- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:294.3-295.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作为《论题篇》第四卷的导论,亚历山大论述了从前几卷讨论的偶性论题向属、固有属性与定义论题的过渡,阐明了辩证问题的范围以及在偶性之后首先讨论属的原因。
Παραδοὺς διὰ τοῦ δευτέρου τε καὶ τρίτου τῆς τοπικῆς πραγματείας τοὺς τόπους, δι’ ὧν οἷόν τε πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα ἐπιχειρεῖν κατασκευαστικῶς τε καὶ ἀνασκευαστικῶς, εἴτε ἁπλῶς, πότερον ὑπάρχει ἢ μὴ ὑπάρχει τὸ συμβεβηκὸς τῷ ὑποκειμένῳ, ζητοῖτο, εἴτε καὶ συγκριτικῶς πρὸς ἄλλο, ἐπειδὴ καὶ τὰ συγκριτικὰ προβλήματα ὑπήγετο τοῖς ἀπὸ τοῦ συμβεβηκότος, ἑξῆς περὶ τῶν ἄλλων γενῶν τῶν προβλημάτων ποιεῖται τὸν λόγον.1 ἔστι δὲ ταῦτα τά τε ἀπὸ τοῦ γένους καὶ τὰ ἀπὸ τοῦ ἰδίου καὶ τὰ ἀπὸ τοῦ ὁρισμοῦ· ἐν γὰρ τούτοις τοῖς γένεσι πάντα τὰ διαλεκτικὰ προβλήματα. τὸ γὰρ διὰ τί ἐστί τι, οἷον διὰ τί ὁ κόσμος σφαιροειδὴς ἢ ἡ σελήνη ἐκλείπει, ζήτημα μέν ἐστι καὶ πρόβλημα, οὐ μὴν διαλεκτικόν· ἐπιστημονικωτέρα γὰρ ἡ ζήτησις ἡ τῆς αἰτίας. ὁμοίως δὲ οὐδὲ τὸ ζητεῖν τί ἐστι τόδε, οἷον τί ἐστι ψυχή, διαλεκτικόν. ζητεῖν μὲν γὰρ εἰ ὅδε ὁ λόγος ὁρισμός ἐστι ψυχῆς διαλεκτικόν· τὸ δὲ τίς ἐστιν ἢ τίς φύσις μαντικῶν ὑδάτων οὐ διαλεκτικόν. οὐδὲ γὰρ αἱ ἐρωτήσεις αἱ τοιαῦται διαλεκτικαί· ἡ μὲν γὰρ ἐρώτησις ἡ διαλεκτικὴ ἀντιφάσεως ἐρώτησίς ἐστιν· τὸ δὲ τί ἐστιν ἢ διὰ τί ἐστιν οὔτε ἀντίφασις οὔτε ὅλως ἀποφαντικὸς λόγος. παραδίδωσι δὲ καὶ πρὸς τὰς κατασκευάς τε καὶ ἀνασκευὰς τῶν ἐν τούτοις τοῖς γένεσι προβλημάτων τόπους οἰκείους, καὶ πρῶτόν γε τοὺς πρὸς τὰ γενικὰ προβλήματα, ἐπεὶ μετὰ τὸ συμβεβηκὸς κοινότερον τῶν ἄλλων τὸ γένος. τὸ μὲν γὰρ συμβεβηκὸς κοινότατόν τε καὶ ἁπλούστατον τῶν προβλημάτων· ἐν γὰρ ὑπάρξει μόνῃ τούτῳ τὸ εἶναι·2 ταῦτα δέ, τὸ γένος καὶ τὸ ἴδιον καὶ ὁ ὁρισμός, ἐν ποιᾷ ὑπάρξει πάντα.3 οὐ γὰρ αὔταρκες τὸ μόνον ὑπάρχειν πρὸς τὸ ἢ ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς ὅρον ὑπάρχειν, ὥσπερ ἦν αὔταρκες ἐπὶ τοῦ συμβεβηκότος, ἀλλὰ δεῖ καὶ τὸν οἰκεῖον τρόπον τῆς ὑπάρξεως ἑκάστου αὐτῶν ἐν τῇ κατασκευῇ δείκνυσθαι· οἰκειότητα γάρ τινα τὰ οὕτως ὑπάρχειν λεγόμενα πρὸς τὰ ὑποκείμενα ἔχει. ἀλλὰ τὸ μὲν γένος κοινότερον· κατὰ πλειόνων γὰρ τὸ γένος· τὸ δὲ ἴδιον καὶ ὁ ὁρισμὸς οὐ κατὰ πλειόνων καὶ διαφερόντων κατὰ τὸ εἶδός ἐστιν ἀλλὰ προσεχῶν μιᾷ τινι φύσει. ὥστε, ἐπεὶ τὰ κοινὰ τῶν ἰδίων πρῶτα, κοινότερον δὲ τὸ γένος ἐκείνων, εἰκότως πρῶτον τοὺς πρὸς τὰ ἀπὸ τοῦ γένους προβλήματα τόπους παραδίδωσι. συντάσσει δὲ τοῖς ἀπὸ τοῦ γένους προβλήμασι καὶ τὰ ἀπὸ τῶν διαφορῶν, ὡς εἶπε καὶ ἐν τῷ πρώτῳ, διὰ τὸ τὴν διαφορὰν οὖσαν ἐν τῇ οὐσίᾳ τοῦ πράγματος, οὗ ἐστι διαφορά, ὥσπερ καὶ τὸ γένος κοινὴν καὶ αὐτὴν εἶναι καὶ ἐπὶ πλεῖον ὁμοίως τῷ γένει. ὑπάγοιτο δ’ ἂν τοῖς γενικοῖς προβλήμασι καὶ τὰ ἀπὸ τῶν εἰδῶν προβλήματα, εἴ τινα εἴη, ἐπεὶ καὶ τὸ εἶδος κατὰ πλειόνων τε καὶ ἐν τῷ τί ἐστι.
