- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:291.18-293.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了通过将主词的属划分为种直至个别事例来考察特称问题的论题(120a34),以及通过按种或按数划分谓项或偶性来进行考察的论题(120a38),并借助运动与数的例子加以说明。
" Ἔτι δὲ ἐν τοῖς γένεσιν ἐπιβλεπτέον διαιροῦντα κατ’ εἴδη μέχρι τῶν ἀτόμων, καθάπερ εἴρηται πρότερον." Ἦν καὶ τοῦτο ἐπὶ τῶν καθόλου προβλημάτων εἰρημένον ἐν τῷ δευτέρῳ, ὅτι, ἐν οἷς προβλήμασιν γενικόν τι εἴληπται, χρὴ τὴν διαίρεσιν αὐτοῦ εἰς τὰ εἴδη ποιεῖσθαι καὶ πάλιν εἰς τὰ ὑπὸ τὰ εἴδη καὶ μέχρι τῶν ἀτόμων ἐπισκοπεῖν, εἰ ἑκάστῳ αὐτῶν ὑπάρχει τὸ τῷ γένει ἐν τῷ προβλήματι τεθὲν ὑπάρχειν. εἰ γὰρ εἴη πρόβλημα πότερόν ἐστι τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη ἢ οὔ, ἐπεὶ τὰ ἀντικείμενα πλεοναχῶς, ἠξίου ἕκαστον αὐτῶν ἰδίᾳ λαμβάνειν, εἶτα τὰ ὑπὸ ἕκαστον αὐτῶν ἰδίᾳ καὶ ἐπισκοπεῖν εἰ ἐφ’ ἑκάστου αὐτῶν ἡ αὐτὴ ἐπιστήμη· χρήσιμον γὰρ τοῦτο καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν. ὡς δὴ ἐπὶ τῶν καθόλου, οὕτως φησὶ δεῖν ποιεῖν καὶ ἐπὶ τῶν καθ’ ἕκαστα προβλημάτων, ὅταν τι γενικὸν ἐν αὐτοῖς ᾖ. οἷον εἰ εἴη τὸ πρόβλημα εἴ τινων ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, διαιρετέον ὁμοίως τὰ ἀντικείμενα καὶ ἐφ’ ἕκαστον ἐπιβλεπτέον, αὐτό τε καὶ τὰ ὑπ’ αὐτό· κἂν μὲν ἐπὶ πολλῶν φαίνηται οὕτως ἔχον, κατασκευάζειν τὸ πρόβλημα ὡς καθόλου πᾶσιν ὑπάρχοντος τοῦ τινὶ αὐτῶν ὑπάρχειν κειμένου·1 ἂν δὲ ἐπὶ πολλῶν μὴ οὕτως ἔχον εὑρίσκηται, ἀπὸ τούτων ὁρμωμένους ἀξιωτέον πάλιν ὅτι οὐδενί. καὶ οὕτως ἀνασκευαστέον τὸ ἐπὶ μέρους καταφατικὸν πρόβλημα. ὁμοίως, κἂν λέγῃ τις τινὰ ἀρετὴν ἐπιστήμην εἶναι, διαιρετέον τὰς ἀρετάς, πρῶτον μὲν εἰς τὰς λογικὰς καὶ τὰς ἠθικάς, εἶτα πάλιν τὰς λογικὰς ἰδίᾳ καὶ τὰς ἠθικὰς καθ’ αὑτάς, δεικνύντας ἐπὶ τῶν ἀεὶ προχειριζομένων ὅτι μὴ ἐπιστῆμαι, τὸ καθόλου λαμβάνειν, ὅτι μηδεμία, καὶ οὕτως ἀνασκευάζειν τινὰ εἶναι ἐπιστήμην. ἔστι δὲ οὐ πολὺ διαφέρων οὗτος τοῦ πρὸ αὐτοῦ, πλὴν ὅτι οὗτος μὲν τοῦ γένους τὴν διαίρεσιν εἰς εἴδη πρῶτον ἠξίου ποιεῖσθαι, εἶθ’ οὕτως ἐπὶ τὰ ὑπὸ τὰ εἴδη τῇ τάξει προϊόντας ἐπὶ τὰ καθ’ ἕκαστα ἔρχεσθαι, ὁ δὲ πρὸ τούτου, εἰ καὶ μὴ γένος ἦν τὸ λαμβανόμενον, κοινὸν δέ τι, ἠξίου ἐπιβλέπειν εὐθὺς ἐπὶ τὰ ὑπ’ αὐτὸ ἄτομα.
