- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:296.18-298.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德关于属的第一论题(考察是否属于同类的全部事物)与第二论题(考察是否在“是什么”中被述说),并结合善与快感、知识与德性、雪与白、灵魂与自发运动等例子,阐明其驳斥性功能。
" Ἐὰν δὴ τεθῇ γένος τινὸς τῶν ὄντων." Ὁ πρῶτος τῶν πρὸς τὸ γένος τόπων παραδιδόμενος τοιοῦτός ἐστιν· ἐπεὶ τὸ γένος κατὰ πάντων τῶν ὁμοειδῶν ὁμοίως κατηγορεῖται, φησὶ δεῖν, ὅταν ἀποδοθῇ τί τινος ὡς γένος, ἐπιβλέπειν ἐπὶ πάντα τὰ συγγενῆ, τοῦτ’ ἔστι τὰ τῆς αὐτῆς φύσεως καὶ ὑπὸ τὸ αὐτὸ ἀποδιδόμενα γένος, ὡς ἐποιοῦμεν καὶ ἐπὶ τοῦ συμβεβηκότος· καὶ γὰρ ἐπὶ τῶν ἀπὸ τοῦ συμβεβηκότος προβλημάτων ἠξίου ἐπιβλέπειν ἐπὶ πάντα τὰ τῆς αὐτῆς φύσεως ὄντα. ἀλλ’ ἐπ’ ἐκείνου μὲν ἦν αὔταρκες εἰς κατασκευὴν τοῦ προβλήματος τὸ κἂν ἑνὶ ἐξ αὐτῶν εὑρεῖν ὑπάρχον τὸ τιθέμενον ὡς συμβεβηκός, εἰ μὴ καθόλου τὸ πρόβλημα ἦν [καὶ ἀνασκευάζειν πάλιν, εἰ μηδενὶ ὑπῆρχεν]· ἐπὶ δὲ τοῦ γένους, εἰ μὴ πᾶσιν ὑπάρχει τοῖς ὁμοειδέσι τῷ προκειμένῳ τὸ ἀποδεδομένον γένος, οὐχ οἷόν τε γένος αὐτὸ εἶναι, κἂν ὑπάρχῃ τισί. δεικνύοι τις ἂν οὕτως τῆς ἡδονῆς μὴ ὂν γένος τὸ ἀγαθόν, ὅτι μὴ πάσῃ ὑπάρχει· οὐ γὰρ ἀγαθὸν αἱ τῶν ἀκολάστων ἡδοναί. οὕτως καὶ Πλάτων ἐπεχείρησεν ἐν Φιλήβῳ λαβὼν “ἥδεσθαι μὲν τὸν ἀκολασταίνοντα, ἥδεσθαι δὲ καὶ τὸν σωφρονοῦντα, ἥδεσθαι δ’ αὖ καὶ τὸν ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστόν”· οἷς ἐπήνεγκεν ὅτι ἀνόητος ἂν φαίνοιτο ἐνδίκως ὁ ἀνομοίους αὐτὰς οὕτως ἑαυταῖς οὔσας1 εἰς ἓν γένος συνάγων τὸ ἀγαθόν. οὕτως δεικνύοιτο ἂν καὶ τῆς ἀρετῆς μὴ ἂν γένος ἡ ἐπιστήμη· ἡ μὲν γὰρ ἐπιστήμη τῶν ἀναγκαίων τε καὶ ἀϊδίων καὶ μὴ ἐνδεχομένων ἄλλως εἶναι, τῶν δὲ ἀρετῶν τὴν μὲν σοφίαν τοιαύτην εἶναι, τὴν δὲ φρόνησιν καὶ τὰς ἠθικὰς λεγομένας ἀρετὰς περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν συνίστασθαι. ἔστι δὲ ὁ τόπος πρὸς ἀνασκευὴν χρήσιμος· οὔπω γάρ, εἰ πᾶσιν ὑπάρχει τοῖς ὁμοειδέσιν, ἀνάγκη αὐτὸ γένος εἶναι· δεῖ γὰρ πρὸς τούτῳ καὶ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι αὐτό.