在通过《论题篇》著作的第二卷和第三卷传授了借助它们能够对基于偶性的问题进行确立性与驳斥性论难的诸论题之后——无论探究的是偶性单纯属于或不属于主词,还是相对于另一事物进行比较探究(因为比较性问题亦被归入基于偶性的问题之下)——,他接下来对其他各类问题进行论述。而这些就是基于属的问题、基于固有属性的问题和基于定义的问题;因为所有的辩证问题都在这几类之中。因为“某物为何如此”,例如“为何宇宙是球形的”或“为何月亮发生食”,固然是一个探求课题和问题,但绝非辩证的问题;因为对原因的探究是更为科学的。同样地,探求“这是什么”,例如“灵魂是什么”,亦不是辩证的。因为探求“这个说明是否是灵魂的定义”是辩证的;但“〔灵魂〕是什么或预言之水的本性是什么”则不是辩证的。因为这类提问本身就不是辩证的;辩证的提问乃是矛盾对立的提问;而“是什么”或“为何如此”既非矛盾对立,亦根本不是断言性的命题。并且,对于这几类问题的确立与驳斥,他亦传授了恰当的论题,而首先传授的则是针对属的问题的论题,因为在偶性之后,属比其余各项更为普遍。因为偶性是诸问题中最普遍且最单纯的;它的存在仅在于单纯的属于;而这些——即属、固有属性与定义——全部在于具有特定性质的属于之中。因为单单属于,对于作为属、作为固有属性或作为定义而属于来说是不充分的,正如在偶性的场合中是充分的那样;相反,在确立中还必须表明它们各自固有的属于方式;因为被说成以这种方式属于的事物,与主词具有某种固有的关联。然而属更为普遍;因为属被述说于更多的事物;而固有属性与定义并不是被述说于在种上不同的更多事物,而是被述说于紧邻某种单一本性的事物。因此,既然共有者先于固有者,而属比那些更为普遍,他理所当然地首先传授针对基于属的问题的论题。而且正如在第一卷中所说的那样,他亦将基于种差的问题与基于属的问题并列在一起,这是因为种差存在于它作为其种差的事物之本质中,正如属一样,它自身亦是共有的,并且与属同样地适用于更多事物。此外,若有任何基于种的问题,它们亦将被归入属的问题之下,因为种亦被述说于更多事物且属于本质之中。
- 4.0Παραδοὺς διὰ τοῦ δευτέρου τε καὶ τρίτου τῆς τοπικῆς πραγματείας τοὺς τόπους ... ἑξῆς περὶ τῶν ἄλλων γενῶν τῶν προβλημάτων ποιεῖται τὸν λόγον.
句首的不定过去时主动分词 Παραδούς 相对于主句动词 ποιεῖται τὸν λόγον 表示时间上的在先(“传授……之后”),其逻辑主语为亚里士多德。分词的宾语 τοὺς τόπους 之后插入了由 διʼ ὧν 引导的关系从句、εἴτε... εἴτε... 的条件选择结构以及 ἐπειδή 引导的原因从句,构成了长距离的分隔结构(hyperbaton)。
- 4.0διὰ τὸ τὴν διαφορὰν οὖσαν ἐν τῇ οὐσίᾳ τοῦ πράγματος, οὗ ἐστι διαφορά, ὥσπερ καὶ τὸ γένος κοινὴν καὶ αὐτὴν εἶναι
由介词 διά 与带冠词不定式 τὸ ... εἶναι 构成的表示原因的结构。不定式 εἶναι 的逻辑主语为对格的 τὴν διαφοράν,表语形容词为 κοινὴν καὶ αὐτήν(“种差自身亦是共有的”)。插入的分词短语 οὖσαν ἐν τῇ οὐσίᾳ τοῦ πράγματος 说明了原因或伴随状态,其后的关系从句 οὗ ἐστι διαφορά 修饰 πράγματος。
- 4.0ἐν ποιᾷ ὑπάρξει πάντα
该短语与前面的 ἐν ὑπάρξει μόνῃ(“仅在于单纯属于之中”)形成对比;ποιᾷ 是表示性质或特定样态的不定形容词。此处省略了系动词(ἐστί),意为这三者(属、固有属性、定义)“全部在于具有特定性质的属于之中”。