“此外,正如先前所说,在诸属中必须通过按种划分直至不可分者来进行考察。” 这也是第二卷中关于全称问题所谈及的,即在那些选取了某种属类的东西的问题中,必须将其划分为诸种,并再次划分为种之下的事物,且直至不可分者进行考察,看在问题中被设定属于该属的属性是否属于它们中的每一个。因为若问题是“相反者的知识是否相同”,既然相反者有多重含义,他要求分别选取它们中的每一个,然后分别选取它们每一个之下的事物,并考察对于它们中的每一个知识是否相同;因为这对于驳斥与确立都是有用的。正如在全称问题中一样,他说在个别事例的问题中,只要其中存在某种属类的东西,亦必须如此做。例如,若问题是“某些相反者的知识是否相同”,应当同样地划分相反者,并考察每一项,既考察其自身亦考察其之下的事物;而且若在许多事例中显现为如此,便确立该问题,就仿佛被设定属于其中某些者的属性全称地属于一切一样;但若在许多事例中被发现并非如此,从这些出发,必须再次要求它不属于任何事物。以这种方式必须驳斥特称肯定问题。同样地,即使有人说“某种德性是知识”,亦必须划分诸德性,首先划分为理智的与伦理的,然后再次分别划分理智的并独立划分伦理的,在所提出的各项上表明它们不是知识,从而得出全称命题,即没有任何德性是知识,并以这种方式驳斥“某种德性是知识”。这一论题与前一个并无太大差异,唯一的不同在于,这一论题要求首先将属划分为诸种,然后依此秩序推进到种之下的事物直至个别者,而在此之前的论题,即使所选取的不是属而是某种共有者,亦要求直接考察其下的不可分者。
"Ἔτι ἐφ’ ὧν ἔστιν ἢ εἴδει ἢ ἀριθμῷ διορίσαι τὸ συμβεβηκός." Εἰπὼν δὲ δεῖν διαιρεῖν τὸν ὑποκείμενον ὅρον ἐν τοῖς προβλήμασι τοῖς ἀπὸ τοῦ συμβεβηκότος ὁμοίως ἔν τε τοῖς καθόλου καὶ τοῖς ἐν μέρει, καὶ ἐὰν ᾖ γενικόν, εἰς τὰ εἴδη ἕως τῶν ἀτόμων, νῦν λέγει περὶ τοῦ κατηγορουμένου καὶ συμβεβηκέναι λεγομένου 〈ὃ〉 καὶ αὐτὸ εἶπεν ἐπὶ τῶν καθόλου. καὶ γὰρ ἐπὶ τῶν ἐπὶ μέρους, ἐφ’ ὧν οἷόν τέ ἐστι, δεῖν φησι καὶ τοῦτον διαιρεῖν καὶ ὁρίζειν ἢ κατ’ εἶδος ἢ κατ’ ἀριθμὸν καὶ ὁρᾶν εἴ τι τῶν ἐκ τῆς διαιρέσεως ὑπάρχει τῷ ὑποκειμένῳ· ἂν μὲν γὰρ ὑπάρχον εὑρίσκηταί τι αὐτῶν τῷ ὑποκειμένῳ, κατεσκευασμένον ἔσται τὸ πρόβλημα ἐπὶ μέρους ὄν, εἰ δὲ μηδὲν εὑρίσκοιτο, ἀνεσκευασμένον. οἷον εἰ ζητοῖτο πότερον ὁ χρόνος κινεῖται ἢ οὔ, ἐπεὶ ἡ κίνησις πολλαχῶς λέγεται, διαιρετέον καὶ ληπτέον τὰ εἴδη τῆς κινήσεως. ἐπεὶ τοίνυν πᾶσα κίνησις