“若设定某存在物的属。” 所传授的关于属的第一个论题是这样的:既然属对所有同类事物都同等地被述说,所以他说,每当把某物作为某物的属给出时,就必须放眼于所有同族的事物,即具有相同本性并在同一属之下被给出的事物,正如我们在偶性的情况下所做的那样。因为在基于偶性的问题中,他亦要求放眼于所有具有相同本性的事物。然而,在那一情况下,只要问题不是全称的,为了确立该问题,发现所设定的偶性即便只属于它们中的一个便已足够[而且若它不属于任何一个,则同样足以驳斥];但在属的情况下,若所给出的属并不属于与所讨论者同类的全部事物,则哪怕它属于其中某些事物,它亦不可能成为属。人们可以借此表明善并非快感的属,因为它不属于所有的快感;因为放纵者的快感并不是善。柏拉图在《斐利布篇》中亦是如此论难的,他假定“放纵者固然感到快乐,节制者亦感到快乐,而愚蠢者以及满腹愚蠢意见与希望者亦同样感到快乐”;对此他接着指出,若有人将彼此之间如此不相同的它们归入善这单一的属中,那人理所当然会被视为愚蠢。以此方式,亦可表明知识不可能是德性的属;因为知识是关于必然的、永恒的以及不可能处于其他状态的事物的,而在德性之中,智慧固然是这种性质的,但实践智慧以及所谓的伦理德性则是围绕那些亦可能处于其他状态的事物而成立的。而且这一论题对于驳斥是有用的;因为即便属于同类的全部事物,它亦未必就是属;因为除此之外,它还必须在“是什么”中被述说。
"Ἔτι εἰ μὴ ἐν τῷ τί ἐστι κατηγορεῖται." Ὥσπερ ἐπὶ τοῦ συμβεβηκότος ἔλεγε δεῖν ἐπισκοπεῖν “εἰ τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκεν” (ὁ γὰρ λέγων τῷ λευκῷ συμβεβηκέναι τὸ χρῶμα ἢ τὸ λευκὸν κεχρῶσθαι οὐχ ὑγιῶς ἀπεδίδου· τὸ γὰρ ὡς γένος ὑπάρχον συμβεβηκέναι ἔλεγεν), οὕτως καὶ ἐπὶ τοῦ γένους φησὶ δεῖν ἐξετάζειν μὴ τὸ συμβεβηκὸς ὡς γένος ἀποδέδωκεν·2 δύναται γάρ τι πᾶσι μὲν τοῖς ὁμοειδέσιν ὑπάρχειν, μὴ ὡς γένος δὲ ἀλλ’ ὡς συμβεβηκός. ἔστι δὲ οἰκεῖον τοῦ γένους ὥσπεροῦν καὶ τοῦ εἴδους τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι· ἂν δὴ τὸ ἀποδεδομένον μὴ οὕτως κατηγορῆται, δεικνύοιτ’ ἂν ὅτι μή ἐστι γένος. οὕτως δειχθήσεται μήτε τὸ λευκὸν γένος ὂν τῆς χιόνος μήτε ἡ κίνησις ἢ ἡ αὐτοκινησία τῆς ψυχῆς, ὡς δοκεῖ Πλάτωνι· οὔτε γὰρ τῆς χιόνος ἐν τῷ τί ἐστι τὸ λευκόν (οὐ γὰρ ἐστιν ἡ χιὼν ὅπερ λευκόν), ὁμοίως δὲ οὐδὲ τῆς ψυχῆς ἡ αὐτοκινησία· οὔτε γὰρ ὁ τοῦ λευκοῦ ὁρισμὸς κατὰ τῆς χιόνος ἐν τῷ τί ἐστιν οὔτε ὁ τῆς κινήσεως κατὰ τῆς ψυχῆς. εἰ γὰρ ἡ χιὼν ὅπερ λευκόν, τὸ δὲ λευκὸν ὅπερ χρῶμα, τὸ δὲ χρῶμα ὅπερ ποιότης, ἔσται ἡ χιὼν ὅπερ ποιότης· ὅταν