- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:295.19-296.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《论题篇》第四卷开端(120b12),通过指出属与固有属性是定义的构成要素,解释了为何针对属与固有属性的论题先于针对定义的论题予以讨论,并阐明了辩证法中极少涉及关于属与定义的问题的原因。
" Μετὰ δὲ ταῦτα περὶ τῶν πρὸς τὸ γένος καὶ τὸ ἴδιον ἐπισκεπτέον." Μετὰ τοὺς πρὸς τὸ συμβεβηκὸς τόπους δεῖν φησι περὶ τῶν πρὸς τὸ γένος καὶ τὸ ἴδιον ἐπισκέψασθαι τόπων. καὶ διὰ τί περὶ τούτων πρῶτον, ὕστερον δὲ περὶ τῶν πρὸς τὸν ὁρισμόν, προσέθηκε τὸ ἔστι δὲ ταῦτα στοιχεῖα τῶν πρὸς τοὺς ὅρους·1 οἱ γὰρ τόποι, δι’ ὧν πρὸς τὸ γένος καὶ τὸ ἴδιον ἐπιχειροῦμεν ἢ κατασκευάζοντες ἢ ἀνασκευάζοντες, στοιχεῖα καὶ ἀρχαί εἰσι τῶν πρὸς τοὺς ὁρισμοὺς ἐπιχειρημάτων. ἐπεὶ γὰρ δεῖ τὸν ὁρισμὸν μὴ μόνον τὸ γένος ἔχειν ἐν αὑτῷ ἀλλὰ καὶ ἴδιον εἶναι τοῦ πράγματος, οἵ τε τῶν γενῶν κατασκευαστικοὶ καὶ τῶν ἰδίων τόποι συντελοῖεν ἂν καὶ πρὸς τὴν τῶν ὁρισμῶν κατασκευήν· ὁ γὰρ δείξας, ὅτι καὶ τὸ ἀποδοθὲν ἐν τῷ λόγῳ γένος καὶ ὁ λόγος ἴδιος τοῦ πράγματος, εἴη ἂν καὶ ὅτι ὁρισμός ἐστιν ὁ ἀποδεδομένος λόγος δεδειχώς.2 ἀλλὰ καὶ οἱ τῶν γενῶν τε καὶ τῶν ἰδίων ἀνασκευαστικοὶ τόποι καὶ πρὸς τὴν τῶν ὁρισμῶν ἀνασκευὴν χρήσιμοι· ὁ γὰρ δείξας, ὅτι μὴ γένος τὸ ὡς γένος ἀποδοθὲν ἐν τῷ λόγῳ, ἀνῄρηκε καὶ τὸ ὁρισμὸν αὐτὸν εἶναι· ὁμοίως καὶ ὁ δείξας ὅτι μὴ ἴδιον. καθ’ ὃ δὴ συμβάλλονται οἱ πρὸς τὸ γένος καὶ τὸ ἴδιον τόποι καὶ πρὸς τὰ ὁρικὰ προβλήματα καί εἰσιν ἀρχαὶ τῆς τε κατασκευῆς τῶν ὁρισμῶν καὶ τῆς ἀνασκευῆς, ἐπειδὴ καὶ τὸ γένος καὶ τὸ ἴδιον στοιχεῖα τῶν ὁρισμῶν (δεῖ γὰρ καὶ ταῦτα τὸν ὁρισμὸν ἔχειν), εἰκότως ἂν καὶ οὗτοι στοιχεῖα λέγοιντο τῶν πρὸς τοὺς ὁρισμοὺς τόπων· καὶ ἐπεὶ τὰ στοιχεῖα πρῶτα τούτων ὧν ἐστι στοιχεῖα, εἶεν ἂν καὶ οἱ πρὸς ταῦτα τόποι πρῶτοι [οἱ πρὸς τὰ γένη]. αὐτῶν δὲ τούτων πάλιν πρῶτοι οἱ πρὸς τὰ γένη, ἐπειδὴ καὶ τὸ γένος τοῦ ἰδίου κοινότερον, ὡς εἶπον. λέγει δὲ ὀλιγάκις περὶ τῶν ἀπὸ γένους καὶ ἰδίου καὶ ὁρισμοῦ προβλημάτων γίνεσθαι τὸν λόγον τοῖς διαλεκτικοῖς· τὰ γὰρ πλεῖστα τῶν διαλεκτικῶν προβλημάτων περὶ συμβεβηκότος τινὸς τὴν ζήτησιν ἔχει. ζητεῖται γὰρ ἐν τοῖς πλείστοις τῶν διαλεκτικῶν προβλημάτων τὰ τοιαῦτα, οἷον εἰ αἱρετὸν τὸ γαμεῖν ἢ τὸ πολιτεύεσθαι, εἰ ἀγαθὸν ὁ πλοῦτος ἢ ἡ ὑγεία· τὰ δὲ περὶ τῶν γενῶν τε καὶ τῶν ἰδίων καὶ τῶν ὁρισμῶν προβλήματα ἀκριβεστέρας ἢ κατὰ διαλεκτικὴν μεθόδου χρῄζει καὶ ἐπιστημονικωτέρας.