ἢ κατὰ τόπον ἐστὶν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιότητα, ἑκάστην τῶν κινήσεων ληπτέον καὶ ζητητέον εἰ κατά τινα αὐτῶν οἷόν τε κινεῖσθαι τὸν χρόνον. καὶ εἰ φαίνοιτο μήτε κατὰ τόπον κινούμενος (οὐ γὰρ ἀλλάσσει τόπον· πῶς γὰρ τὸ μὴ ὑπομένον οἷόν τε ἀλλάσσειν τόπον;), ἀλλὰ μηδὲ κατὰ μέγεθος (ὑπομένοντος γὰρ καὶ ἡ κατὰ ποσὸν κίνησις), μήτε κατὰ ποιότητα μήτε κατ’ ἄλλο τι κινήσεως εἶδος, ἀνασκευάζοιτο ἂν τὸ τὸν χρόνον κινεῖσθαι. εἰ δὲ ζητοῖτο εἰ κίνησις ὁ χρόνος, γενικὸν ἂν τὸ πρόβλημα γίνοιτο. δεικνύοιτο δ’ ἂν ὅτι μή ἐστιν κίνησις, ὅτι μήτε τοπική ἐστι μήτε ἀλλοιωτικὴ μήτε κατὰ ποσόν· εἰ γάρ τις τούτων ἦν, πᾶν ἂν τὸ ἐν χρόνῳ ὂν ἐν κινήσει τούτων τινὶ ἦν τῇ αὐτῇ τε καὶ συνεχεῖ. ὁμοίως ὁ λόγος καὶ ἐπὶ ψυχῆς, εἰ ζητοῖτο πότερον κινεῖται ἢ οὔ. ἀλλὰ καὶ εἰ ζητοῖτο πότερον ἡ ψυχή τις ἀριθμός ἐστιν ἢ οὔ, ἐπεὶ πᾶς ἀριθμὸς ἢ περιττὸς ἢ ἄρτιος, ἂν ἡ ψυχὴ μήτε περιττὸς ἀριθμὸς ᾖ μήτε ἄρτιος, οὐδ’ ἂν ἀριθμὸς εἴη. καὶ αὕτη μὲν κατὰ εἴδη γενικώτερα ἡ διαίρεσις· κατὰ δὲ ἄτομα 〈ἂν〉 εἴη, εἰ διαιροῦντες πάλιν ἑκάτερον τούτων εἰς τοὺς ὑπ’ αὐτοὺς ἀριθμοὺς δεικνύοιμεν. εἰ μὲν γὰρ ἄρτιος, ἢ δύο ἔσται ἢ τέσσαρα ἢ ἓξ ἢ ὀκτὼ ἢ δέκα, εἰ δὲ περιττός, ἢ τρία ἢ πέντε ἢ ἑπτὰ ἢ ἐννέα· ὧν ἀριθμῶν λέγειν τινὰ τὴν ψυχὴν εἶναι ἄτοπον·2 οὔτε ἄρα περιττὸς ἀριθμὸς οὔτε ἄρτιος ἡ ψυχή· εἰ δὲ μὴ τούτων τις, οὐδὲ ἀριθμὸς ὅλως. δοκεῖ μέντοι αὐτὸς διὰ τῶν παραδειγμάτων τῶν καθόλου προβλημάτων ἀλλ’ οὐ τῶν ἐπὶ μέρους ἔτι μνημονεύειν.3