γὰρ ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται· καθ’ ὑποκειμένου δὲ τὰ ἐν τῷ τί ἐστι λεγόμενά τινος κατηγορεῖται αὐτοῦ. ὁμοίως δὲ καὶ εἰ ἡ ψυχὴ ὅπερ αὐτοκινησία, ἡ δὲ αὐτοκινησία ὅπερ κίνησις, ἡ δὲ κίνησις ἀτελὴς ἐνέργεια, ἔσται ἡ ψυχὴ ἀτελὴς ἐνέργεια. ὅτι δὲ μὴ γένος ἡ αὐτοκινησία τῆς ψυχῆς, δεικνύοιτ’ ἂν καὶ ἐκ τούτου· εἰ ἡ αὐτοκινησία γένος τῆς ψυχῆς, δεῖ αὐτὴν καὶ κατ’ ἄλλων τινῶν ὡς εἰδῶν κατηγορεῖσθαι ἀντιδιῃρημένων τῇ ψυχῇ ὡντινωνοῦν. οὐ μὴν κατὰ τοῦτο νῦν ὅτι μὴ γένος δείκνυσιν, ἀλλ’ ὅτι μὴ ἐν τῷ τί ἐστιν· ἄλλος γὰρ οὗτος τόπος. τὸ δὲ οὔτε ἡ ψυχὴ ὅπερ κινούμενον εἴη ἂν λέγων3 ἀντὶ τοῦ ‘ὅπερ κίνησις’.
“此外,若它不是在‘是什么’中被述说。” 正如在偶性的情况下,他说过必须考察“是否把以某种其他方式属于者作为偶性给出了”(因为说颜色附属于白,或白被赋予颜色的人,给出的方式是不健全的;因为他说的是把作为属而属于者当作偶性),同样地,在属的情况下,他说必须检验是否把偶性当作属给出了;因为某物完全可能属于同类的全部事物,但并非作为属,而是作为偶性属于。正如对于种一样,在“是什么”中被述说乃是属所固有的特征;因此,若所给出者不是这样被述说的,便可表明它不是属。这样一来,便可表明白既不是雪的属,运动或自发运动亦并非如柏拉图所认为的那样是灵魂的属;因为白既不在雪的“是什么”之中(因为雪并非正是白者本身),同样自发运动亦不在灵魂的“是什么”之中;因为白的定义既不在“是什么”中述说雪,运动的定义亦不在“是什么”中述说灵魂。因为若雪正是白者本身,而白正是颜色本身,颜色正是性质本身,那么雪就将正是性质本身;因为每当一事物被用来述说另一事物如述说基底时,凡对述词所说的一切,亦将对基底被述说;而就某物的“是什么”中所说者,正是〔如〕对基底那样对该物被述说的。同样地,若灵魂正是自发运动本身,自发运动正是运动本身,而运动是不完全的现实,那么灵魂就将是不完全的现实。此外,自发运动不是灵魂的属,亦可由此被表明:若自发运动是灵魂的属,它就必须亦被述说于其他某些无论什么样的、作为与灵魂相对立并列的种的事物上。然而,他现在并不是基于这一点证明它不是属,而是因为不是在“是什么”之中;因为这是另一个论题。而“灵魂亦非运动者本身”,他大概是用来代替“运动本身”而说的。
- 4.2ἀνομοίους αὐτὰς οὕτως ἑαυταῖς οὔσας
形容词 ἀνομοίους 作分词 οὔσας 的表语补足语,反身代词 ἑαυταῖς 则具有相互代词含义(“彼此”),作 ἀνομοίους 所要求的与格补足语,整句意为“它们彼此之间如此不相同”。
- 4.3μὴ τὸ συμβεβηκὸς ὡς γένος ἀποδέδωκεν
在表示审视、考察的动词 ἐξετάζειν 之后,连词 μή 搭配直陈式完成时(ἀποδέδωκεν),引导带有一种审慎或疑虑色彩的间接疑问从句(“是否把偶性当作属给出了”)。
- 4.3εἴη ἂν λέγων
由希求式 εἴη 与现在分词 λέγων 搭配 ἄν 构成的迂说法潜在表达,表示注解者的推论性或解释性判断(“他大概是在说……/他的意思应当是……”)。