“在这些之后,必须考察关于属和固有属性的诸论题。” 他说,在关于偶性的诸论题之后,必须考察关于属和固有属性的诸论题。至于为何首先关于这些,而随后关于针对定义的诸论题,他补充道:“而这些是针对定义的诸论题的构成要素。”因为我们借以针对属和固有属性进行论难——无论是确立还是驳斥——的论题,乃是针对定义的论辩的构成要素与原理。因为既然定义不仅必须在自身中包含属,而且还必须是该事物的固有属性,所以属的确立性论题与固有属性的确立性论题亦将有助于定义的确立;因为凡指明了言明中给出的东西既是属,又指明了该言明是该事物的固有属性的人,也就等于指明了所给出的言明是定义。不仅如此,属和固有属性的驳斥性论题对于定义的驳斥亦是有用的;因为凡指明了言明中作为属而给出的东西并非属的人,也就否定了它是定义;同样地,凡指明了它并非固有属性的人亦是如此。正是在属和固有属性的论题亦有助于定义性问题,并且作为定义的确立与驳斥的原理这一点上,既然属和固有属性也是定义的构成要素(因为定义亦必须包含这些),那么顺理成章地,这些论题亦可被称为针对定义的诸论题的构成要素;并且,既然构成要素先于以它们为构成要素的事物,那么针对这些的论题[针对属的论题]亦应当是居先的。而在这些本身之中,再次是针对属的论题居先,正如我所说过的,因为属比固有属性更为普遍。此外他说,在辩证家们那里,关于基于属、固有属性与定义的问题的论述是罕见的;因为绝大多数辩证问题所包含的探究都是关于某种偶性的。实际上,在绝大多数辩证问题中探究的都是此类事情,例如结婚或从政是否值得选择,财富或健康是否是善事;而关于属、固有属性和定义的问题,所需要的则是比依照辩证法的方法更为精确、更为科学的方法。
- 4.1καὶ διὰ τί περὶ τούτων πρῶτον, ὕστερον δὲ περὶ τῶν πρὸς τὸν ὁρισμόν, προσέθηκε τὸ ἔστι δὲ ταῦτα στοιχεῖα τῶν πρὸς τοὺς ὅρους
前置的间接疑问从句 καὶ διὰ τί περὶ τούτων πρῶτον, ὕστερον δὲ περὶ τῶν πρὸς τὸν ὁρισμόν(“以及为何首先关于这些,而随后关于针对定义的论题”)先行提出问题,主要动词 προσέθηκε(“他补充道”)则以带中性定冠词 τὸ 的亚里士多德原文引句 ἔστι δὲ ταῦτα στοιχεῖα τῶν πρὸς τοὺς ὅρους 作为直接宾语,用以回答这一原因。
- 4.1εἴη ἂν καὶ ὅτι ὁρισμός ἐστιν ὁ ἀποδεδομένος λόγος δεδειχώς
由 εἴη ἄν(带有 ἄν 的系词现在时祈愿体)与完成时主动分词 δεδειχώς 构成的迂说法完成时祈愿潜势结构(periphrastic perfect optative),表示潜势结果(“也就等于指明了”)。分词 δεδειχώς 支配后面的 ὅτι 从句作为宾语。