“此外,在能够按种或按数界定偶性的场合。” 在说明了在关于偶性的问题中,无论是全称问题还是特称问题,都必须同样地划分主词,若它是属类的,则划分为诸种直至不可分者之后,现在关于谓项和被称为偶性的东西,他亦谈到了与全称问题中相同的要求。因为在特称问题中,只要是可能的场合,他说亦必须按种或按数划分并界定这一谓项,并看由划分而得的事物中是否有某种属于主词;因为若发现它们中有某种属于主词,特称的问题便得以确立,但若发现没有任何一种属于主词,它便被驳斥。例如,若探究“时间是否运动”,既然运动有多重含义,就必须划分并选取运动的诸种。既然一切运动要么依照位置,要么依照数量,要么依照性质,就必须选取每一种运动,并探究时间是否能够按照它们中的某一种运动。而且若它显现为既不依照位置运动(因为它不改变位置;因为不能持存的事物如何能够改变位置?),亦不依照大小运动(因为依照数量的运动亦属于持存的事物),既不依照性质亦不依照运动的任何其他种运动,那么“时间运动”就将被驳斥。但若探究“时间是否是运动”,该问题就将成为属的问题。并且它将被表明不是运动,因为它既不是空间位移,亦不是质变,亦不依照数量;因为若是这些中的某一种,凡在时间中的事物都将处于这些运动中某种同一且连续的运动之中。关于灵魂,若探究“它是否运动”,道理亦是相同的。此外,即使探究“灵魂是否是某种数”,既然一切数要么是奇数要么是偶数,若灵魂既不是奇数亦不是偶数,它亦就不是数。这乃是依照更具属的特征的种所作的划分;但若我们再次将它们中的每一个划分为其下的诸数来证明,就将是依照不可分者所作的划分。因为若是偶数,它要么是二,要么是四,要么是六,要么是八,要么是十;若是奇数,要么是三,要么是五,要么是七,要么是九;若说灵魂是这些数中的某一个,那是荒谬的;因此灵魂既不是奇数亦不是偶数;若不是这些中的某一个,它根本就不是数。然而,他本人[亚里士多德]似乎通过这些例子依然在提及全称问题,而非特称问题。
- 3.67ὡς καθόλου πᾶσιν ὑπάρχοντος τοῦ τινὶ αὐτῶν ὑπάρχειν κειμένου
这是带有 ὡς 的属格独立结构。名词化的分词短语 τοῦ ... κειμένου(“被设定[属于其中某些者]的属性”)作逻辑主语,其内嵌有不定式短语 τινὶ αὐτῶν ὑπάρχειν。谓词分词 ὑπάρχοντος 受副词性短语 καθόλου πᾶσιν 修饰,意为“就仿佛被设定属于其中某些者的属性全称地属于一切一样”。
- 3.68ὧν ἀριθμῶν λέγειν τινὰ τὴν ψυχὴν εἶναι ἄτοπον
ὧν ἀριθμῶν 是带有关系代词吸引的部分性属格,修饰不定式结构的表语 τινά(“[这些数之中的]某一个”)。宾格 τὴν ψυχήν 是不定式 εἶναι 的逻辑主语,整句构成“说灵魂是这些数中的某一个是荒谬的(ἄτοπον [ἐστί])”。
- 3.68δοκεῖ μέντοι αὐτὸς διὰ τῶν παραδειγμάτων τῶν καθόλου προβλημάτων ἀλλ’ οὐ τῶν ἐπὶ μέρους ἔτι μνημονεύειν
在语境中,αὐτός 指被注解的亚里士多德本人。全句采用 δοκεῖ 搭配不定式 μνημονεύειν 的人称构式(“他似乎提及……”)。属格短语 τῶν καθόλου προβλημάτων 和 τῶν ἐπὶ μέρους 作动词 μνημονεύειν(“提及/提及某事”)的支配宾语。
