反问选言(“或者,难道他是说……”),借此对前文的疑难(雪中的白或灵魂的自发运动是否不可分离)提出注解者自身的解答假说。主语为亚里士多德,τούτοις 为与格指雪和灵魂,αὐτά 则是与不定式 ὑπάρχειν 搭配的宾格主语。

  3. 4.5ὡς εἶναι τὸ λεγόμενον ἴσον τῷ μηδὲν τῶν οἵων τέ τισιν ὑπάρχειν τε καὶ μὴ γένος τινῶν οἷς ὑπάρχει εἶναι δύνασθαι

    这是由 ὡς + 不定式(εἶναι)构成的表结果/解释说明的句式。τὸ λεγόμενον 为主语,谓词为 ἴσον τῷ ...。在由 τῷ 引导的名词化不定式结构内部,μηδὲν τῶν οἵων τε... 作为主语宾格支配 δύνασθαι,而 δύνασθαι 又支配补足不定式 εἶναι(配有表语 γένος),构成了层层嵌套的严整句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:298.9-299.27